Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()ἀλλὰ τὰ μὲν παύσατε: ἀποστρέψας τὸν λόγον ἐξήνεγκεν ὡς αὐτῆς τῆς Θέμιδος λεγούσης. ἀλλὰ τὰ μὲν παύσατε καὶ ἐπίσχετε· λέγει δὲ τὰ τῆς πρὸς τὴν Θέτιν μίξεως· ἀνθρωπίνων δὲ γάμων τυχοῦσα τὸν υἱὸν αὐτῆς θεωρησάτω τεθνηκότα ἐν πολέμῳ, τὸν τῷ Ἄρει τὰς χεῖρας κατὰ τὴν μάχην ὅμοιον.

[*]()τὸ μὲν ἐμὸν Πηλεῖ θεάμοιρον: τοῦτο ἰσοδυναμεῖ τῷ κατὰ μὲν ἐμὲ ἢ κατὰ τὴν ἐμὴν γνώμην, οἷον τὸ μὲν ἐμοὶ ἀρέσκον ἐστὶ τοῦτο. ἠθικῶς δὲ λέγει· ἐγὼ κελεύω |[*]() τῷ Πηλεῖ τὸ ὑπὸ θεῶν μεμοιραμένον τοῦ γάμου μέρος ὀπάσαι.

ὅν τ᾿ εὐσεβέστατόν φασιν: ὅντινα τὸν Πηλέα λέγουσιν εὐσεβέστατον τὴν τῆς Ἰωλκοῦ τρέφειν γῆν. ἀπὸ δὲ τῆς Ἰωλκοῦ πόλεως Θετταλικῆς ὅλην βούλεται τὴν Θεσσαλίαν δηλοῦν· ταύτης γὰρ ὁ Πηλεὺς ἐβασίλευεν, ἡ δὲ Ἰωλκὸς οὐκ ἦν ὑπὸ τὸν Πηλέα.

ἰόντων δ᾿ ἐς ἄφθιτον ἄντρον: Ἀττικῶς· πορευέσθωσαν· ὡς καὶ Ὅμηρος (Α 338)· τὼ δ᾿ αὐτὼ μάρτυροι ἔστων. πορευέσθωσαν δέ, φησίν, εἰς τὸ ἄφθιτον σπήλαιον τοῦ Χείρωνος αἱ περὶ τοῦ γάμου ἀγγελίαι, ἀντὶ τοῦ· τὸ δόξαν ἡμῖν νῦν φανερὸν γενέσθω τῷ Χείρωνι.

νεικέων πέταλα δὶς ἐγγυαλιζέτω: ἀντὶ τοῦ τῶν φιλονεικιῶν τὰ φύλλα· τροπικώτερον δὲ τῶν φιλονεικιῶν τὰς στάσεις ἢ τὰ νείκη, ὡς Ἴβυκος (fr. 29) κλάδον Ἐνυαλίου καὶ Ὅμηρος (Β 540) ὄζον Ἄρηος. ποῖα δὲ νείκη δισσὰ ἡ Θέτις τοῖς θεοῖς παρασχεῖν ἔμελλεν; οὐ γὰρ προεγεγόνει νεῖκος ἐξ αὐτῆς, ὥστε τοῦτο δεύτερον τὸ ὑπὲρ τοῦ γάμου αὐτῆς εἰρημένον. ἤτοι οὖν τοῦτο λέγει· ἐπεὶ νεῖκος ὑμῖν ἕστηκε νῦν περὶ τοῦ γάμου τῆς Θέτιδος τῶν δύο διαφερομένων θεῶν, μὴ πρὸς ἓ ἕποντι καὶ ἕτερον κατασκευαζέτω· ἢ προγεγονέναι μέν φησι νεῖκος τὸ τῶν Τιτάνων, δεύτερον δὲ ἔσεθαι, εἰ ἐκ ταύτης γεννηθείη παῖς ἀθάνατος· ἢ ὅτι ἐφιλονείκησαν Ποσειδῶν τε καὶ Ζεὺς περὶ Αἰγίνης, ὅτε καὶ μεταβαλεῖν δοκεῖ τὴν νῆσον Ποσειδῶν, καθὰ ἄλλοι τέ φασι καὶ Πυθαίνετος προσαγόμενος Ὀρφέα.

a. ἐν διχομηνίδεσσι δ᾿ ἑσπέραις: τουτέστιν ἐν ταῖς τῆς πανσελήνου νυξί· κατὰ ταύτας γὰρ ἐποίουν τοὺς γάμους.

b. ἀντὶ τοῦ διαπαρθενευέτω δὲ ἐν τῇ πανσελήνῳ νυκτί.

c. ὁ δὲ νοῦς· ἐν δὲ ταῖς νυξὶ ταῖς καταλαμπομέναις τῇ σελήνῃ τὸν ἐπέραστον τῆς παρθενίας ὑπολύοι δεσμὸν τῷ ἥρωϊ Πηλεῖ. χαλινὸν δὲ παρθενίας σκληρότερον καὶ διθυραμβωδῶς αὐτὴν εἶπε, κατὰ περίφρασιν τὴν παρθενίαν βουλόμενος σημῆναι. παρασημήναιτο δὲ ἄν τις, διὰ τί πανσελήνοις ἐγάμουν.

a. τοὶ δ᾿ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν: οἱ περὶ τὸν Δία, φησί, τοῖς βλεφάροις νεύσαντες τέλος τοῖς ῥηθεῖσιν ἐφήρμοσαν.

b. ἢ τοῖς βλεφάροις ἐπένευσαν παρὰ τὸ Ὁμηρικόν (Α 528)· ἦ, καὶ κυανέῃσιν ἐπ᾿ |[*]() ὀφρύσι νεῦσε Κρονίων. ταπεινῶς δὲ ἀπὸ τῶν βλεφάρων ὅλον εἶπε τὸ πρόσωπον.

[*]()a. ἐπέων δὲ καρπὸς οὐ κατέφθινε: τῶν δὲ λόγων ἡ ἀρχὴ οὐ κατεφθείρετο, φησίν.

b. ἢ οὕτως· ὁ δὲ καρπὸς τῶν ἐπῶν ὧν εἶπεν οὐκ ἀπέφθινεν, ἀλλ᾿ ἐτελεσιουργήθη· ἐγαμήθη γὰρ ἡ Θέτις τῷ Πηλεῖ.