Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. παυσάμενοι δ᾿ ἀπράκτων κακῶν: τῶν δὲ ἀνωφελήτων λυπῶν καὶ πενθῶν ἀνάπαυσιν ἐσχηκότες γλυκύ τι παίξωμεν καὶ εἰς τὸν δῆμον ἀγάγωμεν μετὰ τοὺς πόνους, ἐπειδὴ τὸν ὑπὲρ τῆς κεφαλῆς ἡμῶν ἐπηρτημένον Ταντάλειον λίθον παρέτρεψέ τις θεῶν, τὸν ἀνυπομόνητον καὶ δεινὸν τῇ Ἑλλάδι πόνον· φησὶ δὲ τὸν Ξέρξου πόλεμον.

b. ἄλλως. ἰστέον ὅτι μετὰ τὴν ἧτταν τῶν Περσῶν καὶ τὴν Ξέρξου στρατείαν ἐπὶ τοὺς Ἕλληνας ἐγράφη οὗτος ὁ ἐπίνικος· Ταντάλου γὰρ λίθον εἴρηκε μεταφορικῶς τὸν ἐπικρεμάμενον καὶ προσδοκώμενον τοῖς Ἕλλησι φόβον τῆς προειρημένης στρατείας, διὰ τὸ μυθολογεῖσθαι τῷ Ταντάλῳ λίθον ἐπαιωρεῖσθαι, καθάπερ καὶ Εὐριπίδης εἴρηκε (Orest. 6. 7)· κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην.

ἀλλ᾿ ἐμοὶ δεῖμα μὲν παροιχομένων: ἐμοὶ δὲ τῶν φθασάντων κακῶν τόν τε φόβον καὶ τὴν μέριμναν αἱ νῦν τῆς νίκης εὐφροσύναι ἔλυσαν.

a. τὸ δὲ πρὸ ποδὸς ἄρειον αἰεὶ χρῆμα πᾶν: ὅτι τῶν παρόντων καὶ ἐνεστηκότων ἀεί φησιν ὁ Πίνδαρος δεῖν ἀντέχεσθαι καὶ μὴ ὀρέγεσθαι τῶν μελλόντων.

b. ἢ οὕτως· πᾶν δὲ προσήκει τὸ παρὰ πόδας πρᾶγμα σκοπεῖν καὶ εὖ διατιθέναι.

c. ἀεὶ δὲ βέλτιόν ἐστι πᾶν τὸ παρὰ πόδας πρᾶγμα προσβλέπειν.

d. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι καιροῦ νίκης καὶ εὐφροσύνης παραπεσόντος τῶν παρὰ πόδας ἐχώμεθα.

a. δόλιος γὰρ αἰὼν ἐπ᾿ ἀνδράσι κρέμαται: ποικίλος καὶ εὐμετάθετος.

b. ὁ δὲ νοῦς· ὁ γὰρ δὴ τῆς ζωῆς χρόνος ἐνήρτηται τοῖς ἀνθρώποις τὸν τοῦ βίου πόρον κυλίων καὶ προϊών.

c. ἢ οὕτως· ὁ γὰρ χρόνος πολλὰς εὑρίσκει μεταβολὰς ἑλίσσων τὸν τοῦ βίου πόρον, τουτέστι τὴν ὁδὸν τοῦ βίου.