Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1378 καλῶς τὸ θέλω, εἰ ἐπιτρέποι Τεῦκρος.

[*](Fol. 16 b)

1381 εὐγνωμόνως πρὸς τὸ παρὸν ὁ Τεῦκρος θεραπεύει τὸν Ὀδυσσέα κατατιθέμενος καὶ τὴν πρὸς αὐτὸν ἔχθραν.

1382 καί μ᾿  ἔψευσας ψευσθῆναι τῆς ἐλπίδος ἐποίησας ἣν κακῶς εἶχον περὶ σέ.

1386 οὑπιβρόντητος ὃν εἰώθαμεν λέγειν ἐμβρόντητον.

1394 πιθανῶς καὶ εὐσχημόνως.

1402 πιθανὴ ἡ ἔξοδος διὰ τὴν σπουδὴν τῆς ταφῆς· πολὺς οὖν ἤδη χρόνος ἀφʼ οὔ τετελεύτηκεν ὁ Αἴας καὶ ἤδη δεῖ αὐτὸν ταφῆναι.

1404 χερσὶ ταχύνετε μετὰ σπουδῆς ὀρύξατε.

1406 ἐπίκαιρον εὔκαιρον· ἐν καιρῷ γὰρ ἤδη καὶ τοῦτο ὥστε ἀπολοῦσαι τὸ σῶμα καὶ καθᾶραι.

1407 κλισίας τῆς σκηνῆς.

[*](2 ἤ] ἡ L, corr. Br. — 3 δυσκολίαν L, correxi coll. schol. Antig. v. 506. — 12 ἐπιτρέποι Τεῦκρος] ἐπιτρέποιτε L, separavi, supplevi. — 17 ἐποίησας add. G; cf. schol. II p. 237, 19. — 25 ἐν addidi.)
96

ἴλη σύστημα, κυρίως δὲ φατρία.

1408 τὸν ὑπασπίδιον τὸν ἐνόπλιον.

1409 τραγικὰ καὶ ταῦτα καὶ πάθους ἐχόμενα.

1412 σύριγγες ἀναδόσεις αἵματος.

μέλαν μένος: ἀντὶ τὴν δύναμιν τοῦ Αἴαντος.

1413 ὅστις τῶν παρόντων φίλος ἐστὶ σπευδέτω εἰς τὴν ταφήν.

1415 οἱ τοιοῦτοι ἔπαινοι περὶ τῶν ἰδίων λεγόμενοι περιπαθέστεροί εἰσιν.

1418 οἰκείως ἔχει τοῖς ἀπαλλαχθήσεσθαι μέλλουσιν ἡ τελευταία γνώμη ὅτι πλεῖστά ἐστι τοῖς ἀνθρώποις γνῶναι ἐπʼ αὐτῶν τῶν πραγμάτων γινομένοις, προμηθείᾳ δὲ ἀδύνατον χρήσασθαι καὶ μαντεύσασθαι ὅ τι ποτὲ ἀποβήσεσθαι μέλλει· ταῦτα δὲ ἄμα λέγοντες προαέμπουσι τὸν νεκρὸν καὶ γίνεται ἔξοδος πρέπουσα τῷ λειψάνῳ.

  • Σοφοκλέους Αἴας
  • μαστιγοφόρος.
  • [*](12 γενομένοις?)
    97

    ἀπειρόκαλον τὸ λέγειν ὅτι ὃν τρόπον τὰ κατὰ [*](Fol. 17 a) μέρος τῆς Ἰθάκης ἡ Ἀθηνᾶ ἔδειξε τῷ Ὀδυσσεῖ οὕτως ἔδει καὶ τὸν παιδαγωγὸν τῷ Ὀρέστῃ δεῖξαι· τῷ μὲν γὰρ ἀγνοοῦντι δείκνυσιν ὁ παιδαγωγὸς τῷ δὲ ἀπιστοῦντι ἡ Ἀθηνᾶ· ἅπαντα δὲ ἡμῖν φιλοτέχνως ἐν βραχεῖ δεδήλωκεν ὁ ποιητής, τὸν τόπον τῆς σκηνῆς, τὸν τρόπον ὡς παρέλαβεν αὐτὸν παρὰ τῆς ἀδελφῆς καὶ πρὸς τὸν Στρόφιον ἐξέθετο, τὸν καιρὸν ἐν πάρεισιν εἰς τὰς Μυκήνας, τὸν συνόντα ὅτι Πυλάδης· φησὶ γὰρ ὑποκατιὼν

    Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον.

    1 ὦ τοῦ στρατηγήσαντος; πολλάκις παρατηροῦμεν ὅτι οἱ παλαιοὶ τὰ συνεκτικὰ τῶν ὑποθέσεων ἐν ἀρχαῖς ἡμῖν δηλοῦσιν· καὶ νῦν δηλοῖ πρὸς τίνα ὁ λόγος ὅπερ ἦν ἀναγκαῖον πρόσωπον.

    στρατηγήσαντος γράφε τυραννήσαντος.

    2 προσοχὴν ὁ λόγος ἀπεργάζεται σκοπούντων ἡμῶν τί δή ποτε προθυμεῖται τὴν πόλιν ἰδεῖν.

    [*](3 ἡ Ἀθηνᾶ ἔδειξε κ. ἑ.] 0d ν 344 —351. — 12] v. 16. — 13 παρατηροῦμεν| v schol Ai init.)
    98

    4 τὸ γὰρ παλαιὸν Ἀργος: Ἄργος ὁμωνύμως τῇ χώρᾳ ὡς Ὅμηρος

  • Ἄργος τε Σπάρτη τε·
  • παλαιὸν δὲ ἢ ὅτι Ἄργος ὁ προπάτωρ αὐτῶν γηγενὴς ἦν ἢ ὅτι καὶ αὐτοὶ πρωτογενεῖς ἀντιποιοῦνται εἶναι· ἔτι δέ ἐστι καὶ τὸ περὶ τοῦ πυρὸς μέχρι τοῦ νῦν δεικνύμενον καὶ λεγόμενον ὡς ἀπʼ οὐρανοῦ πρῶτον ἐκεῖσε κατηνέχθη.

    Ὅμηρος χωρίζει τὸ Ἄργος καὶ τὴν Μυκήνην, οἱ δὲ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασίν.

    6 αὕτη δ᾿, Ὀρέστα, τοῦ λυκοκτόνου: οὐκ ἀπʼ ἄλλου τινὸς ποιεῖται τὴν δεῖξιν ἢ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος ὅπερ ἀρχαιότατόν ἐστι κατὰ τὴν ἐν τῷ Ἀργει ἀγορὰν ἐν καὶ πῦρ ἀπόκειται περὶ οὗ πρόσθεν εἰρήκαμεν, ἔστι δὲ καταντικρὺ τοῦ Νεμεαίου Διός· παραγενόμενοι οὖν εἰς Ἄργος ὁ τροφεὺς δείκνυσιν αὐτῷ τὴν πόλιν λέγων ἣ ἔστιν οὐκ ἄπωθεν τῶν Μυκηνῶν ἀλλʼ ἐξ ἀπόπτου φαίνεται καὶ τὸν ναὸν τῆς Ἤρας ἐξ ἀριστερᾶς ὄντα Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσι· λυκοκτόνον δὲ τὸν Ἀπόλλωνα οἱ μὲν διὰ τὸ νόμιον εἶναι καὶ τὴν τῶν βοσκημάτων φυλακὴν ποιούμενον τοὺς ἐπιβούλους αὐτῶν φονεύειν διὸ καὶ λύκους αὐτῷ φασι θύεσθαι ἐν Ἀργει οἱ δὲ διὰ τὸ ἱερὸν εἶναι τὸ ζῷον ὡς καὶ τῆς Ἀρτέμιδος τὰς ἐλάφους ὅθεν καὶ τῷ νομίσματι τῶν Ἀργείων [*](3 Il. δ 52. — 6 ἔτι] ὅτι L, corr. H. — 9 Ὄμηρος] Il. δ 52, alibi. — 14 πρόσθεν] in schol. v. 4. — 15 νεμαίου L, corr. Wunderus. — 17 ἣ addidit G. — 21 καὶ — ποιούμενον] addidit Hesychius v. λυκοκτόνου θεοῦ: Ἀρίσταρχος διὰ τὸ τὸν θεὸν τὴν — ποιούμενον ἀναιρεῖν τούς λύκους. — 23 φασι] φησι L, corr. Br. — 24 τὸ ζῷον] αὐτοῦ addit Br.)

    99
    ἐγχαράττεσθαι τὸν λύκον ὡς καὶ τὰς γλαῦκας Ἀθήναζε.

    7 οὑξ ἀριστερᾶς: ἔστι γὰρ ἐξ ἀριστερᾶς τῶν Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσιν Ἥρας ναός, ἐκ Φωκίδος δὲ παραγενόμενοι διὰ Κορίνθου πεποίηνται τὴν ὁδόν.