Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. ἔρνεϊ Τελεσιάδα· τόλμᾳ γὰρ εἰκώς: οἱ μὲν οὕτω· Μελίσσῳ τῷ Τελεσιάδου βλαστήματι, ὡς ὄντος Τελεσιάδου πατρός. οἱ δὲ ἐν τῷ ἔρνεϊ στίζουσι καὶ ἐπιφέρουσιν οὕτω· Τελεσιάδᾳ τόλμᾳ γὰρ εἰκώς, ὡς τοῦ Τελεσιάδου ἐναγωνίου προγόνου γενομένου.

b. ὁ δὲ νοῦς· τῷ γὰρ Τελεσιάδῃ [καὶ] τὴν προθυμίαν ὅμοιος ὢν ἐν μὲν τοῖς πόνοις καὶ τοῖς ἀνταγωνισταῖς τοιοῦτος ἦν τὴν τόλμαν, οἷοι οἱ λέοντες ἐν θηρσίν, ἐν δὲ ταῖς μηχαναῖς τεχνικὸς ὡς ἀλώπηξ, ἥτις καὶ τῶν ἀετῶν τὴν ὁρμὴν καὶ τὸν ῥοῖζον δολερῶς ἀνακλινομένη πολλάκις ἀνέκρουσεν.

c. ἄλλως. οἰκεῖος ὤν τόλμῃ· τὸν τῶν λεόντων θυμὸν ἐν τοῖς πόνοις θηρᾷ. καὶ τῇ μὲν τόλμῃ φησὶν αὐτὸν λέοντι θηρεύοντι ἐοικέναι, κατὰ δὲ τὴν μῆτιν ἀλώπεκι, ἥτις ἀνακλινομένη ὑπτία πρὸς τὸ ἑτοίμως ἀμύνεσθαι, ἐπέχει τὴν τοῦ ἀετοῦ ὁρμὴν, ὅταν ἐπιρομβῇ αὐτὴν βουλόμενος ἁρπάσαι. ἔοικε δὲ διδάσκειν αὐτοῦ τὸ πάλαισμα, ὡς χαμαὶ κειμένου καὶ τὸν μείζονα τέχνῃ νενικηκότος. καὶ γὰρ ἡ ἀλώπηξ ὑπτία τοῖς ποσὶν ἀμύνεται, τὰ μὲν συλλαμβανομένη, τὰ δὲ ἀμύσσουσα.

χρὴ δὲ πᾶν ἔρδοντ᾿ ἀμαυρῶσαι τὸν ἐχθρόν: προσήκει δέ, φησί, πᾶσαν ἀνακινοῦντα μηχανὴν ἄδοξον καταστῆσαι τὸν ἐχθρόν. τοῦτο δὲ λέγει ὡς τοῦ νικηφόρου μηχανῇ νικήσαντος. τὸ δὲ ἀμαυρῶσαι ἀντὶ τοῦ ἐλαττῶσαι. Ἡσίοδός φησι (op. 325)· ῥεῖα δέ μιν μαυροῦσι θεοί. διὰ δὲ τούτων παρίστησιν, ὅτι κυλιστικὸς ἦν ὁ Μέλισσος, καὶ ἑαυτὸν ἐξυπτιάσας περιεγένετο.

a. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: τουτέστιν οὐχ ὑπερμεγέθης ἦν, ἀλλὰ τοὐναντίον μεμπτὸς μὲν καὶ εὐτελὴς κατὰ τὴν τοῦ σώματος ὄψιν, συμπεσεῖν δὲ κατὰ τοὺς ἀγῶνας βαρύτατος. ὑπερμεγέθη δέ τινες τὸν Ὠρίωνα ἱστοροῦσιν.

b. ἄλλως. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν: ὁ γὰρ Ὠρίων διαβόητος ἐπὶ ἀνδρείᾳ, ὡς καὶ Ὅμηρός φησι (λ 309)· τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίους μετά γε κλυτὸν Ὠρίωνα. καὶ πάλιν ὁ Πίνδαρος βραχὺν εἰδὼς κατὰ τὸ σῶμα τὸν νικηφόρον τῇ ἑαυτοῦ τέχνῃ τὸ ὑπεράγαν εὐσωματεῖν καὶ ἀνδρεῖον εἶναι βλάβην ὑπαινίττεται, ὅτι δὴ ὁ Ὠρίων τοιοῦτος ὢν τῶν ὑπὲρ ἑαυτὸν ἐπεθύμησε καὶ τὴν Ἄρτεμιν ἐπεχείρει βιάζεσθαι.

a. καίτοι πότ᾿ Ἀνταίου δόμους: πάλιν ἑτέραν ἀπολογίαν προσάπτει τὴν κατὰ Ἀνταῖον καὶ Ἡρακλέα. ὁ γὰρ Ἀνταῖος τὴν ἔρημον τῆς Λιβύης οἰκῶν καὶ τὴν ἐρημίαν ἐφόδιον τῆς ἀπανθρωπίας ἐσχηκὼς πάλῃ καταγωνιζόμενος τοὺς παριόντας ἀνῄρει, ὃν ἐπιστὰς Ἡρακλῆς ἀπέκτεινε. τοῦτο γοῦν φησι· καὶ Ἡρακλῆς μικρὸς ὢν πρὸς σύγκρισιν τοῦ Ἀνταίου ἦλθεν ἐπ᾿ αὐτόν, ἀλλ᾿ ὅμως οὐκ ἐνικήθη. βραχὺν δὲ εἶπεν αὐτὸν οὐ μάτην, ἀλλ᾿ ἐπεί τινες σύμμετρον αὐτὸν εἶναί φασι τῷ σώματι. Ἡρόδωρος γοῦν ἐν Οἰδίποδί (FHG II 29 M., I 219 J.) φησι τῶν ἄλλων αὐτὸν περιττεύειν, ὥστε τὸ ὅλον σῶμα πηχῶν εἶναι τεσσάρων καὶ ποδός.

b. ὁ δὲ νοῦς· καί ποτε εἰς τοὺς τοῦ Ἀνταίου οἴκους ἐκ Θηβῶν τὴν μὲν μορφὴν καὶ τὸ σῶμα βραχὺς, τὴν δὲ ψυχὴν ἀκαταμάχητος παλαίσων ἦλθεν εἰς τὴν σιτοφόρον Λιβύην ὁ Ἡρακλῆς.

c. Χρύσιππος, ἀκυρότερον, φησί, τὴν Λιβύην εἴρηκε πυροφόρον· οὐ γὰρ πᾶσα τοιαύτη. μήποτε δὲ, ὅτι τῇ Αἰγύπτῳ παράκειται, ἥτις ἐστὶ πολύπυρος.

a. κρανίοις ὄφρα ξείνων: ἰδίως τὸν Ἀνταῖόν φησι τῶν ξένων τῶν ἡττωμένων τοῖς κρανίοις ἐρέφειν τὸν τοῦ Ποσειδῶνος ναόν· τοῦτο γὰρ ἱστοροῦσι Διομήδην τὸν Θρᾷκα ποιεῖν, Βακχυλίδης (fr. 61 Bgk.) δὲ Εὔηνον ἐπὶ τῶν Μαρπίσσης μνηστήρων, οἱ δὲ Οἰνόμαον, ὡς Σοφοκλῆς (fr. 432).

b. ἄλλως. ὅπως ταῖς τῶν ἀναιρουμένων ξένων κεφαλαῖς τὸ αὐτόθι τοῦ Ποσειδῶνος τέμενος ἐμφράττοντα Ἀνταῖον ἐπίσχῃ· ἐδυστύχει γὰρ ἀπανθρωπίαν ἅμα καὶ εἰς θεοὺς ἀσέβειαν· καὶ ἐπισχὼν Ἡρακλῆς μισθὸν τοῦ κατορθώματος τὴν εἰς Ὄλυμπον ἀνάβασιν ἐδέξατο. εἶτα παρεκβάσει τῶν Ἡρακλείων κατορθωμάτων τὸν λόγον ποιεῖται ὁ Πίνδαρος, καί φησιν, ὅτι πάσης τῆς γῆς καὶ τῆς πολυβαθοῦς θαλάσσης ἀνερευνήσας καὶ κατειληφὼς τὸ τέλος· θέναρ μὲν γὰρ κυρίως τὸ κοῖλον τῆς χειρὸς παρὰ τὸ θένειν ἡμᾶς αὐτῷ καὶ τύπτειν, νῦν δὲ ἀπὸ τῆς κοιλότητος ἐπὶ τοῦ πυθμένος ἔταξε· καὶ ταῖς ναυσὶ τὴν ὁδὸν καὶ τὴν πορείαν ἡμέρως εὐτρεπίσας, ἀπὸ κοινοῦ τὸ εἰς Ὄλυμπον ἔβα.

c. ἐκεῖνος οὖν, φησίν, ἐξευρὼν τὸ πλάτος τῆς θαλάσσης, ἡμερώσας γῆν καὶ θάλασσαν καὶ καθάρας ἀπὸ λῃστῶν καὶ θηρίων εἰς Ὄλυμπον ἀνέβη.

a. τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν: Ἠλεκτρίδες πύλαι ἐν Θήβαις, ἐφ᾿ ὧν ἱερουργοῦσι Θηβαῖοι τιμῶντες Ἡρακλέα καὶ τοὺς ἐκ Μεγάρας τῆς Κρέοντος ὀκτὼ παῖδας αὐτῷ γεγονότας, κατὰ δὲ χόλον Ἥρας ἀναιρεθέντας ὑπ᾿ αὐτοῦ μεμηνότος.

b. ἄλλως. Χρύσιππος, πρὸς ταῖς καλουμέναις, φησίν, Ἠλέκτραις πύλαις ᾤκησεν Ἀμφιτρύων· μετὰ ταῦτα Ἡρακλῆς ἀνεῖλε τοὺς ἐκ Μεγάρας παῖδας κατὰ ταύτας τὰς πύλας, ἐφ᾿ αἷς κατ᾿ ἔτος Θηβαῖοι ἐναγίζουσί τε τοῖς παισὶ καὶ ἀγῶνας ἐπιταφίους ἄγουσι.

c. τῷ μὲν οὖν Ἡρακλεῖ, φησίν, αὔξομεν ἔμπυρα, τουτέστιν ἔντομα· τουτέστι τοῖς υἱοῖς αὐτοῦ συνεχῶς ἔμπυρα κατ᾿ ἐνιαυτὸν αὔξομεν· οὐ γὰρ διαπαντὸς λέγει.

d. Χρύσιππος δέ, ἐκ περιφράσεως τοὺς βωμοὺς αὐτοὺς στεφανώματα βωμῶν εἰρηκέναι· ἢ κατὰ παραγωγὴν εἴρηκε τὰ νέα νεόδματα.

e. ὁ δὲ νοῦς οὕτω· τῷ μὲν οὖν Ἡρακλεῖ τῶν Ἠλεκτρίδων πυλῶν ὑπεράνω τὴν θυσίαν παρέχοντες οἱ πολῖται καὶ τὰ νεαρὰ στέμματα τῶν βωμῶν, αὔξομεν τὰς θυσίας τῶν πολεμικῶν ὀκτὼ θανόντων αὐτῷ παίδων, οὓς ἡ Μεγάρα ἡ Κρέοντος θυγάτηρ ἔτεκεν.

f. χαλκοαρᾶν δὲ εἶπεν ὡς βιαιοθανάτων γενομένων τῶν τοῦ Ἡρακλέους παίδων. καὶ ὅτι ὀκτώ φησιν αὐτοὺς εἶναι.

g. ἄλλως. περὶ τῶν Ἡρακλέους ἐκ Μεγάρας παίδων Λυσίμαχός φησί (FHG III 337) τινας ἱστορεῖν μὴ ὑπὸ Ἡρακλέους ἀλλ᾿ ὑπό τινων δολοφονηθῆναι ξένων· οἱ δὲ Λύκον τὸν βασιλέα φασὶν αὐτοὺς φονεῦσαι· Σωκράτης (FHG IV 499) δὲ ὑπὸ Αὐγέου φησὶν αὐτοὺς δολοφονηθῆναι. καὶ περὶ τοῦ ἀριθμοῦ δὲ διαλλάττουσι· Διονύσιος μὲν ἐν πρώτῳ Κύκλων (FHG II 9 M, I 178 J.) Θηρίμαχον καὶ Δηϊκόωντα, Εὐριπίδης (fr. 1016) δὲ προστίθησιν αὐτοῖς καὶ Ἀριστόδημον· Δεινίας δὲ ὁ Ἀργεῖος (FHG III 25) Θηρίμαχον, Κρεοντιάδην, Δηϊκόωντα, Δηΐονα· Φερεκύδης δὲ |[*]() ἐν δευτέρῳ (FHG I 78 M., I 64 J.) Ἀντίμαχον, Κλύμενον, Γλῆνον, Θηρίμαχον, Κρεοντιάδην, λέγων αὐτοὺς εἰς τὸ πῦρ ὑπὸ τοῦ πατρὸς ἐμβεβλῆσθαι· Βάτος δὲ |[*]() ἐν δευτέρῳ Ἀττικῶν ἱστοριῶν (FHG IV 350) Πολύδωρον, Ἀνίκητον, Μηκιστόφονον, Πατροκλέα, Τοξόκλειτον, Μενεβρόντην, Χερσίβιον. Ἡρόδωρος δὲ (FHG II 30 M, I 222 J.) καὶ δίς φησι μανῆναι τὸν Ἡρακλέα· ἐκαθάρθη δὲ ὑπὸ Σικάλου, ὥς φησι Μενεκράτης (FHG II 344) λέγων αὐτοῦ τοὺς υἱοὺς εἶναι ὀκτὼ καὶ καλεῖσθαι οὐχ Ἡρακλείδας, οὐδέπω γὰρ Ἡρακλῆς ὠνομάζετο, ἀλλ᾿ Ἀλκαΐδας.

a. τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν: τοῦτό φησιν ὡς περὶ τὴν ἑσπέραν τελουμένων τῶν νομίμων τοῖς Ἀλκαΐδα ς. δι᾿ ὅλης οὖν φησι νυκτὸς τὴν πυρκαϊὰν μένειν μέχρις ἀνατολῆς ἡλίου.

b. ἄλλως. ἔθος πρὸς δυσμὰς ἱερουργεῖν τοῖς ἥρωσι, κατὰ δὲ τὰς ἀνατολὰς τοῖς θεοῖς· καὶ συμβολικῶς ἑκάστῳ τὸ τῆς θυσίας πρός τε τὴν αὔξησιν καὶ φθορὰν ἑκατέροις ὀφειλομένην.

c. ὁ δὲ νοῦς οὕτω· τούτοις τοῖς Ἡρακλέους παισὶ τῶν ἡλιακῶν αὐγῶν κατὰ τὰς δυσμὰς ἡ τῶν θυσιῶν ἀναφαινομένη φλὸξ συνεχῶς λάμπει διὰ πάσης τῆς νυκτὸς, τῷ κνισήεντι καπνῷ λακτίζουσα τὸν ἀέρα. σκληροτέρᾳ δὲ κέχρηται μεταφορᾷ· ἐχρῆν γὰρ εἰπεῖν ψαύουσα ἢ θιγγάνουσα τοῦ αἰθέρος ἡ κνῖσα τοῦ καπνοῦ. ἄμεινον Ὅμηρός φησι (Α 317)· κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

a. καὶ δεύτερον ἆμαρ ἐτείων ἀέθλων: μετὰ δὲ τὰς θυσίας, φησί, τῇ δευτέρᾳ ἡμέρᾳ τῶν ἐνιαυσίων ἀγωνισμάτων τὸ τέλος αὐτοῖς συντελεῖται. τοῦτο δὲ ἀνδρείας ἔργον· τελεῖται γὰρ αὐτόθι ἀγὼν τὰ Ἡράκλεια.

b. ἄλλως. ἀμφίβολον πότερον μετὰ θυσίαν ταῖς ἑξῆς ἡμέραις δύο ὁ ἀγῶν τῶν Ἡρακλείων συντελεῖται, τῇ μὲν προτέρᾳ πένταθλος καὶ ἱππικὸς, τῇ δὲ ἐχομένῃ γυμνικός· ἢ δεύτερον ἆμαρ τὸ μετὰ τὴν θυσίαν, ὡς τῇ ἐπιφωσκούσῃ τοῦ ἀγῶνος ἀγομένου, τῇ ὑστεραίᾳ.

ἔνθα λευκωθεὶς κάρα μύρτοις: ἐν ᾧ ἀγῶνι στεφανωθεὶς τοῖς μύρτοις ὁ νικηφόρος διπλῆν νίκην ἔσχε, τρίτην παίδων κατὰ τὸν φθάσαντα χρόνον εὐτυχήσας καὶ πειθόμενος τῇ τοῦ παιδοτρίβου γνώμῃ. τὸ δὲ μύρτοις, ὅτι μυρσίνης στεφάνοις ἐν Θήβαις στεφανοῦνται οἱ νικῶντες τὰ Ἰολάεια. μυρσίνῃ γὰρ στεφανοῦνται διὰ τὸ εἶναι τῶν νεκρῶν στέφος.

a. τρίταν πρόσθεν, κυβερνατῆρος: πάσας αὐτῷ κατὰ τὸν ἐπιχώριον ἀγῶνα τρεῖς δίδωσι νίκας, καί φησιν, ὅτι μετὰ παίδων προαγωνισάμενος ἐνίκησεν, ἔσχε δὲ καὶ ἑτέρας δύο κατὰ τὸν αὐτὸν ἀγῶνα μετὰ ταῦτα.

b. ἄλλως. ὡς τρὶς αὐτοῦ τοῦτον ἐστεφανωμένου τὸν ἐπιτάφιον, δὶς μὲν ἐν παισὶν, ἅπαξ δὲ ὅτε ἐγένετο ἀνήρ. Χρύσιππος· διασαφεῖ νῦν, ὅτι δεύτερον ἐνίκησεν ἄνδρας, ἅπαξ δὲ παῖδας τὸν ἀγῶνα· τὸ δὲ τρίταν κεῖται ἐπὶ τοῦ πρώταν· διὸ καὶ πρόσκειται τὸ πρόσθεν, ὅτι πρῶτον ἐνίκησε παῖδας.

σὺν Ὀρσέᾳ δέ νιν: σὺν δὲ τῷ τεχνικῷ Ὀρσέᾳ τὸν νικηφόρον ὑμνῶν καὶ χορεύων ἀνυμνήσων, τερπνὴν τοῖς ἐγκωμίοις ἐπιστάζων τὴν παρὰ τῶν Μουσῶν χάριν. Ὀρσέας δὲ ὄνομα κύριον τοῦ ἀλείπτου. [*]()