Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1349 ἀπόλοιτο, φησίν, ὅστις ἀπὸ τῆς ἀγρίας πέδης τῆς διανεμομένης τοὺς πόδας μου ἔλαβεν καὶ διέσῳσέ με.

1350 ἐπὶ ποδίας ἐν τῇ δημοσίᾳ ὁδῷ τῇ ὑπὸ τῶν νομέων πατουμένῃ.

1353 εἰς οὐδενὸς χάριν τὴν ἐμὴν σωτηρίαν ἐργοζόμενος ἀντὶ τοῦ μηδὲν χρηστὸν ἐργασάμενος ἐν τῷ διασῷσαί με.

1354 θανὼν ἀντὶ θανόντος· ἢ τὸ ἦν ἀντὶ τοῦ ἤμην.

[*](1 ἐπεληλυθότός, ότ in litura, L. — 4 καὶ] ἢ L, corr. Lasc. — 15 Orest. v, 286. — 22 τῆς — πατουμένης L, corr. Lasc.)
210

1362 ἐξ ὧν ἐτέχθην ἐξ αὐτῶν καὶ τέτοκα.

1364 εἴ τι κακοῦ κάκιον τοῦτʼ ἔλαχεν Οἰδίπους.

1369 τάδʼ τὰ τῆς τυφλώσεως.

1370 φησὶ πρὸ τοῦ θανάτου ταῦτα διαθεῖναι ὅπως ἂν τοῖς γονεῦσι καθʼ Ἅιδου μὴ συντυγχάνῃ ὁρῶν· εἶναι γὰρ αὐτῷ τοῦτο αἰσχρόν.

1374 ἀγχόνης ἐπικρατέστερα, ἅπερ οὐκ ἦν ἰᾶσθαι οὐδὲ ἐν θανάτῳ· διὰ τούτου οὖν ἀπολογεῖται ὅτι μεῖζον κακὸν διεπράξατο εἰς ἑαυτὸν ἢ εἴπερ ἦν τελευτήσας.

1375 ἀλλʼ ἡ τέκνων ἐν ἐρωτήσει.

1384 κηλῖδα ὄνειδος καὶ συμφοράν.

[*](Fol. 48a )

1396 κάλλος κακῶν ὡς εἰ ἔλεγεν τὸ κράτιστον τῶν κακῶν.

ὕπουλον ὕποπτον.

1400 τοὐμὸν αἷμα τὸ τοῦ πατρός φησιν.

1401 ὅτι γράφε ὅταν.

1406 ἐμφύλιον συγγενικόν.

1409 γνώμη.

1413 ἴτʼ πορεύεσθε.

1416 ὧν ἐπαιτεῖς ὧν χρείαν ἔχεις εἰς βοήθειαν.

1425 γένεθλα τὰ τέκνα.

1434 ὑπὲρ σοῦ καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ λέξω.