Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1359 ἦ κάρτα: πρὸς ταῦτα Ὀδυσσεὺς ἀντιλέγει ὅτι οὐκ ἐν τῇ ταὐτότητι μένει τὸ τῶν ἀνθρώπων γένος ἀλλὰ ποτὲ μὲν φίλοι εἰσὶ ποτὲ δὲ ἐχθροί. πολύ, φησί, τοῦτο ἀνθρώπων ς, τὸ κατὰ καιρὸν μεταβάλλεσθαι εἰς φιλίαν ἢ εἰς ἔχθραν.

1363 ὁ μὲν τὸ τῆς ἀνδρείας ὁ δὲ τὸ τῆς δικαιοσύνης προβάλλεται.

[*](13 ποταπὸς G. — 16 παρὰ τοῖς ἀνθρώποις] cf. schol. Oed. Col. v. 281. — 20 Od. υ 132 ubi ἕτερόν γε τίει μερόπων ἀνθρώπων. βροτὸν] βροτὸς L. — 24 ὡς inclusi, in ἐστὶ mutaverat Lasc.)
95

1365 καὶ γὰρ αὐτὸς ὑπόκειμαι τῇ ὁμοίᾳ τύχῃ τῇ ἀνθρωπίνῃ· ἢ καὶ αὐτὸς ἵξομαι πρὸς τὸ θάψαι αὐτόν.

1366 ἦ πάνθ᾿  ὅμοια: ἔχει τι δυσκολίας, ἔστι δὲ οὕτως, κοινὸν ἔγκλημα τοῦτο τοῖς ἀνθρώποις, τὸ εἶναι ἕκαστον φίλαυτον· τοῦτο οὖν ἐγκαλεῖ τῷ Ὀδυσσεῖ ὁ Ἀγαμέμνων, ὅτι εὐδοξίαν σοι ἐργάζεται τὸ ὑπείκειν ταφῆναι τὸν Αἴαντα. οὐδαμῇ τὸ κεχαρισμένον ἑτέρῳ διαπράττει· καὶ ὁμολογεῖ Ὀδυσσεὺς τὸ φίλαυτον ἵνα μὴ δόξῃ πᾶσιν ἀντιλέγειν.

1376 ἀπὸ ταύτης τῆς ἡμέρας ἀγγέλλομαι καὶ σημαίνω αὐτῷ φιλίαν.

1378 καλῶς τὸ θέλω, εἰ ἐπιτρέποι Τεῦκρος.

[*](Fol. 16 b)

1381 εὐγνωμόνως πρὸς τὸ παρὸν ὁ Τεῦκρος θεραπεύει τὸν Ὀδυσσέα κατατιθέμενος καὶ τὴν πρὸς αὐτὸν ἔχθραν.

1382 καί μ᾿  ἔψευσας ψευσθῆναι τῆς ἐλπίδος ἐποίησας ἣν κακῶς εἶχον περὶ σέ.

1386 οὑπιβρόντητος ὃν εἰώθαμεν λέγειν ἐμβρόντητον.

1394 πιθανῶς καὶ εὐσχημόνως.

1402 πιθανὴ ἡ ἔξοδος διὰ τὴν σπουδὴν τῆς ταφῆς· πολὺς οὖν ἤδη χρόνος ἀφʼ οὔ τετελεύτηκεν ὁ Αἴας καὶ ἤδη δεῖ αὐτὸν ταφῆναι.

1404 χερσὶ ταχύνετε μετὰ σπουδῆς ὀρύξατε.

1406 ἐπίκαιρον εὔκαιρον· ἐν καιρῷ γὰρ ἤδη καὶ τοῦτο ὥστε ἀπολοῦσαι τὸ σῶμα καὶ καθᾶραι.

1407 κλισίας τῆς σκηνῆς.

[*](2 ἤ] ἡ L, corr. Br. — 3 δυσκολίαν L, correxi coll. schol. Antig. v. 506. — 12 ἐπιτρέποι Τεῦκρος] ἐπιτρέποιτε L, separavi, supplevi. — 17 ἐποίησας add. G; cf. schol. II p. 237, 19. — 25 ἐν addidi.)
96

ἴλη σύστημα, κυρίως δὲ φατρία.

1408 τὸν ὑπασπίδιον τὸν ἐνόπλιον.

1409 τραγικὰ καὶ ταῦτα καὶ πάθους ἐχόμενα.

1412 σύριγγες ἀναδόσεις αἵματος.

μέλαν μένος: ἀντὶ τὴν δύναμιν τοῦ Αἴαντος.

1413 ὅστις τῶν παρόντων φίλος ἐστὶ σπευδέτω εἰς τὴν ταφήν.

1415 οἱ τοιοῦτοι ἔπαινοι περὶ τῶν ἰδίων λεγόμενοι περιπαθέστεροί εἰσιν.

1418 οἰκείως ἔχει τοῖς ἀπαλλαχθήσεσθαι μέλλουσιν ἡ τελευταία γνώμη ὅτι πλεῖστά ἐστι τοῖς ἀνθρώποις γνῶναι ἐπʼ αὐτῶν τῶν πραγμάτων γινομένοις, προμηθείᾳ δὲ ἀδύνατον χρήσασθαι καὶ μαντεύσασθαι ὅ τι ποτὲ ἀποβήσεσθαι μέλλει· ταῦτα δὲ ἄμα λέγοντες προαέμπουσι τὸν νεκρὸν καὶ γίνεται ἔξοδος πρέπουσα τῷ λειψάνῳ.

  • Σοφοκλέους Αἴας
  • μαστιγοφόρος.
  • [*](12 γενομένοις?)