Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἰατὰ δ᾿ ἐστὶ βροτοῖς: τὰ προσπίπτοντα μετὰ ἐλευθερίας ἰατά ἐστι καὶ ἐὰν ἀτυχία ὑπάρχῃ. ἠλευθερωμένοι οὖν καὶ νενικηκότες τοὺς Πέρσας, εἰ καὶ ἐν ἀτυχίᾳ γεγόνατε, εὐθυμεῖτε.

b. ἢ οὕτως· ἀλλ᾿ ὅμως πρὸς τὰ συμβεβηκότα δεινὰ φορητά ἐστι καὶ ταῦτα, προσούσης καὶ τῆς ἐλευθερίας.

[*]()a. χρὴ δ᾿ ἀγαθὰν ἐλπίδα: προσήκει δὲ τὴν τῶν ἀγαθῶν ἐλπίδα τοῖς ἀνδράσι φροντίζεσθαι· προσήκει δὲ καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις τὸν τραφέντα τῇ τε Θήβῃ καὶ τῇ Αἰγίνῃ τὸν ὕμνον τὸν ὄντα Χαρίτων ἀπάνθισμα διδόναι.

b. ἢ οὕτω· δεῖ δὴ τὸν Θηβαῖον εὐχαριστεῖν τῇ Αἰγίνῃ καὶ τὸ ἄνθος τὸ ἀπὸ τῶν Χαρίτων προσνέμειν. πρὸς τί δὲ τοῦτό φησιν; ὅτι ὁ μὲν νενικηκὼς Αἰγινήτης, αὐτὸς δὲ Θηβαῖος.

[*]()a. πατρὸς οὔνεκα δίδυμαι γένοντο θυγατέρες: Θήβη καὶ Αἴγινα αἱ Ἀσωποῦ τοῦ Βοιωτιακοῦ ποταμοῦ θυγατέρες νεώτεραι τὴν γένεσιν· ἦν γὰρ προτεχθεῖσα Μετώπη καὶ ἄλλαι τινές.

b. ὁ δὲ νοῦς· ὅτι δὴ ἐκ τῶν Ἀσωποῦ θυγατρῶν νεώτεραι ἐγεννήθησαν Αἴγινα καὶ Θήβη, καὶ ἀμφότεραι ἀρέσασαι τῷ Διῒ τίμιαι γεγένηνται.

c. ἄλλως. διὰ τοῦτό φησι τὸν Θηβαῖον χάριν νέμειν τῷ Αἰγινήτῃ, ἐπειδὴ ἀδελφαὶ ἐγένοντο αἱ ἡρωΐδες Θήβη τε καὶ Αἴγινα· Ἀσωποῦ γὰρ ἀμφότεραι· εἰσὶν οὖν, οἳ Διὸς τὴν Θήβην γενεαλογοῦσι, καθάπερ Λύκος ἐν τῷ περὶ Θηβῶν. μετὰ γὰρ τὰ κατὰ τὸν Δευκαλίωνός φησι Δία μιγέντα Ἰοδάμᾳ τῇ Ἰτώνου τοῦ Ἀμφικτύονος τεκνῶσαι τὴν Θήβην, ἣν δοῦναι Ὠγύγῳ, ἀφ᾿ οὗ Ὠγυγίη ἡ Θήβη ἐκλήθη.

[*]()ὁ τὰν μὲν παρὰ καλλιρόῳ Δίρκᾳ: ὅστις Ζεὺς τὴν μὲν παρὰ τῇ καλλιρόῳ Δίρκῃ ᾤκισε καὶ τῆς φιλαρμάτου πόλεως κατέστησε δέσποιναν· φησὶ δὲ τοῦτο, ὅτι τῆς Βοιωτίας μητρόπολις.