Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. Μᾶτερ Ἀελίου πολυώνυμε Θεία: ἀκολούθως τᾷ Ἡσιόδῳ· καὶ γὰρ ἐκεῖνος Ἡλίου μητέρα τὴν Θείαν γενεαλογεῖ (th. 371. 374)· Θεία δ᾿ Ἠέλιον τέκε μέγαν λαμπράν τε Σελήνην γείναθ᾿ ὑποδμηθεῖσ᾿ Ὑπερίονος ἐν φιλότητι.

b. ἄλλως. Θείας γενεαλογοῦσι τὸν Ἥλιον διὰ τὸ τῆς θέας καὶ τῆς ὄψεως ἡμῖν αἴτιον εἶναι, ὁμωνύμως τῷ περὶ τὴν ὄψιν πάθει, καθὰ καὶ τὸν Ἔρωτα καὶ τὴν Ἐλπίδα. εἰσὶ δὲ οἳ ἀπὸ τοῦ θεῖν αὐτήν φασιν ὀνοματοπεποιῆσθαι· ἐν φορᾷ γὰρ ὁ ἤλιος ἀεί· ἀφ᾿ οὗ λόγου καὶ τὸν πατέρα Ὑπερίονα, διὰ τὸ ὑπὲρ ἡμᾶς ἰέναι.

a. σέο γ᾿ ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσόν: ἴσμεν φιλόχρυσον ὄντα πανταχοῦ τὸν Πίνδαρον. κἀνταῦθα οὖν τὴν ἑαυτοῦ φιλάργυρον προαίρεσιν τεκμηριοῖ τὸν πλοῦτον ἐγκωμιάζων καὶ ὑπαινιττόμενος, ὡς προσήκει τοὺς ἐγκωμιαζομένους χρυσῷ ἀμείβεσθαι τὸν Πίνδαρον.

b. ἄλλως. ἐκ Θείας καὶ Ὑπερίονος Ἥλιος, ἐκ δὲ Ἡλίου ὁ χρυσός. ἑκάστῳ δὲ τῶν ἀστέρων ὕλη τις ἀνάγεται· καὶ Ἡλίῳ μὲν ὁ χρυσὸς, Σελήνῃ δὲ ὁ ἄργυρος, Ἄρεϊ σίδηρος, Κρόνῳ μόλιβδος, Διῒ ἤλεκτρος, Ἑρμῇ κασσίτερος, Ἀφροδίτῃ χαλκός.

c. τὸ δὲ σαφὲς οὕτω· πολυώνυμε καὶ τιμία Θεία, σοῦ χάριν καὶ ἄγαν ἰσχυρὸν τὸν χρυσὸν ἐνόμισαν οἱ ἄνθρωποι περισσῶς τῶν ἄλλων κτημάτων. καὶ γὰρ ἐν θαλάττῃ ναῦς ἀμιλλώμεναι, οἱονεὶ ἐμπορευόμεναι, καὶ ὑπὸ τοῖς ἅρμασιν ἵπποι, καὶ πάλιν κατὰ κοινοῦ τὸ ἁμιλλώμενοι, διὰ τὴν σὴν, ὦ δέσποινα, τιμὴν, τὸν χρυσὸν, ταῖς κατὰ θάλασσαν ἁμίλλαις θαυμαστοὶ καὶ ἔνδοξοι γίνονται· καὶ ἐν τοῖς ἀγωνιστικοῖς ἄθλοις ἐπέραστον δόξαν ἐσχήκασιν, ἐάν τινα πλεῖστοι στέφανοι ταῖς χερσὶν ἀγωνισάμενον καὶ νενικηκότα ἀναστέψωσι κατὰ τὰς κόμας, νικήσαντα δὲ ἢ χερσὶν ἢ ποδῶν ταχυτῆτι.

d. ἄλλως. ἐνομίστευσαν. σοῦ, φησίν, εἵνεκα, ὦ Θεία, καὶ τὸν χρυσὸν τετιμήκαμεν καὶ νηῶν καὶ ἵππων δρόμους ἐθαυμάσαμεν. εἰ γὰρ μὴ ἐθεώμεθα, οὐκ ἂν ταῦτα ἐτεθήπειμεν.

[*]()ἔν τ᾿ ἀγωνίοις ἀέθλοισι: τοῦτο οἰκείως ἐπὶ τῶν ἵππων καὶ τῶν ἁρμάτων· ἐπάγει δέ, κλέος ἔπραξεν· ἔθος γὰρ Πινδάρῳ ἀπὸ πληθυντικοῦ εἰς ἑνικὸν ἀποπίπτειν ἀριθμόν.

[*]()a. κρίνεται δ᾿ ἀλκά: πρόσεστι δύναμις διὰ τοὺς θεούς.

[*]()b. ἄλλως. ἤτοι δοκιμάζεται ἢ χωρίζεται ἡ τῶν ἀνδρῶν ἀλκὴ τῇ τῶν θεῶν εὐμενείᾳ.

a. δύο δέ τοι ζωᾶς ἄωτον: τὸ εὖ πάσχειν καὶ τὸ λόγον ἀκούειν δύο ὄντα ποιμαίνουσι καὶ παραθάλπουσι τὸν ἀνέλπιστον τῆς ζωῆς ἄωτον, τουτέστι τὸν δυσέλπιστον, ὡς ἀπρόσωπον τὸν κακοπρόσωπον. γράφουσι δὲ ἔνιοι τὸν ἄλπνιστον, τουτέστι τὸν ἥδιστον καὶ προσηνέστατον· ταύτῃ δὲ τῇ γραφῇ καὶ τὰ τῆς ἀντιστρόφου φασὶ συνᾴδειν.

b. ὁ δὲ νοῦς οὕτω· δύο δὲ μόνα τῆς ζωῆς κάλλιστα ἀπανθίσματα τυγχάνει, ἃ καὶ μόνα ποιμαίνει τὸν οἰκτρὸν τῶν ἀνθρώπων βίον ἀνθηρᾷ σὺν εὐδαιμονίᾳ, εἴ τις καλῶς πάσχων καὶ ἀγαθὸν ἀνυμνηθεὶς ἀκούει λόγον. ἤτοι δὲ καθολικώτερος ὁ λόγος πρὸς τοὺς τῇδε τὴν ψυχὴν ἔχοντας, ἢ πρὸς τὸν νικηφόρον ὡς εὐδαιμονοῦντα καὶ ἐγκωμιαζόμενον.

a. μὴ μάτευε Ζεὺς γενέσθαι: ὅτι ἀκαταλλήλως ἐπέζευξεν. ἔμπροσθεν γὰρ περί τινος ὁ λόγος· εἴ τις εὖ πάσχει, φησίν· εἶτα ὡς πρός τινα ποιούμενος τὸν λόγον φησί· μὴ μάτευε Ζεὺς γενέσθαι.

b. ὁ δὲ νοῦς· μὴ ἐπιζήτει θεὸς γενέσθαι· ἀπόχρη γάρ σοι τῆς εὐδαιμονίας τὸ μέγεθος, ἐάν σε τούτων τῶν καλῶν μερίς τις καταλάβῃ· τοῖς γὰρ φθαρτοῖς ἐφάμιλλα τῇ φύσει προσήκει καὶ τὰ τῆς εὐδαιμονίας παρεῖναι.

a. τὶν δ᾿ ἐν Ἰσθμῷ διπλόαν: σοὶ δὲ ἐν τῷ Ἰσθμῷ διπλῆ θάλλουσα, ὦ Φυλακίδα, ἀρετὴ εὐδόξως ἀνάκειται, ἐν δὲ τῇ Νεμέᾳ ἀμφοτέροις ὑμῖν, σοί τε καὶ τῷ Πυθέᾳ παγκρατίου, ἀπὸ κοινοῦ ἀρετὰ ἀνάκειται. ἡ δὲ ἐμὴ ψυχὴ γεύεται, φησί, τῶν ἐγκωμίων οὐκ ἄνευ τῆς τῶν Αἰακιδῶν μνήμης· Αἰγινῆται γὰρ ἀμφότεροι.

b. οἷον ἐπιπνέουσί μοι οἱ Αἰακίδαι εἰς τὸ ὑμνεῖν ὑμᾶς· Αἰγινῆται γὰρ οἱ περὶ τὸν Φυλακίδαν.

c. ἢ οὕτως· οὐ χωρὶς τοῦ τοὺς Αἰακίδας συμπεριλαμβάνειν τοῖς ὑμετέροις ὕμνοις ὑμνῶ ὑμᾶς, ἀλλὰ μεθ᾿ ὑμῶν κἀκείνους ὑμνῶ. σὺν γὰρ ταῖς μουσικαῖς Χάρισι παρεγενόμην καὶ σὺν τοῖς τοῦ Λάμπωνος υἱοῖς εἰς ταύτην τὴν εὔνομον πόλιν Αἴγιναν. ἀπὸ κοινοῦ δὲ τὸ σὺν Χάρισι καὶ Λάμπωνος υἱοῖς.

a. εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθον: τὸν λόγον πρὸς ἑαυτὸν ἀποτείνεται ὁ Πίνδαρος. εἰ δὲ τούτων ὁ βίος καθορᾷ εἰς ὁδὸν καθαρωτάτην θείων ἔργων, μὴ φθόνει τὸν ἀντὶ τῶν πόνων καὶ κατορθωμάτων προσήκοντα τῇ ᾠδῇ ὕμνον ἀνακιρνᾶν καὶ λέγειν.

b. οἷον μὴ φθόνει αὐτῷ ἐν τῷ ἐπαινεῖσθαι καὶ ἀπολαύειν τοὺς ἐξ ἐκείνων κόμπους, ἀνθ᾿ ὧν ἐπόνησεν.

καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταί: καὶ γὰρ τῶν ἡρώων οἱ ἀγαθοὶ καὶ ἀνδρεῖοι τὸν ἐγκωμιαστικὸν λόγον καὶ μετὰ τὸν θάνατον παρὰ τῶν ποιητῶν ἐκέρδαναν, ὑμνοῦνται δὲ [πάντα τὸν χρόνον] ἔν τε κιθάραις καὶ αὐλῶν ταῖς ποικίλαις συμφωνίαις διὰ παντὸς τοῦ χρόνου.

a. μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι: σοφιστὰς μὲν καὶ σοφοὺς ἔλεγον τοὺς ποιητάς. Σοφοκλῆς (fr. 820)· μέν᾿ εἰς σοφιστὴν ἐμόν.

b. ὁ δὲ νοῦς· τοῖς δὲ σοφοῖς ἀνδρισάμενοι παρέσχοντο τὴν τῶν ἐγκωμίων φροντίδα, καὶ διὰ τὴν τοῦ Διὸς γνώμην τιμώμενοι τήνδε τὴν τῶν |[*]() ἐγκωμίων φροντίδα καὶ σύνθεσιν. τὸ γὰρ σεβιζόμενοι ἀντὶ τοῦ θαυμαζόμενοι, τιμώμενοι, |[*]() σεβόμενοι. καὶ τὸ τοὺς θεοὺς δὲ σέβεσθαι θαυμάζειν ἐστίν. Ὅμηρος (γ 123)· σέβας μ᾿ ἔχει εἰσορόωντα, ἀντὶ τοῦ ἔκπληξις καὶ θαῦμα.

ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς: καὶ ἐν μὲν ταῖς τῶν Αἰτωλῶν θυσίαις καὶ πανηγύρεσι ταῖς ἐπιδόξοις καὶ λαμπραῖς οἱ τοῦ Οἰνέως παῖδες ἀνυμνοῦνται οἱ ἰσχυροί, ἐν δὲ ταῖς Θήβαις ὁ ἱππικώτατος Ἰόλαος τιμὴν ἔχει, ὁ δὲ Περσεὺς ἐν Ἄργει, τοῦ δὲ Κάστορος καὶ Πολυδεύκους ἡ αἰχμὴ ἐπὶ τοῖς Εὐρώτα ῥεύμασι· πάλιν ἀπὸ κοινοῦ τὸ γέρας ἔχει.