Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

9 τὰς πολυχρύσους Ὅμηρος

  • πολυχρύσοιο Μυκήνης.
  • 10 πολύφθορον ἐν ᾧ πολλαὶ φθοραὶ καὶ φόνοι ἐγένοντο.

    13 ἤνεγκα ἐκ τούτου τὴν ἡλικίαν τοῦ νέου σημαίνει.

    τὸ ἤνεγκα τὸ βραχὺ τῆς ἡλικίας δηλοῖ ὡς περὶ παιδαρίου οὔ τι βαδίσαι δυναμένου.

    19 μέλαινά τʼ ἄστρων. ἐχρῆν οὕτως εἰπεῖν, μελαίνης νυκτὸς τὰ ἄστρα ἐκλέλοιπεν ὡς τὸ

  • ὁ δὲ χασσάμενος πελεμίχθη
  • ἢ οὕτως, ἐκλέλοιπε τῶν ἄστρων ἡ μέλαινα εὐφρόνη ἵν᾿  ᾖ τὸ ἄστρων πρὸς τὸ ἐκλέλοιπεν.

    22 ἀκμή: σπουδή· πιθανῶς δὲ ἐγείρει τὸν ἀκροατὴν προσέχειν τοῖς ἔργοις ἃ ταχέως συμβουλεύει τελεσθῆναι.

    23 διδάσκει ἡμᾶς μεθ᾿  οἵων ἀνδρῶν δεῖ τὰ ἀπόρρητα ποιεῖν καὶ λέγειν.

    24 σημεῖα φαίνεις κ. ἑ. τοῦ εἶναι πιστὸς εἰς ἡμᾶς.

    26 ἐν τοῖσι δεινοῖς ἐν τοῖς πολέμοις.

    [*](1 τὸν] evanuit in L, habent G, V. — 4 Μυκηνῶν] μυκήν * L. — 8 ll. η 180, al. — 17 Il. δ 535, al. — 19 ᾖ τὸ] ᾖ τῶν L, corr. V.)
    100

    28 ἕπῃ --- ἔσῃ διὰ τὴν ἀπὸ τοῦ γήρως εὐβουλίαν.

    [*](Fol. 17 b)

    31 εἰ μή τι καιροῦ τυγχάνω; εἴ τί σοι δοκῶ μὴ καλῶς βεβουλεῦσθαι μεθάρμοσον ὅ ἐστιν ἐπανόρθωσον· ἔστι δὲ ἀγάσασθαι τὸν νεανίσκον ὅτι μὴ πάνυ αὐθέκαδτος φαίνεται.

    32 διὰ τῆς διηγήσεως ταύτης τὸ λεῖπον τῆς ἱστορίας προσανεπλήρωσεν ἡμῖν.

    35 χρῇ μαντεύεται.

    36 ἄσκευον αὐτὸν ἢ αὐτὸν τὸν Αἴγισθον ἀπαρασκεύαστον ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέμου ἐπεμβῆναι.

    39 ὅταν σε ὁ καιρὸς καλῇ.

    40 περιέργασαι τὰ πραττόμενα πάντα.

    42 τοῦ πιθανοῦ χάριν.

    τὸ μὴ Ἀττικῶς πλεονάζει.

    οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ: τινὲς τὸ ἠνθισμένον ἐπὶ τῆς κεφαλῆς ἥκουσαν οἷον ταῖς πολιαῖς ἠνθισμένον, τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἂν εἰ καὶ τοσοῦτον ἤλλαξεν τὴν κεφαλήν· δοκεῖ οὖν μοι τὸ ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή οὖν σε ἐπιγνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλ᾿  ἐπὶ παντὸς τοῦ σώματος.

    45 Φωκεύς: τὸν Φωκέα προθεὶς ἐπήνεγκεν Φανοτέα ἀπὸ τοῦ ὅλου εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ [*](1. . .] Δι L, Δίδυμος M. Schm. fragm. p. 270, δηλονότι Wolffius, πρῶτος Dind.; cf. schol. Ai. v. 1225. — 13 ὅταν σε ὁ καιρὸς καλῇ] καιρὸς γὰρ καλεῖ legitur Phil. v. 466. — 14 τὰ πραττόμενα πάντα] τὸ πραττόμενον G. — 21 οὖν inclusi. — 25 προσθεὶς L, corr. Br.)

    101
  • ἡ δʼ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη
  • ἐς Πάφον·
  • ἐλέγοντο γὰρ ὁλοσχερέστερον μὲν Φωκεῖς ἐπὶ μέρος δὲ Κρισαῖοι, Φανοτεῖς· τινὲς δὲ ὄνομά φασι τὸ Φανοτέως.

    46 δορυξένων: ἀντὶ τοῦ φίλων· κυρίως δὲ οἱ ἐν πολέμῳ γινόμενοι φίλοι ὡς Γλαῦκος καὶ Διομήδης.

    47 ἄγγελλε δʼ ὅρκῳ: μὴ σμικρολόγως τις ἐπιλάβηται ὡς κελεύοντος ἐπιορκεῖν τοῦ ποιητοῦ· δεῖ γὰρ αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν διὰ τούτων εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ Τριπτολέμου γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις ἔτεσι πρότερον.

    48 ἐξ ἀναγκαίας τύχης. βιαίως οἷον ἀναγκαστῷ μόρῳ καὶ οὐκ ἐκ ταὐτομάτου, ἐκ βίας, ἐκ δυστυχίας, οὐκ ἰδίῳ θανάτῳ.