Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων: δοκεῖ ὁ Νεοπτόλεμος τὴν τοῦ πατρὸς ἀρχὴν διαδέξασθαι τῶν Μυρμιδόνων καὶ ἡγήσασθαι ἐν Τροίᾳ. οὗτοι δὲ καὶ Ἀχαιοὶ ἐκαλοῦντο, καθά φησι καὶ Ὅμηρος (B 684)· Μυρμιδόνες δ᾿ ἐκαλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. οὗτοι δὲ κατὰ τὸν Ἰόνιον πόντον ᾤκησαν, καθὰ καὶ αὐτὸς ὁ Πίνδαρος σημαίνει λέγων (N. IV 51)· Νεοπτόλεμος δ᾿ Ἀπείρῳ διαπρυσίᾳ. βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται, Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.

b. τὸ δὲ προξενίᾳ ἀμφίβολον πότερόν φησιν ὁ Πίνδαρος, μὴ μεμφθῆναι ἂν ὑπὸ τῶν Αἰακιδῶν· πρόξενον γὰρ ὄντα μὴ ἄν ποτε κατὰ Νεοπτολέμου εἰπεῖν· καὶ ὅτι πρόξενος ὢν αὐτοῖς ἐπ᾿ οὐδενὶ μεμφθήσομαι· θαρρῶ γὰρ αὐτοῖς· οἷον οὐδείς με μέμψεται· ἢ πέποιθα τῇ προξενίᾳ τῇ πρὸς τοὺς Ἠπειρώτας· ἢ πιστεύω καὶ τῇ συγγενείᾳ ᾗ ἔχομεν Θηβαῖοι πρὸς τοὺς Αἰγινήτας. διὸ οὐ μέμψονταί μοι οὐδὲ οὗτοι.[*]()

a. ἐν τοῖς ἰδίοις δημόταις καταφανής εἰμι ὡς ἂν οὐδενὶ ἐνεχόμενος ἀτόπῳ πράγματι.[*]()

b. ὄμματι δέρκομαι λαμπρόν: καὶ ἐν τοῖς ἰδίοις μου πολίταις ὁρῶ οὐχ ὑπέρλαμπρον καὶ ὑπεροπτικόν, ἀλλὰ μέτριός τις καὶ χρηστὸς τυγχάνω. ἡ δὲ ὑπέρ συναπτέα τοῦ βάλλων, ἵν᾿ ᾖ οὐχ ὑπέρλαμπρον βάλλων.

c. ἢ οὕτως· οὐδὲ μὴν ἄλλως, φησίν, ἐν τοῖς πολίταις ὑπεροπτικός εἰμι καὶ ὑπέρογκος, οὐ προσβλέπων τοὺς πολίτας ὄμματι λαμπρῷ καὶ ὑπερηφάνῳ, ἀλλὰ προσμειδιῶντι καὶ προσηνεῖ, ὥστε καὶ διὰ τοῦτο ἄμεμπτος εἶναι.

a. βίαια πάντα ἐκ ποδὸς ἐρύσαις: διάγω. φησί κατὰ τὰς Θήβας μετριάζων, τὰ βλάσφημα καὶ ὑπεροπτικὰ ἐκ ποδὼν ἀφελκύσας, ἤτοι μακράν μου χωρίσας.

b. ἢ οὕτως· οὕτω, φησί, ζῶ, τὰ βιαστικὰ πάντα ἐκ ποδός μου ἄρας· τουτέστιν οὐδένα βιαζόμενος ζῶ.

a. ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρποι: ὁ δὲ λοιπὸς χρόνος ἕρποι καὶ βαίνοι πρᾷος ὢν καὶ εὔφρων

b. ὅ δὲ νοῦς ὅλος· εἴθε μοι τὸ ὅλον τοῦ βίου οὕτω μετ᾿ εὐφροσύνης συμπερανθείη. τὸ δὲ ποτὶ ἕρποι ἀντὶ τοῦ προσέρποι.

a. μαθὼν δέ τις ἂν ἐρεῖ: τίς; σοφὸς μαθών. ἔτι γὰρ καὶ ταῦτα προσαπολογεῖται περὶ τοῦ Νεοπτολέμου. τὸ δὲ ἄν ὑπερβιβαστέον πρὸς τὸν δέ σύνδεσμον. ἵν᾿ ᾖ· μαθὼν δέ τις, εἰ παρὰ τὸ προσῆκον λέγω, ἀντὶ τοῦ εἰ ψεύδομαι.

b. ὁ δὲ νοῦς· γνώριμος δέ τις καὶ πολίτης εἴποι ἄν τις, εἰ λοξὰ καὶ οὐκ ἀληθῆ λέγω περὶ ἐμαυτοῦ· ἀντὶ τοῦ μαρτυρήσει μοι ἀληθεύοντι.

a. Εὐξενίδα πάτραθε Σώγενες: πρὸς αὐτὸν τὸν Σωγένη ἀπέστρεψε τὸν λόγον. Εὐξενίδην δὲ εἶπεν ὡς ἀπό τινος Εὐξένου τῆς ὅλης φατρίας ἀφηγουμένου, ὡς Σκοπάδας καὶ Ἀλευάδας εἴωθε καλεῖν τοὺς Θεσσαλούς, καὶ Ἐμμενίδας τοὺς ἐπὶ Σικελίας. ἢ εὐξενίδας ἀντὶ τοῦ εὐξένους. πανταχοῦ δὲ τοὺς Αἰγινήτας φιλοξένους προσαγορεύει, καὶ νῦν εὐξενίδα ἀντὶ τοῦ εὔξενε.

b. ἄλλως. φατρία ἐν Αἰγίνῃ ἀπὸ Εὐξένου, ἧς ἐστιν ὁ Σωγένης. ὁ δὲ λόγος· ὦ Σώγενες, ἀπομνύω τῇ Εὐξενίδα πάτρᾳ, μὴ τέρμα προβὰς θοὰν ὄρσαι γλῶσσαν, ὡς ἄκοντα χαλκοπάρῃον. τοῦτο δὲ ἀπὸ τῶν πεντάθλων μετενήνοχε τῶν τὸ ἀκόντιον παρὰ τὸ ὡρισμένον τέρμα βαλλόντων καὶ διὰ τοῦτο ἐξάθλων γινομένων.

c. ἐγώ, φησί, καθίημι τοῦ σκοποῦ· ἡ γλῶσσά μου ἐπὶ τὸν σκοπὸν ἐνήνεκται, οὐχ ὑπερπέπτωκε τὸ τέρμα, ὡς ἀκόντιον. τοῦτο δὲ εἶπεν. ἐπειδὴ πένταθλός ἐστιν ὁ Σωγένης.

d. ὁ δὲ νοῦς· ὄμνυμι τῇ φατρίᾳ τῶν Εὐξενιδῶν, περὶ σοῦ λέγων μὴ ὥσπερ ἀκοντισταὶ, οἳ δι᾿ ἀπληστίαν ἰσχύος ὑπερβάλλουσι τὸ τέρμα καὶ τὸ ὡρισμένον, καθ᾿ οὗ δεῖ πέμψαι, οὕτω κἀγὼ τὴν ἀλήθειαν.

a. ὃς ἐξέπεμψε παλαισμάτων αὐχένα: ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ αὐτοῦ μετέστη· ὅστις ὁ Σωγένης τῶν τοῦ πεντάθλου ἀγωνισμάτων ἐξέπεμψεν ἑαυτοῦ τὸ γυῖον ἄνευ ἱδρῶτος πρὶν ἐπιπεσεῖν τὴν τοῦ ἡλίου ἀκτῖνα. ἐκ δὲ τούτου τὸ τῆς ἀθλήσεως ἐράσμιον καὶ ταχὺ χαρακτηρίζει.

b. ἔνιοι δὲ ὅτι νικήσας φασὶ τὸ ἀκόντιον ἐστέφθη, οὐκέτι μέντοι ἐπάλαισε, παραιτησαμένων αὐτὸν τῶν ἄλλων. ἐπεὶ δὲ οἱ παλαίοντες χρονοτριβοῦσι καὶ διὰ τὸν πλείονα χρόνον ἐν τῷ ἡλίῳ μένουσι, διὰ τοῦτό φησι· πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν, τουτέστι πρὸ τοῦ ἐκλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ ἡλίου διὰ τὴν πάλην, ἀντὶ τοῦ εἰπεῖν· πρὶν παλαῖσαί σε.[*]()

c. ὁ ἄκων, φησίν, αἴτιος γενόμενος τῆς παντελοῦς νίκης οὐκ ἐποίησε χρείαν σε ἔχειν τοῦ διὰ πάλης περιγενέσθαι τῶν ἀνταγωνιστῶν, ἀλλά σου ἄβρεκτον τὸν αὐχένα ἐξέπεμψε τοῦ ἀγῶνος.[*]()

εἰ πόνος ἦν τὸ τερπνόν: εἰ καὶ κάματος ἦν, φησίν, ἐν τῷ ἀγωνί,εσθαι, ἀλλὰ μείζων ἡ ἐκ τῆς νίκης ἡδονή.[*]()

ἔα με νικῶντί γε χάριν: τὸ ὑπερβατὸν οὕτως· ἔα με, εἴ τί περ ἂν ἀερθεὶς ἀνέκραγον, νικῶντί γε χάριν φέρειν.

οὐ γὰρ τραχύς εἰμι καταθέμεν: οὐ γάρ εἰμι ἀηδής, φησί, καὶ ἀπηνὴς τοῖς νικῶσι τὰ ἐγκώμια θέσθαι.

εἴρειν στεφάνους ἐλαφρόν: πρὸς αὑτὸν διαλέγεται. ὁ δὲ νοῦς· ἐπὶ τούτοις τοῖς κατορθώμασιν ἐλαφρῶς συντιθέναι καὶ πλέκειν στεφάνους παραιτοῦ, ἀντὶ τοῦ μέγα τι καὶ ἀξιοπρεπὲς ἐφάρμοζε τῇ νίκῃ ἐγκώμιον.

a. ἀναβάλλεο· Μοῖσά τοι κολλᾷ χρυσόν: ἤτοι ἡ Μοῦσα ἡ ἐγκωμιαστικὴ ποικίλως κοσμεῖ τοὺς ἐπαινουμένους.

b. οἷον ἡ Μοῦσα πᾶσι χρῆται τοῖς εἰς κόσμον τῶν ἐγκωμιαζομένων.

c. ἄλλως. λέγειν τι ἐλαφρὸν περὶ τῶν ἱερῶν στεφάνων ἀναβάλλου, οἷον μὴ λέγε κοῦφα περ τῶν νικώντων, ἀλλὰ τοὐναντίον μεγάλα λέγων αὔξανε αὐτούς.

d. ἀντὶ τοῦ ἀνακρούου καὶ ἄρχου τι λέγειν ἐλαφρῶς περὶ τῶν στεφάνων· εἰ μείζονα εἴρηκας αὐξητικὸς ὢν, νῦν ἐλαφρῶς ἄρχου τι λέγειν περὶ αὐτῶν.