Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1254 περιπολοῦντ᾿ περιερχόμενον ὥσπερ ἐμμανῆ.

1262 ἀνέτρεψε τὰς θύρας καὶ κατέβαλεν ἐκ τῶν πυθμένων.

1264 ἐώρα λέγεται κρέμασις, ὕψωσις, μέταρσις.

1266 ἀρτάνην δεσμόν. τὴν ἀναρτητικήν· κυρίως δὲ ἀρτάνη λέγεται ἡ ἐκ τῶν καλῳδίων ἀγχόνη.

1273 τὸ συμβαῖνον πᾶσι τοῖς τυφλοῖς εἶπεν· οὐχ ὁρῶντες γὰρ πολλάκις συμπίπτουσιν οἷς οὐκ ἂν ἠβούλοντο, οὐχ ὁρῶσι δὲ ὧν δέονται· ἐν σκότῳ οὖν ἔσται καὶ ἀγνωσίᾳ.

1275 ἐφυμνῶν ἀνοιμώζων.

1276 ἤρασσ᾿ ἀναπετάσας τοὺς ὀφθαλμοὺς ἔπαιεν.

1286 ἐν τίνι σχολῇ οἷον ἐν ποίᾳ διατριβῇ.

1287 πιθανὴ ἡ αἰτία τοῦ ἐξιέναι αὐτὸν ἵνα, φησί, δείξῃ τοῖς πολίταις ὅτι ἀξίως ἑαυτὸν ἐτιμωρήσατο ἐπὶ ἀκουσίοις παθήμασι καὶ ὡς μέλλων ἑκοντὶ ἐξιέναι τῆς πόλεως διὰ τὰς ἀρὰς ἃς ἔφθασεν ἐπαρασάμενος.

[*](Fol. 47a)

1297 ἴσως οἱ κατὰ τὸν χορὸν ἰδόντες ἀπεστράφησαν μὴ δυνάμενοι θεάσασθαι τὸ πάθος.

1308 ποῦ εἰμι; ἐν ποίῳ χωρίῳ ἡ φθογγή μου φέρεται; τίνος ἀκούω; ποῦ ἐστιν ἡ φθογγὴ ἥτις σφόδρα μοι διαπέταται, ἦς φερομένης ἀκούω; ἢ οὕτως, ἀντὶ τοῦ ἀπέπτη μου καὶ ἡ φωνή.

1311 ἡ μεταφορὰ ἀπὸ τῶν ἀγωνιζομένων πένταθλον καὶ ἁλλομένων.

1313 ἀπότροπον ὃ ἄν τις ἀποτρέψαιτο.

[*](2 ἀνέστρεψε (G) eraso σ L. — 4 αἰώρα G. — 6 ἀναρτικὴν L, corr. Lasc. — 19 ἰδόντες] ἐξευχόμενοι (scr. ἐξερχόμενον) Οἰδίποδα πεπηρωμένον addit G. — 20 θεάσασθαι τὸ] συμβὰν αὐτὸ (scr. αὐτῷ) addit G — 25 πεντάθλων L, corr. Lasc. — 27 ἀποστρέψοιτο L, corr. Lasc.)
209

1314 ἄφατον ἀφάτως ἐπεληλυθός.

1316 δυσούριστον ὅρον μὴ ἔχον ἀλλʼ ἀεὶ παραμένον, δυσπεριόδευτον· ἀδάμαστον δὲ ἀνίατον, ὃ οὐδεὶς δαμάσαι δυνήσεται ἢ σκληρὸν καὶ τραχὺ ἀπὸ τοῦ ἀδάμαντος.

1317 οἷον ὁμοῦ με εἰσέδυ ἥ τε ἀπὸ τῆς πηρώσεως ἀλγηδὼν καὶ ἡ τῶν κακῶν ὑπόμνησις.

1318 εἰλήφει γὰρ αὐτὸν ὀδύνη ἐπεὶ νεωστὶ τοῖς κέντροις ἐπεπήρωτο.

1322 ἐμὸς ἐπίπολος γράφεται καὶ ἐμοῖς ἐπὶ πόνοις. ἐπίπολος ἔτι μόνιμος περιπολῶν ἐμὲ καὶ περιμένων ἔτι· νῦν δὲ τοὺς ἀπὸ τοῦ χοροῦ γνωρίζει ἴσως διὰ τὸ τεταράχθαι ἐπὶ τῷ τοσούτῳ προσφάτῳ κακῷ.

1328 ἐπῆρε ἔπεισε· καὶ Εὐριπίδης

ὅστις μ᾿ ἐπάρας ἔργον ἀνοσιώτατον.

1347 δείλαιε τῆς συνέσεως ἕνεκεν καὶ τῆς συμφορᾶς [*](Fol. 47b) χάριν· χαλεπὸν γὰρ συνετῷ ἀνθρώπῳ τὰ τοιαῦτα συνενεχθῆναι.