Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1260 τίς ἄν, φησί, σοῦ φανέντος δικαίως ἕλοιτο ἀντὶ λόγων σιωπήν;

[*](12 εἰ add. Lasc. ἔφη] ἔφην L, corr. Lasc. — 19 νῦν add. G. — 21 γενόμενα L, corr. G, V. — 27 σοῦ φανέντος] νοῦς (γνοὺς G, i. e. γε σοῦ ut in versu) ἄφαντος L, corr Br.)
154
[*](Fol. 30 b)

1265 ὑπερτέραν λείπει τὸ χάριν.

1266 τᾶς πάρος — χάριτος τῆς σῆς παρουσίας.

1276 μὴ ἀποστερήσῃς με, φησί, τοῦ μεθέσθαι τῶν σῶν προσώπων καὶ ἀπαλλαγῆναι μετὰ ἡδονῆς ὅπερ μοι παρέσται ἐπὶ πλέον μετεχούσῃ σου καὶ ἀπολαυούσῃ· οὕτω γὰρ ἀπαλλαγήσομαι μετὰ ἡδονῆς, ἐὰν δὲ ἤδη ἀποστερήσῃς με σαυτοῦ μετὰ λύπης ἀπαλλαγήσομαι.

1278 ἄλλοισι τοῖς μὴ χαίρουσι τῇ ἐμῇ παρουσίᾳ.

1281 φίλαι, ἔκλυον ἃν ἐγώ: φίλαι, οἵαν ἥκουσα φήμην περὶ τοῦ ἀδελφοῦ ἀπροσδόκητον ἐφʼ οὔτε σιωπῆσαι ἂν ἠδυνάμην οὔτε ἀκούσασα βοῆσαι· καὶ γὰρ ἡ ἡδονὴ προετρέπετο αὐτὴν βοῆσαι καὶ ὁ φόβος ὁ περὶ τὸν Αἴγισθον καὶ τὴν μητέρα σιωπῆσαι· ὅμως δὲ ἔχω σε φιλτάτην ἔχοντα πρόσοψιν.

ὁ νοῦς, ἔκλυον αὐδὴν ἣν οὐδέποτε ἤλπισα ἀκοῦσαι καὶ ἔσχον τρόπον ἄναυδον τῷ μὴ δύνασθαι βοᾶν οὐδὲ βοῶντός τινος ἀκούειν δυναμένη· οὕτως ἐξέστην ἐμαυτῆς· λέγει δὲ περὶ τῆς ἀπωλείας τοῦ Ὀρέστου ὅτε ἥκουσεν.

1291 ἐμφαντικὸν τὸ συνεχὲς τῆς ταὐτολογίας· ἤρκει γὰρ κἂν ἓν τῶν λελεγμένων.

1292 ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι τῶν λόγων ἡ ἀδολεσχία.

1307 εἰκὸς γὰρ καὶ ἔξωθεν ταῦτα πεπύσθαι τὸν Ὀρέστην.

1311 ἐντέτηκέ μοι πρὸς τὴν μητέρα δῆλον ὅτι.

[*](Fol. 31 a)

1322 τινὲς τὸν χορόν φασι λέγειν ταῦτα.

[*](1 χάριν L. — 4 σῶν add. Iahnius. — 7 με addidi — 9 οἵαν] cf. schol. Ai. v. 641. — 11 οὔτε—οὔτε] οὐδὲ intellegebat ἀπὸ κοινοῦ. — 15 ἀκοῦσαι add. G. — 16 βοᾶν] ἀκούειν L, correxi)
155

τοῦ παιδαγωγοῦ μέλλοντος ἐξιέναι ὁ Ὀρέστης αἰσθόμενος τοῦ ψόφου ἀγνοῶν κελεύει αὐτὴν σιγᾶν διὸ καὶ λέκτρα ὡς ξένοις διαλέγεται.

1324 τοιαύτην ἀγγελίαν φέροντες ἣν οὐκ ἄν τις ἀπώσαιτο, λαβεῖν τὰ ὀστᾶ, οὐδὲ ἡδέως λάβοι ὅτι κακή ἐστιν.

1326 ἐπιτιμᾷ αὐτοῖς ὅτι φανεροὶ τοῖς ἐχθροῖς γίνονται.

1328 ἐγγενὴς ἐγγεγενημένος ἢ ἄξιος τοῦ γένους.

1333 οἷον πρὶν ἰδεῖν τὰ σώματα ὑμῶν οἱ ἐχθροὶ ἔγνωσαν ἂν τὰ βουλεύματα τῆς ψυχῆς.

1338 ἐν τοῖς τοιούτοις καιροῖς.

1344 θαυμαστῶς ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον διατρίβειν ὡς καὶ Ὀρέκτης ἐν τοῖς ἔμπροσθεν

  • τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες·
  • ὁ δὲ νοῦς, καὶ τὰ μὴ καλῶς ἀλλὰ κακῶς αὐτοῖς ἔχοντα καὶ αὐτὰ νῦν καλῶς ἔχει ἕως οὐδέπω τιμωρίας τυγχάνουσιν ἅπερ λεγόμενα πρὸς ἄκρον ἐστὶ παροξυντικά.

    1346 τίς οὗτός ἐστ᾿, ἀδελφέ;: οὐκ ἠρώτησεν τοῦτο Ὀρέστην πρότερον ἡ λέκτρα ὑπὸ τῆς χαρᾶς ἀλλʼ ἐφύλαξεν νῦν ὁ ποιητὴς εἰς ἕτερον ἀναγνωρισμόν.

    1649 οὗ χεροῖν εἰς τὸ Φωκέων πέδον ὑπεξεπέμφθην σῇ προμηθίᾳ.

    1366 ταῦτα τὰ κατʼ ἐμέ φησιν.

    [*]( Fol. 31 b)