Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

καὶ λείριον ἄνθεμον: τινές φασιν εἶναι κουράλιον, εἰρῆσθαι δὲ αὐτὸ ποντίαν ἔερσαν διὰ τὸ δοκεῖν, ἕως μέν ἐστι κατὰ βάθους, ἁπαλὸν εἶναι καὶ φυτῷ ὅμοιον· ὅταν δὲ ἀνασπασθῇ καὶ γένηται ἔξω τοῦ ὕδατος, ἀπολιθοῦσθαι τοῦ ἡλίου καταλάμψαντος αὐτῷ. οἱ δὲ ποντίαν δρόσον τὴν πορφύραν φασὶ διὰ τὴν τοῦ κογχυλίου βαφὴν, λείριον δὲ ἄνθος τὸ ἔριον. ἀναφέρει δὲ ταῦτα ἐπὶ τὴν τῶν ὑφαινομένων ποικιλίαν ταύτην, ἐπεὶ τὸ ποίημα ὑφάσματι παρέοικεν, ὡς καὶ αὐτὸς ἐν ἄλλοις (fr. 179)· ὑφαίνω δ᾿ Ἀμυθαονίδαις ποικίλον ἄνδημα.

Διὸς δὲ μεμναμένος: τοῦ Διὸς εἰς ὑπόμνησιν ἐλθὼν πολυθρύλλητον λόγον ἐκ τῶν ὕμνων ἀνακίνει εὐμούσως καὶ τεταγμένως περί τε τὴν Νεμέαν καὶ τὸν Δία. τοῦτο δὲ λέγει, ἐπεὶ Νεμεονίκης ὁ Σωγένης.

βασιλῆα δὲ θεῶν: τὸν δὲ τῶν θεῶν βασιλέα Δία κατὰ τοῦτο τὸ ἔδαφος ὑμνεῖν προσήκει· ἤτοι τὸ τῆς Νεμέας· ἀνάκειται γὰρ ὁ Νεμεαῖος ἀγὼν τῷ Διΐ· ἢ κατὰ τὸ τῆς Αἰγίνης, ὃ καὶ μᾶλλον διὰ τὰ ἐπιφερόμενα. διατί δὲ πρέπει τὸν Δία ἐν τῇ Αἰγίνῃ ὑμνεῖν, αὐτὸς ἐποίσει.

a. λέγοντι γὰρ Αἰακόν: τουτέστι, διὰ τὸ τὸν Δία πατέρα εἶναι Αἰακοῦ, ὅς ἐστι πολίαρχος ἡμῶν Διὸς γὰρ καὶ Αἰγίνης Αἰακός. ἰδίως δὲ ἐπὶ ταύτης φαίνεται τῆς ᾠδῆς ἀνεστραμμένος ὁ Πίνδαρος ὁτὲ μὲν γὰρ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου διαλέγεται πρὸς τοὺς μεμφομένους περὶ τοῦ Νεοπτολέμου, ὁτὲ δὲ παράγει τὸν χορὸν τῶν Αἰγινητῶν διαλεγόμενον· ἐμᾷ μὲν πολίαρχον· οὐ γὰρ Αἰγινήτης ὁ Πίνδαρος.

b. φασὶ δὲ τὸν Δία ὑπὸ ταῖς γοναῖς τῆς Αἰγίνης πεφυτευκέναι τὸν Αἰακόν

c. ὁ δὲ νοῦς· ἔφυσε δὲ ὁ Ζεὺς τὸν Αἰακὸν, ὦ Ἡράκλεις, τῇ μὲν ἐμῇ πόλει βοηθόν, σοὶ δὲ πρόθυμον ἀδελφόν. μνημονεύει δὲ τοῦ Ἡρακλέους, ἐπειδὴ ὁ τοῦ νικηφόρου οἶκος ἑκατέρωθεν Ἡρακλείοις περιέχεται τεμένεσιν· ἀπέστρεψε δὲ τὸν λόγον πρὸς τὸν Ἡρακλέα, ὡς τοῦ Αἰακοῦ ὑποδεδεγμένου καὶ ἐξενικότος. προπρεῶνα δὲ ἀντὶ τοῦ πρόθυμον. φησὶ δὲ καὶ ὅτι ἀδελφὸς Ἡρακλέους ὁ Αἰακός.

a. εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ: εἰ θιγγάνει, φησί, τῇ ψυχῇ καὶ ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς βιωτικὰς χρείας, τί ἂν φαῖμεν χρῆμα τούτου μεῖζον εἶναι, ἢ τοὺς φιλοῦντας εὐθὺς καὶ γειτνιᾶν; ὁ γὰρ γείτων τάχιον χρείας ἐπειγούσης ἀπαντᾷ. Ἡσίοδος (op. 345)· γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.

b. ἢ οὕτως· ἐπεὶ δεῖται ἄνθρωπος ἀνθρώπου εἰς βίον, τί ἂν εἴη τούτου μεῖζον τοῦ εὑρεῖν γείτονας ἀλλήλους φιλοῦντας;

c. Ἀρίσταρχος οὕτως· ἐπεὶ δὲ κατὰ τὰς συνουσίας καὶ γειτνιάσεις ἕτερος ἄνθρωπος ἀφ᾿ ἑτέρου γεύεταί τι καὶ ἀπολαύει ἀφομοιούμενος, ὥσπερ ἡ παροιμία ἔχει· χωλῷ παροικεις, κἂν ἑνὶ σκάζειν μάθοις· εἴποιμεν ἂν τὸν ὠφεληθέντα γείτονα ἀπὸ γείτονος ἀξιόχρεων εἶναι χάρμα. παρὸ καὶ Ἡσίοδος (op. 346)· πῆμα κακὸς γείτων, ὅσσον τ᾿ ἀγαθὸς μέγ᾿ ὄνειαρ·

d. ὁ δὲ λόγος κατ᾿ ἐρώτησιν καὶ ἀπόκρισιν. εἰ δὲ κατὰ τὰς γειτνιάσεις γεύεται καὶ ἀπολαύει γείτονος γείτων δεξιοῦ τε καὶ προθύμου, τί ἂν εἴποιμεν τῷ φιληθέντι τὸν φιλήσαντα; εἶτα ὡς κατὰ ἀπόκρισιν, γείτονα πάντων χρημάτων ἐπάξιον.

a. εἰ δ᾿ αὐτὸ καὶ θεὸς ἂν ἔχοι: εἰ δὲ τοῦτο οὕτως ἔχει, ὅτι οἱ φιλοῦντες γείτονες μεγάλως ἀλλήλους ὠφελοῦσι. καὶ περὶ θεὸν τοῦτ᾿ ἂν εἴη, καὶ θεὸς τοῦτ᾿ ἂν ἔχοι ἀγαθὸν γειτνιῶν ἀνθρώπῳ φιλοῦντι, ὥστε πολλὰ αὐτῷ συμβάλλεσθαι. τοῦτο δὲ ἀναφέρει ἐπὶ τὸν Σωγένη καὶ τὸν Ἡρακλέα· ἦν γὰρ Ἡράκλεια τεμένη ἑκατέρωθεν τῆς οἰκίας Σωγένους. μέγα οὖν ἔχει ἀγαθὸν ὁ Σωγένης τὸ ἔχειν σε γείτονα, ὦ Ἡράκλεις, φιλοῦντα αὐτόν· οὐ γὰρ ἐνίκησεν ἂν εἰ μὴ ἐκ τῆς ἰδίας ἐπινοίας.

b. ὁ δὲ νοῦς εἰ δὲ αὐτὸ τοῦτο καὶ θεὸς παρέχει τὸ τῆς γειτνιάσεως ἀγαθὸν, σὺν σοὶ ἂν, ὦ Ἡράκλεις, ὅστις ἐδάμασας τοὺς Γίγαντας, ὁ Σωγένης εὐτυχῶς βούλοιτο διαζῆν, τὴν σὴν καὶ δικαίαν τοῦ πατρὸς ἑαυτοῦ θεραπεύων ψυχὴν καὶ τῶν προγόνων τὴν θείαν καὶ πλουσίαν ὁδὸν, ἀπὸ κοινοῦ ἀμφέπων.

a. ἐπεὶ τετραόροισιν ὧθ᾿ ἁρμάτων ζυγοῖς: ἐπειδή, φησίν, ὥσπερ τῶν τετρώρων ἁρμάτων ὁ ῥυμὸς μεταξὺ, οὕτω καὶ ἐν τοῖς τοῦ Ἡρακλέους τεμένεσιν ὁ νικηφόρος ἐν μέσῳ τὸν ἑαυτοῦ οἶκον ἔχει.

b. ὁ δὲ νοῦς· ἐπεὶ ἐν τοῖς σοῖς τεμένεσιν, ὦ Ἡράκλεις, τὸν δόμον ἔχει μέσον· ὡς ἐπὶ τῶν ἁρμάτων ὁ ῥυμὸς μέσος ἐστὶν, οὕτως ὁ Σωγένους οἶκος ἐξ ἀμφοτέρων τῶν χειρῶν, καὶ ἀριστερᾶς καὶ δεξιᾶς, ἔχων τὰ σὰ τεμένη, μέσος ἐστίν.

c. ὡς ὁ ῥυμὸς ἅρματος τετρώρου.

a. δύνασαι δὲ βροτοῖσιν ἀλκάν: δύνασαι δὲ καὶ αὐτὸς τῶν ἀπόρων καὶ ἀμηχάνων εὕρεσιν δοῦναι· ἀπὸ κοινοῦ γὰρ τὸ διδόμεν· καὶ δύνασαι τοὺς ἄλλους θεοὺς πεῖσαι δοῦναι, οὓς προεἱπεν.

b. ὁ δὲ νοῦς· δύνασαι, φησίν, ἀπαλλάξαι τὰς ἀμηχανίας καὶ τὰς ἀτυχίας τῶν ἀνθρώπων· ἀλεξίκακος γὰρ ὑπάρχεις.

a. εἰ γάρ σφιν ἐμπεδοσθενέα βίοτον: εἴθε γὰρ αὐτοῖς ἀσφαλῆ καὶ ἀδιάπταιστον βίον ἁρμόσας τῇ τε ἥβῃ καὶ τῷ λιπαρῷ γήρᾳ αὐτῶν προσπλέξαις.

b. ἄλλως. εἴθε γὰρ αὐτοῖς ἐμπεδοσθενῆ τοῦτον τὸν βίον ἁρμόσαις, ἐν τῇ ἀκμῇ καὶ τῷ λιπαρῷ γήρᾳ διαπλέκοις τὸν βίον εὐδαίμονα.

παίδων δὲ παῖδες ἔχοιεν αἰεί: ὡς τιμήν τινα ἐχόντων αὐτῶν, ἢ ἱερωσύνην ἢ ἄλλο τι τοιοῦτον παρὰ τοῖς Αἰγινήταις. ἔχοιεν οὖν τοῦτο τὸ γέρας, φησίν, οἱ παῖδες τῶν παίδων, ὅπερ νῦν ἔχουσι, καὶ ὄπισθεν αὐτὸ ἄρειον.

a. τὸ δ᾿ ἐμὸν οὔ ποτε φάσει κέαρ: οὐκ ἀτρόπως φησὶν οὐδ᾿ ἀπεοικότως εἰς μνήμην ἐληλυθέναι τοῦ Νεοπτολέμου. ὁ μὲν οὖν Καλλίστρατος, ἐπεὶ ἔφησε τὸν Σωγένη γείτονα εἶναι τοῦ Ἡρακλέους, καὶ ὁ Νεοπτόλεμος δὲ γειτνιᾷ τῷ θεῷ τῷ ἐν Δελφοῖς, κατὰ τοῦτό φησιν οἰκείως μεμνῆσθαι τοῦ Νεοπτολέμου, διὰ τὴν ἀμφοτέρων γειτνίασιν· ὁ δὲ Ἀριστόδημος, ὅτι μεμφθεὶς ὑπὸ Αἰγινητῶν ἐπὶ τῷ δοκεῖν ἐν Παιᾶσιν εἰπεῖν τὸν Νεοπτόλεμον ἐπὶ ἱεροσυλίᾳ ἐληλυθέναι εἰς Δελφοὺς, νῦν ὥσπερ ὑπεραπολογεῖται εἰπὼν, ὅτι οὐχ ἱεροσυλῶν ἐτελεύτησεν, ἀλλ᾿ ὑπὲρ κρεῶν φιλοτιμηθεὶς ἀνῃρέθη. διὸ καὶ ἐποίσει· ταὐτὰ δὲ τρὶς τετράκις τ᾿ ἀμπολεῖν ἀπορία τελέθει· οἷον ἀπολελόγημαι ἱκανῶς περὶ τοῦ Νεοπτολέμου· τί οὖν ἔτι μέλλω τὰ αὐτὰ ἀναπολεῖν; ἀπορεῖν γάρ ἐστι λόγων τὸ ἀναπολεῖν τὰ αὐτὰ ὥσπερ παισὶ νηπίοις [τοῖς τέκνοις]. τὸ δὲ ἑλκύσαι ἀντὶ τοῦ ἐνυῤρίσαι φησίν· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κυνῶν τῶν ἑλκόντων τὰ σώματα.

b. ὁ δὲ νοῦς· διορίζεται, φησί, καὶ πέποιθεν ἑαυτῇ ἡ ἐμὴ ψυχὴ, μηδέποτε τῷ Νεοπτολέμῳ ἐνυβρίσαι.

a. ἅτε μαψυλάκας Διὸς Κόρινθος: μαψυλάκας ὁ μάτην φλυαρηθείς. Διὸς Κόρινθος δὲ παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων· ἡ δὲ παροιμία ἐντεῦθεν ἕρπει. Ἀλήτης ἐλθὼν περὶ τῆς ἐν Κορίνθῳ βασιλείας προσῆλθε τῷ μαντείῳ τῷ ἐν Δωδώνῃ, ὅ ἐστι τοῦ Διός, καὶ ἔχρησεν αὐτῷ τότε κρατήσειν, ὅτε τις δῷ βῶλον γῆς· ἐπιθέσθαι δὲ ἡμέρᾳ πολυστεφάνῳ. ἐλθὼν οὖν ἐν Κορίνθῳ ᾔτει τινὰ ἄρτον ἀγροῖκον ὁ Ἀλήτης, ὁ δὲ λαβὼν βῶλον ἔδωκεν. ἐτελεῖτο δὲ καὶ θυσία τοῖς νεκροῖς ἐν Κορίνθῳ, δι᾿ ἣν τῆς πόλεως ἐν μνήμασιν οὔσης ἐπέρχεται ὁ Ἀλήτας, καὶ εὑρὼν Κρέοντος θυγατέρας περὶ συνθήκας γενομένας. ἔφησέ τε ἐὰν κρατήσῃ. ἕξειν τὴν νεωτέραν αὑτῶν πρὸς γάμον, καὶ πείθεται ἡ κόρη καὶ προδίδωσι τὴν πόλιν τὰς πύλας ἀνοίξασα. καὶ κρατεῖ ὁ Ἀλήτης, καὶ ὠνόμασεν αὐτὴν Διὸς Κόρινθον, ἐπειδὴ διὰ τῆς μαντείας τοῦ Διὸς ἡ ἀρχὴ εἰς αὐτὸν ἦλθεν.

b. ἄλλως. παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων ὁ Διὸς Κόρινθος. ὅταν δυσεξελίκτως ἀναπολῶσι τὰ αὐτὰ πολλάκις. ἐγὼ οὖν, φησίν, οὐκ εἰμὶ Διὸς Κόρινθος. δοκεῖ οὖν ἀπὸ τοιούτου τινὸς εἰρῆσθαι ἡ παροιμία· Μεγαρέας φασὶ Κορινθίων ἀποίκους, καὶ πολλὰ τοῖς Κορινθίοις κατ᾿ ἰσχὺν τῆς πόλεως ὑπείκειν· ἄλλα τε γὰρ πλείονα τοὺς Κορινθίους προστάσσειν, καὶ τῶν Βακχιαδῶν εἴ τις τελευτήσαι, διῴκουν δὲ οὗτοι τὴν πόλιν, ἔδει Μεγαρέων ἄνδρας καὶ γυναῖκας ἐλθόντας εἰς Κόρινθον συγκηδεύειν τὸν νεκρὸν τῶν Βακχιαδῶν. ὡς δὲ ὕβρεως οὐδὲν ἀπέλειπον οἱ Κορίνθιοι, τὰ δὲ τῶν Μεγαρέων ἔρρωτο, καὶ πρὸς ἐλπίσι τοῦ μηδὲν παθεῖν ἀποστάντας αὐτοὺς, ἀλλ᾿ ἀφεῖναι, πέμπουσι δῆτα πρέσβεις οἱ Κορίνθιοι κατηγορήσοντας τῶν Μεγαρέων, οἳ προσελθόντες εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ διεξῆλθον καὶ τέλος, ὅτι δικαίως ἂν στενάξειεν ἐπὶ τοῖς γενομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψοιτο δίκην παρ᾿ αὐτῶν. ἐφ᾿ οἷς παροξυνθέντες οἱ Μεγαρεῖς τοὺς πρέσβεις λίθοις ἔβαλον· καὶ μετὰ μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες, φυγῇ τῶν Κορινθίων ἀποφυγόντων ἐφαπτόμενοι, κτείνοντες ἅμα παίειν τὸν Διὸς Κόρινθον ἐκέλευον. ὅθ ν φησὶν ὁ Δήμων (FHG I 379) ἔτι καὶ νῦν ἐπὶ τῶν ἄγαν σεμνυνομένων. κακῶς καὶ δειλῶς ἀπαλλαττόντων τὴν παροιμίαν ταύτην τετάχθαι.[*]()