Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. καὶ νέαν ἔδειξαν σοφῶν στόμα: καὶ τὰ τῶν σοφῶν νέα στόματα, φησί, τοῖς ἀπείροις ἔδειξε τὴν τοῦ Ἀχιλλέως ἀρετήν· οὐ γὰρ μόνος Ὅμηρος, ἀλλὰ καὶ πλείους ἄλλοι νεώτεροι . . .

b. ἢ οὕτως· ἀεὶ δὲ θάλλειν καὶ νεωτέραν εἶναι τοῖς ἀπείροις τὴν Ἀχιλλέως ἀρετὴν τὰ τῶν σοφῶν στόματα πεποίηκεν.

[*]()ὃ καὶ Μύσιον ἀμπελόεν: ὅστις Ἀχιλλεὺς καὶ τὸ ἀμπελόφυλλον πεδίον τῆς Μυσίας τῷ φόνῳ καὶ τῇ ἀναιρέσει τοῦ Τηλέφου ᾕμαξε. πρὸς ἀμφότερα δὲ τοῦτό φησι, καὶ ὅτι ἡ Μυσία οἰνοφόρος, καὶ ὅτι κλήμασιν ἀμπέλων πεδηθέντα Τήλεφον τὸν Αὔγης καὶ Ἡρακλέους ἀνεῖλεν ὁ Ἀχιλλεύς.

[*]()γεφύρωσέ τ᾿ Ἀτρεάδαισι νόστον: κατεβάλετό τε γέφυραν, φησί, τῆς ἀνακομιδῆς τοῖς Ἀτρείδαις ἀνελὼν τοὺς συνέχοντας καὶ ῥυομένους τὴν Τροίαν ἄνδρας· οὖτοι γάρ εἰσιν ἶνες καὶ οἷον νεῦρα καθάπερ σῶμα συνέχοντες· οὓς ἑξῆς καταλέγει.

[*]()ταί μιν ῥύοντό ποτ᾿ ἐκ μάχας: αἵτινες. φησίν, ἶνες, τουτέστιν οἱ γενναιότατοι τῆς πόλεως ἐρρύοντο καὶ ἐκώλυον τὸν Ἀχιλλέα τῆς ἐναριμβρότου μάχης τὸ ἔργον κορύσσοντα, τουτέστι μάχην κατ᾿ αὐτῶν ποιοῦντα· ὁ γὰρ Ἀχιλλεὺς ἀνεῖλε καὶ τὴν Μέμνονος ἰσχὺν καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἀριστέας.

[*]()a. οἷς δῶμα Περσεφόνας: οἷς τοῖς ἀριστεῦσι τῆς εἰς Ἅιδου καθόδου μηνυτὴς ὁ Ἀχιλλεὺς ἐγένετο.

b. ἢ οὕτως· οἷς σημαίνων τὸν Ἅιδην ἀντὶ τοῦ οὓς ἀναιρῶν. ἀναιρῶν γὰρ αὐτοὺς αἴτιος ὥσπερ τῆς εἰς Ἅιδου καθόδου αὐτοῖς ἐγίνετο, καὶ τὴν Αἴγιναν, τὴν ἑαυτοῦ πατρίδα, καὶ τὴν ἰδίαν ῥίζαν, φησὶ δὲ τοὺς προγόνους, ἐνδόξους καθίστα.

[*]()τὸν μὲν οὔτε θανόντ᾿ ἀοιδαὶ ἔλιπον: τὸν μὲν οὖν, τὸν Ἀχιλλέα, οὔτε θανόντα αἱ ἐπαινετικαὶ ᾠδαὶ κατέλιπον, ἀλλὰ καὶ ἐπ᾿ αὐτῷ παρά τε τὴν πυρκαιὰν καὶ ἐπ᾿ αὐτὸν τὸν τάφον αἱ Μοῦσαι ἔστησαν καὶ θρῆνον πολυθρύλλητον ἀνεβάλοντο. ταῦτα δὲ ἐπὶ τὴν δευτέραν νέκυιαν ἀναπέμπει (ω 60)· Μοῦσαι δ᾿ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον.

[*]()ἔδοξ᾿ ἄρα καὶ ἀθανάτοις: ἔδοξεν ἄρα καὶ τοῖς θεοῖς τὸν ἀγαθὸν ἄνδρα καὶ τεθνηκότα τοῖς τῶν Μουσῶν ὕμνοις διδόναι, τουτέστιν ἐγκωμίων αὐτὸν τυχεῖν.

[*]()a. τὸ καὶ νῦν φέρει λόγον: τὸ ὑμνῆσαι γοῦν τὸν ἀγαθὸν καὶ τελευτήσαντα, φησί, φέρει λόγον.

b. ἢ οὕτως· διὸ καὶ νῦν ἔχει λόγον ὑμνεῖν ἀποθανόντα αὐτὸν ὡς Ἀχιλλέα.

c. ἢ καὶ οὕτως· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς ἐπὶ τὸ ἐγκώμιον τοῦ Νικοκλέους ἄγει, τοῦ γεγονότος θείου καὶ προγόνου τοῦ Κλεάνδρου.

d. ὁ δὲ νοῦς· διὸ καὶ νῦν ὁ λόγος ἡμᾶς παρορμᾷ καὶ τὸ τῶν Μουσῶν ἅρμα τοῦ πυκτικωτάτου Νικοκλέους τὸ μνῆμα καὶ τὴν τῶν κατορθωμάτων ἀρετὴν ὑμνῆσαι καὶ τιμῆσαι αὐτόν.

e. ὡς Ἴσθμια αὐτοῦ νενικηκότος τοῦ Νικοκλέους φησί· περὶ γὰρ αὐτοῦ ὁ λόγος.