Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1 ὦ τοῦ στρατηγήσαντος; πολλάκις παρατηροῦμεν ὅτι οἱ παλαιοὶ τὰ συνεκτικὰ τῶν ὑποθέσεων ἐν ἀρχαῖς ἡμῖν δηλοῦσιν· καὶ νῦν δηλοῖ πρὸς τίνα ὁ λόγος ὅπερ ἦν ἀναγκαῖον πρόσωπον.

στρατηγήσαντος γράφε τυραννήσαντος.

2 προσοχὴν ὁ λόγος ἀπεργάζεται σκοπούντων ἡμῶν τί δή ποτε προθυμεῖται τὴν πόλιν ἰδεῖν.

[*](3 ἡ Ἀθηνᾶ ἔδειξε κ. ἑ.] 0d ν 344 —351. — 12] v. 16. — 13 παρατηροῦμεν| v schol Ai init.)
98

4 τὸ γὰρ παλαιὸν Ἀργος: Ἄργος ὁμωνύμως τῇ χώρᾳ ὡς Ὅμηρος

  • Ἄργος τε Σπάρτη τε·
  • παλαιὸν δὲ ἢ ὅτι Ἄργος ὁ προπάτωρ αὐτῶν γηγενὴς ἦν ἢ ὅτι καὶ αὐτοὶ πρωτογενεῖς ἀντιποιοῦνται εἶναι· ἔτι δέ ἐστι καὶ τὸ περὶ τοῦ πυρὸς μέχρι τοῦ νῦν δεικνύμενον καὶ λεγόμενον ὡς ἀπʼ οὐρανοῦ πρῶτον ἐκεῖσε κατηνέχθη.

    Ὅμηρος χωρίζει τὸ Ἄργος καὶ τὴν Μυκήνην, οἱ δὲ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασίν.

    6 αὕτη δ᾿, Ὀρέστα, τοῦ λυκοκτόνου: οὐκ ἀπʼ ἄλλου τινὸς ποιεῖται τὴν δεῖξιν ἢ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος ὅπερ ἀρχαιότατόν ἐστι κατὰ τὴν ἐν τῷ Ἀργει ἀγορὰν ἐν καὶ πῦρ ἀπόκειται περὶ οὗ πρόσθεν εἰρήκαμεν, ἔστι δὲ καταντικρὺ τοῦ Νεμεαίου Διός· παραγενόμενοι οὖν εἰς Ἄργος ὁ τροφεὺς δείκνυσιν αὐτῷ τὴν πόλιν λέγων ἣ ἔστιν οὐκ ἄπωθεν τῶν Μυκηνῶν ἀλλʼ ἐξ ἀπόπτου φαίνεται καὶ τὸν ναὸν τῆς Ἤρας ἐξ ἀριστερᾶς ὄντα Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσι· λυκοκτόνον δὲ τὸν Ἀπόλλωνα οἱ μὲν διὰ τὸ νόμιον εἶναι καὶ τὴν τῶν βοσκημάτων φυλακὴν ποιούμενον τοὺς ἐπιβούλους αὐτῶν φονεύειν διὸ καὶ λύκους αὐτῷ φασι θύεσθαι ἐν Ἀργει οἱ δὲ διὰ τὸ ἱερὸν εἶναι τὸ ζῷον ὡς καὶ τῆς Ἀρτέμιδος τὰς ἐλάφους ὅθεν καὶ τῷ νομίσματι τῶν Ἀργείων [*](3 Il. δ 52. — 6 ἔτι] ὅτι L, corr. H. — 9 Ὄμηρος] Il. δ 52, alibi. — 14 πρόσθεν] in schol. v. 4. — 15 νεμαίου L, corr. Wunderus. — 17 ἣ addidit G. — 21 καὶ — ποιούμενον] addidit Hesychius v. λυκοκτόνου θεοῦ: Ἀρίσταρχος διὰ τὸ τὸν θεὸν τὴν — ποιούμενον ἀναιρεῖν τούς λύκους. — 23 φασι] φησι L, corr. Br. — 24 τὸ ζῷον] αὐτοῦ addit Br.)

    99
    ἐγχαράττεσθαι τὸν λύκον ὡς καὶ τὰς γλαῦκας Ἀθήναζε.

    7 οὑξ ἀριστερᾶς: ἔστι γὰρ ἐξ ἀριστερᾶς τῶν Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσιν Ἥρας ναός, ἐκ Φωκίδος δὲ παραγενόμενοι διὰ Κορίνθου πεποίηνται τὴν ὁδόν.

    9 τὰς πολυχρύσους Ὅμηρος

  • πολυχρύσοιο Μυκήνης.
  • 10 πολύφθορον ἐν ᾧ πολλαὶ φθοραὶ καὶ φόνοι ἐγένοντο.

    13 ἤνεγκα ἐκ τούτου τὴν ἡλικίαν τοῦ νέου σημαίνει.

    τὸ ἤνεγκα τὸ βραχὺ τῆς ἡλικίας δηλοῖ ὡς περὶ παιδαρίου οὔ τι βαδίσαι δυναμένου.

    19 μέλαινά τʼ ἄστρων. ἐχρῆν οὕτως εἰπεῖν, μελαίνης νυκτὸς τὰ ἄστρα ἐκλέλοιπεν ὡς τὸ

  • ὁ δὲ χασσάμενος πελεμίχθη
  • ἢ οὕτως, ἐκλέλοιπε τῶν ἄστρων ἡ μέλαινα εὐφρόνη ἵν᾿  ᾖ τὸ ἄστρων πρὸς τὸ ἐκλέλοιπεν.

    22 ἀκμή: σπουδή· πιθανῶς δὲ ἐγείρει τὸν ἀκροατὴν προσέχειν τοῖς ἔργοις ἃ ταχέως συμβουλεύει τελεσθῆναι.

    23 διδάσκει ἡμᾶς μεθ᾿  οἵων ἀνδρῶν δεῖ τὰ ἀπόρρητα ποιεῖν καὶ λέγειν.

    24 σημεῖα φαίνεις κ. ἑ. τοῦ εἶναι πιστὸς εἰς ἡμᾶς.

    26 ἐν τοῖσι δεινοῖς ἐν τοῖς πολέμοις.

    [*](1 τὸν] evanuit in L, habent G, V. — 4 Μυκηνῶν] μυκήν * L. — 8 ll. η 180, al. — 17 Il. δ 535, al. — 19 ᾖ τὸ] ᾖ τῶν L, corr. V.)
    100

    28 ἕπῃ --- ἔσῃ διὰ τὴν ἀπὸ τοῦ γήρως εὐβουλίαν.

    [*](Fol. 17 b)

    31 εἰ μή τι καιροῦ τυγχάνω; εἴ τί σοι δοκῶ μὴ καλῶς βεβουλεῦσθαι μεθάρμοσον ὅ ἐστιν ἐπανόρθωσον· ἔστι δὲ ἀγάσασθαι τὸν νεανίσκον ὅτι μὴ πάνυ αὐθέκαδτος φαίνεται.

    32 διὰ τῆς διηγήσεως ταύτης τὸ λεῖπον τῆς ἱστορίας προσανεπλήρωσεν ἡμῖν.

    35 χρῇ μαντεύεται.

    36 ἄσκευον αὐτὸν ἢ αὐτὸν τὸν Αἴγισθον ἀπαρασκεύαστον ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέμου ἐπεμβῆναι.

    39 ὅταν σε ὁ καιρὸς καλῇ.

    40 περιέργασαι τὰ πραττόμενα πάντα.