Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()μυχῷ Ἑλλάδος ἁπάσας: ἀμφίβολον πότερον ὡς ἐν Ἰσθμῷ πολλὰς νίκας εἰληφότων οὕτως εἶπεν, ἐπεὶ μυχὸς τῆς Πελοποννήσου ἡ Κόρινθος. ἐν ᾗ τὰ Ἴσθμια ἄγεται· Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· ἢ ἐπεὶ μυχοί εἰσι τῶν χωρῶν αἱ πόλεις αἱ κρύψεις παρέχουσαι ἀντὶ τῶν πεδινῶν τόπων, τὰς πόλεις, ἐν αἷς ἐνίκησαν, μυχοὺς Ἑλλάδος κέκληκεν. ἐν μυχοῖς οὖν Ἑλλάδος, ἐν ταῖς Ἑλλαδικαῖς πόλεσιν, ἐν ἑκάστῳ μυχῷ τῆς Ἑλλάδος.

[*]()a. ἔλπομαι μέγα εἰπὼν ἄντα σκοποῦ τυχεῖν: ἔνιοι γράφουσιν ἂν τετυχεῖν. ἐλπίζω οὖν, φησί, μεγαλορρημονήσας καὶ καυχησάμενος ἐπιτυχεῖν ἂν τοῦ σκοποῦ ὡς ἀπὸ τόξου πέμπων βέλος. τὸ δὲ τετυχεῖν ὅμοιον τῷ λελαβέσθαι (δ 388). γράφουσι δὲ καὶ ἄντα, ἵν᾿ ᾖ ὁ λόγος· ἐναντίον τι καὶ εὐθὺ τοῦ σκοποῦ.

b. ἄλλως. προσδοκῶ δὲ μεγάλως ἐπαινέσας τὸν νικηφόρον ἐπιτυχεῖν τοῦ σκοποῦ ὡς ἄριστος τοξότη.

c. τὸ δὲ ὥ Δωρικῶς, ὡς ἀντὶ τοῦ ὥστε φησίν.

a. εὐθὺν ἐπὶ τοῦτον ἄγε Μοῖσα: ἐπὶ τοῦτον οὖν [*]() τὸν σκοπὸν, ὦ Μοῦσα, τοὺς σοὺς ἄγε λόγους τοὺς εὐκλεεῖς, καὶ ἐπαίνει τὸν νικηφόρον.

b. ἢ οὕτως· ἐπὶ τὸν σκοπὸν, ὃν προεῖπον, τὴν οὐριότητα τῶν ποιημάτων ἄγε.

[*]()παροιχομένων γὰρ ἀνέρων: τῶν γὰρ τεθνηκότων ἀνδρῶν τὰ κάλλιστα κατορθώματα διὰ τῶν οἰκείων λόγων οἱ ποιηταὶ τῇ μνήμῃ παραδιδόασι καὶ οἱ λοιποὶ τῶν σοφῶν. ἀοιδοὶ μὲν γὰρ οἱ ποιηταί, λόγιοι δὲ οἱ πρότερον τὰ κατὰ τὰς πόλεις διηγούμενοι.

[*]()a. Βασσίδαισιν ἅ τ᾿ οὐ σπανίζει: ὁ Δίδυμός φησι προσήκειν γράφειν Βουδίδαι. γενέσθαι γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφ᾿ οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν. μνημονεύειν δέ φησι τοῦ Βουδίωνος Πυθαίνετον (FHG IV 487) ἐν πρώτῳ Αἰγινητικῶν γράφων οὕτως· περὶ δὲ ταῦτα τούτον λεγομένων λέγεται Βουδίωνα τυγχάνειν διενηνεγμένον πρὸς Οἰνώνην τὴν ἑαυτοῦ θυγατέρα.

b. ὁ δὲ νοῦς οὕτως· ἅτινα κάλλιστα ἔργα ἐν τοῖς Βασσίδαις οὐ σπανίζει, ἀλλὰ πλεονάζει, οὐδὲ ἐν τῷ γένει τῷ ἐξ ἀρχῆς διαβοήτῳ. Βάσσος γὰρ πρόγονος τῶν ἀνωτέρω τοῦ Ἀλκιμίδου· ἔστι δὲ καὶ φυλὴ ἐν Αἰγίνῃ Βασσιάδαι.

c. ἢ οὕτως· τῶν Βασσιδῶν, φησί, γενεὰ οὐ σπανίζει καλῶν ἔργων. διὸ οἱ ἀοιδοὶ καὶ οἱ λόγιοι κομίζουσιν αὐτῶν τὰ ἔργα τὰ καλά. ἐὰν δὲ προφερώμεθα, ἅ τ᾿ οὐ σπανίζει, τὸν λόγον οὕτω καταστήσομεν· ὧν οὐ σπανίζει ἡ παλαίφατος γενεὰ τῶν προειρημένων ἔργων.

d. ἢ οὕτω· Βασσίδαισι καθ᾿ αὑτό, εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· ἅ τ᾿ οὐ σπανίζει· τὰ προειρημένα ἔργα, ἅ τ᾿ οὐ σπανίζει τοῖς Βασσίδαις.

e. ἢ Βασσίδαισιν ἅ τ᾿ οὐ σπανίζει, εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· παλαίφατος, ᾧ συναπτέον τὸ ἐπιφερόμενον.

[*]()a. ἴδια ναυστολέοντες: οἱ Βασσίδαι, φησίν, ἴδια ναυστολοῦντες, τουτέστιν ἴδια χορηγοῦντες καὶ κομίζοντες ἔργα τοῖς τῶν Πιερίδων ἀρόταις, τουτέστι τοῖς ποιηταῖς.

b. ἀνυμνεῖν θέλοντες οὐκ ἐπακτοῖς χρήσονται ἐπαίνοις διὰ τὸ σπανίζειν αὐτοὺς ἔργων, ἀλλὰ τοῖς αὑτῶν· πολλὰ γὰρ δεδράκασιν. ἐπικώμια δὲ τὰ εἰς κῶμον ὑμνεῖσθαι ἐπιτήδεια τῆς νίκης. μετὰ γὰρ τὸ νικῆσαι ἐκώμαζον μετὰ τῶν ἡλικιωτῶν.

c. ἢ οὕτως· οὐ δεόμενοι δι᾿ ἑτέρων κοσμήσασθαι, ἀλλ᾿ ἑαυτοῖς ἀρκούμενοι πρὸς κόσμον ἴδια παρακομίζοντες ἔργα τοῖς ποιηταῖς. ναυστολοῦντες δὲ ἀντὶ τοῦ ἐπιφορτίζοντες, οἱονεὶ σωρεύοντες ἐκ τῶν ἰδίων κόπων τὰ ἐγκώμια.

d. ἀγερώχων δὲ ἐργμάτων ἀντὶ τοῦ μεγάλων ἔργων. δυνάμενοι οὖν τοῖς ποιηταῖς παρέχειν πολλῶν ἐπαίνων χορηγίαν ἕνεκεν τῶν πραττομένων αὐτοῖς ἔργων ὀλβίων.

[*]()a. καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμαντωθείς: καὶ γὰρ ἐν . . . θαυμασίᾳ τὰ πυκτικὰ σκεύη μετὰ χεῖρας λαβὼν ἐνίκησεν ἀπὸ τῆς αὐτῆς συγγενείας ὢν καὶ πατρίδος ὁ Καλλίας.

b. ἢ ὅτι πυκτεύσας ἐν Πυθοῖ ἐνίκησεν ἀρέσας τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι ἀπὸ τῆς αὐτῆς ὢν πατρίδος, ἤτοι τῆς Αἰγίνης, καὶ ἐκ τοῦ αὐτοῦ αἵματος, τουτέστιν ἐκ τῆς αὐτῆς φατρίας τῶν Βασσιδῶν Καλλίας, ὅς Κρέοντος ὑπῆρχε παῖς.

c. χρυσηλάκατον δὲ εἶπε τὴν Λητὼ |[*]() τὸ τῆς Ἀρτέμιδος μετενεγκὼν ἐγκώμιον ἐπὶ τὴν μητέρα τὴν γεννήσασαν.

[*]()a. παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος: ἀπὸ τῆς πηγῆς τοὺς Δελφοὺς ὠνόμασεν. ἐκωμάσθη γὰρ νικήσας ὑπὸ τῶν ἡλικιωτῶν ἑσπέριος.