Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. ἴστω γὰρ σαφὲς, ὅστις ἐν ταύτᾳ νεφέλᾳ: ὅστις, φησίν, ἐν τῇ τοῦ Ἄρεος νεφέλῃ, τουτέστιν ἐν τῷ πολέμῳ, τὴν τοῦ αἵματος χάλαζαν ἀμύνεται ἐναντίον φέρων ὄλεθρον τοῖς πολεμίοις, ἴστω ὁ τοιοῦτος μέγιστον παρὰ τῶν ἀστῶν κλέος αὔξων τῷ ἐαυτοῦ γένει. ταῦτα δὲ λέγει ὡς περὶ τὴν Σαλαμῖνα τοῦ Λάμπωνος ἠνδραγαθηκότος.

b. ἄλλως. ἐν τῇ τοῦ πολέμου νεφέλῃ, φησὶ δὲ τῇ βλαβερᾷ τῆς μάχης φθορᾷ, ἀπὸ μεταφορᾶς τῶν χειμώνων. καὶ διόλου τὰ τῆς ἀλληγορίας σῴζεται.

τὺ δὲ Διοδότοιο παῖ: πρὸς τὸν ὁμώνυμον τῷ νικηφόρῳ Στρεψιάδην Διοδότου παῖδά [φησι] καὶ ὡς πρὸς περιόντα τὸν λόγον ποιεῖται· σὺ δὲ, Διοδότου παῖ, ἐν ἐπαίνῳ τιθέμενος Μελέαγρόν τε καὶ Ἕκτορα καὶ τὰς τούτων ζηλῶν ἀρετὰς κατὰ πόλεμον ἐτελεύτησας προμαχόμενος τῆς πατρίδος.

[*]()ἔνθ᾿ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταισιν ἐπ᾿ ἐλπίσιν: ἀντὶ τοῦ ἔσχατα ἐπελπίζοντες, ὅ ἐστιν ἀπολέσθαι, καὶ μὴ ἐπὶ τούτῳ ὑποστελλόμενοι.

a. ἔτλαν δὲ πένθος οὐ φατόν: ὁ τῷ ἀποθανόντι διαφέρων ἐγὼ ὁ χορός, φησίν, ἔτλαν. |

b. οἱ σοὶ οἰκεῖοι.

c. ὁ δὲ νοῦς· ὑπέμεινα δὲ σοῦ πεπτωκότος λύπην καὶ συμφορὰν ἀφόρητον, ἀλλ᾿ ἐπὶ τοῦ παρόντος Ποσειδῶν εὐδίαν ἔδωκεν ἐξ ἐκείνου τοῦ χειμῶνος, οἱονεὶ μετὰ τὴν χειμερινὴν τῶν φθασάντων κατάστασιν εὐδία ἄλυπος παρὰ τῶν θεῶν ὑμᾶς διεδέξατο.