Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζων: ὁ λόγος ἐπαμφοτερίζει. ἤτοι γὰρ τὴν ἐμαυτοῦ κεφαλὴν ἁρμόσας τοῖς στεφάνοις ᾄσομαι τὸν ἐπίνικον, ἢ οὕτως· τὸν ἐπίνικον ᾄσω τὴν τοῦ νικηφόρου κεφαλὴν τοῖς στεφάνοις ἁρμόζων· φησὶ δὲ τοῖς μουσικοῖς. |

b. ἄλλως. τοὐναντίον εἶπε· βούλεται γὰρ λέγειν τοὺς στεφάνους τῇ χαίτῃ ἁρμόζων.

a. ὁ δ᾿ ἀθανάτων μὴ θρασσέτω φθόνος: Ἀρίσταρχος ἐπὶ τοῦ ἐρεθίζειν ἀκούει, τάττεσθαι δέ φησι καὶ ἐπὶ τοῦ ταράττειν. μὴ οὖν, φησί, με ὁ ἐκ θεῶν ταραττέτω φθόνος, εἰ τὸ ἐν τῷ βίῳ τερπνὸν τοῦτο ἀεὶ κατὰ τὴν παροῦσαν ἡμέραν διώκων καὶ θηρεύων μεθ᾿ ἡσυχίας καταστρέφω τὸν βίον.

b. ἢ οὕτως· ὁ δὲ παρὰ τῶν θεῶν φθόνος μὴ συνθραυέτω, ὅτι ἑκάστης ἡμέρας ἥσυχος καὶ πρᾷος ὢν μετὰ ἡσυχίας καταγηράσκω, καὶ παραγίνομαι εἰς τὸν μεμοιραμένον χρόνον. ἐὰν δὲ κατὰ τὸ φθόνος θῶμεν τὴν τελείαν, ἔσται ὁ νοῦς τοιοῦτος· εἴθε, ὅπερ τερπνὸν, ἐφ᾿ ἑκάστης ἡμέρας μεταδιώκων καὶ δεξάμενος μεθ᾿ ἡσυχίας ἐπί τε τὸ γῆρας καὶ τὸν μεμοιραμένον χρόνον παραγενοίμην. καὶ ἔσται ὁ λόγος ὡς παρὰ τοῦ νικηφόρου, ἐκεῖνο μέντοι ὡς παρὰ τοῦ ποιητικοῦ προσώπου.[*]()

[*]()θνᾴσκομεν γὰρ ὁμῶς: καθάπαξ γὰρ πάντες ἄνθρωποι ἑνὶ καὶ τῷ αὐτῷ ὑποπίπτομεν θανάτῳ, τὰ δὲ τοῦ δαίμονος καὶ τῆς τύχης οὐκέτι ἴσα ἐστὶ καὶ ὅμοια τοῖς πᾶσι.[*]()

a. δαίμων δ᾿ ἄϊστος: τουτέστιν οὐκ ἔστι προφανὴς ὁ δαίμων τοῖς ἀνθρώποις, οὐδὲ οἶδε τὸ ἐκβησόμενον.[*]()