Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()Ἒν ἀνδρῶν, ἓν θεῶν γένος: ἐκ μιᾶς μητρὸς ὑπάρχομεν, φησί, καὶ ζῶμεν τῆς Γῆς οἵ τε θεοὶ καὶ οἱ ἄνθρωποι. ἐμφαίνει δὲ διὰ τοῦ προοιμίου, ὅτι κοινωνίαν τινὰ πρὸς τοὺς θεοὺς οἱ ἄνθρωποι ἔχομεν τῇ εὐφυΐᾳ καὶ τοῖς ἔργοις τοῦ νοῦ. ὅτι δὲ κοινὸν ἡμῖν τοῖς ἀνθρώποις πρὸς τοὺς θεοὺς τὸ γένος, καὶ Ἡσίοδος μαρτυρεῖ, ἐπὶ μὲν τῆς τῶν θεῶν γενέσεως λέγων (th. 126)· Γαῖα μέν τοι πρώτιστον ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτῃ. Οὐρανοῦ δὲ καὶ Γῆς εἰσιν οἱ περὶ Κρόνον καὶ οἱ ἄλλοι Τιτᾶνες, ἐκ δὲ τῶν Τιτάνων οἱ ὕστεροι θεοί· Ἥφαιστος δὲ Πανδώραν ποιεῖ (op. 60)· Ἥφαιστον δ᾿ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ᾿ ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐΐσκειν. ἀπὸ δὲ τῆς Πανδώρας εἰς ἡμᾶς τὸ γένος διῖκται. οὕτως ἕν ἐστι θεῶν καὶ ἀνθρώπων τὸ γένος. ἀφορᾷ δὲ καὶ πρὸς τὸ εὐφυὲς τοῦ Ἀλκιμίδου τὸ προοίμιον.

[*]()a. διείργει δὲ πᾶσα κεκριμένα δύναμις: ἡ ἀμετάβλητος.

b. ἢ πολλή, ἐπιτατικῶς.

c. κεκριμένη, ἤτοι κεχωρισμένη.

d. ὁ δὲ νοῦς· διαχωρίζει δὲ ἀπ᾿ ἀλλήλων ἡμᾶς ἡ ὡρισμένη δύναμις τῶν θεῶν, ἵν᾿ ἔξωθεν ἀκούσωμεν τοσοῦτον, ὥστε τὸ μὲν τῶν ἀνθρώπων εὐδιάφθορον εἶναι γένος, τὸ δὲ τῶν θεῶν ἐν ἀσφαλεῖ καὶ βεβαίῳ καὶ ἀφθαρσίᾳ τυγχάνειν.

e. ἢ οὕτω· τοὺς θεοὺς καὶ ἡμᾶς χωρίζει ἡ δύναμις· οἱ μὲν γὰρ ἀθάνατοί εἰσι και ἰσχύουσιν, ἡμεῖς δὲ οὐδέν.

f. ἢ οὕτω· τὸ μὲν ἡμέτερον γένος τὸ μηδέν ἐστι καὶ ταπεινόν, τὸ δὲ θεῖον πολλὴν ἔχει τὴν δύναμιν. καὶ ἐν Πυθιονίκαις (VIII 95) σκιᾶς ὄναρ ἄνθρωπός φησιν.

[*]()a. ἀλλά τι προσφέρομεν ἔμπαν: ἀλλ᾿ ὅμως καίτοι οὐδαμινοὶ ὄντες, φησίν, ἐμφερές τι ἔχομεν τοῖς θεοῖς, ἢ κατὰ τὸν νοῦν· θεὸς γάρ τις ἐν ἡμῖν κατὰ τὸν Εὐριπίδην (fr. 1018)· ἢ κατὰ τὰς εὐφυΐας τῶν σωμάτων καὶ τὰ κάλλη.

b. ἢ οὕτως· ὅμως μέντοι ἐοίκαμεν προσεοικέναι τοῖς θεοῖς κατά τι, ἢ κατὰ τὸν νοῦν ἢ κατὰ τὴν εὐφυΐαν.

c. ὁ δὲ νοῦς· προσφερεῖς, φησίν, ἐσμὲν τοῖς θεοῖς, καίπερ οὐκ εἰδότες εἴτε ἐν ἡμέρᾳ εἰτε ἐν νυκτὶ πότμος ἔγραψε τὴν εἱμαρμένην ἡμῖν καὶ τὸν θάνατον.

d. ἢ οὕτω· καίτοι μὴ γινώσκοντες μήτε τὰ πρὸς τὴν ἡμέραν μήτε τὰ διὰ νυκτὸς ἐσόμενα, μηδὲ εἴ τις ἡμᾶς μόρος κατακέκρικεν εἰς σκοπόν τινα καὶ στάθμην λαβεῖν. στάθμην δέ φησι τὸν θάνατον κατὰ λόγον· ἐπίστασις γὰρ ἡμῖν ἐστι τοῦ παντὸς βίου καὶ στάσις καὶ τέλος.

e. ἢ στάθμην ἀκουστέον ἐκ μεταφορᾶς τὴν περιγραφὴν τοῦ βίου καὶ τὴν οἴκησιν.

[*]()a. τεκμαίρει δὲ καὶ νῦν Ἀλκιμίδας: ὅτι δὲ συγγενεῖς ἐσμεν τῶν θεῶν, ὁ Ἀλκιμίδας, φησί, σαφὲς ποιεῖ τεκμηριοῦσθαι ἡμᾶς. εἰς ὃ γὰρ καὶ αὐτὸς ἔπραξε τῇ εὐφυΐᾳ ἑαυτοῦ, ἐπέδειξε τὴν πρὸς τὸ θεῖον ἡμῶν συγγένειαν, ἐγγύς τι καὶ παραπλήσιον εἰργασμένος ταῖς καρποφόροις ἀρούραις.

b. ὁ δὲ νοῦς· τεκμηριοῖ δὲ καὶ σαφὲς εἶναι ποιεῖ τὸ πρὸς τοὺς θεοὺς ἡμῖν διὰ τὴν εὐφυΐαν συγγενὲς καὶ νῦν Ἀλκιμίδης τοῖς αὐτοῦ κατορθώμασιν.

[*]()a. αἵ τ᾿ ἀμειβόμεναι: οὐ γὰρ διαπαντός, φησίν, ἐξομαλίζουσι τὴν εὐκαρπίαν αἱ ἄρουραι, ἀλλὰ παρὰ χρόνους τινὰς ἀναπαύλης τυγχάνουσιν, εἶτα ἀναπαυσάμεναι πάλιν ἀποδιδόασι πλείονας τοὺς καρπούς. ἀμειβόμεναι οὖν αἱ ἄρουραι, τουτέστιν ἐξ ἀμοιβῆς παρ᾿ ἐνιαυτὸν φέρουσαι, τὸν βίον ἔδοσαν, τουτέστι τὰ πρὸς τὸν βίον δαψιλῆ καὶ πλούσια· διὰ γὰρ τοῦ ἐπηετανοῦ τοῦτο βούλεται δηλοῦν.

b. ἄλλως. τοῦ γένους τοῦ Ἀλκιμίδου οἱ μὲν ἠγωνίσαντο, οἱ δὲ οὔ, ἀλλὰ συμβέβηκε τύχῃ τινὶ παρὰ μέρος ἀθλεῖν. νικᾷ γὰρ Ἀγησίμαχος, σχολάζει Σωκλείδης ὁ τούτου παῖς, εἶτα Πραξιδάμας ὁ ἐκ Σωκλείδου ἐναγώνιος γίνεται· Πραξιδάμαντος πάλιν σχολάζει ὁ υἱὸς ὁ τοῦ νικηφόρου πατήρ. τούτου οὖν μεταξὺ γεγενημένου ἐν τῷ γένει διαλείμματος ὑπεραπολογεῖται, καὶ παρομοιοῖ αὐτοὺς τῇ γῇ τῇ παρ᾿ ἐνιαυτὸν καὶ ἐκ διαλειμμάτων εὐκαρπούσῃ, λέγων ὅτι δηλοῖ δὲ καὶ σαφὲς ποιεῖ τὸ ἑαυτοῦ συγγενὲς ὁ Ἀλκιμίδης, ὅπερ ἐστὶν ἰδεῖν ὅμοιον τῇ σπορίμῃ γῇ καὶ ταῖς ἀρούραις, αἵτινες ἐξ ἀμοιβῆς καρποφοροῦσαι ποτὲ μὲν ἀδιάλειπτα τὰ πρὸς τὸν βίον παρέχουσιν ἐκ τῆς γεωργίας, ποτὲ δὲ ἀναπαυσάμεναι καὶ σχολάσασαι τὴν ἑαυτῶν δύναμιν ἀνέλαβον. τὸ δὲ ὑπερβατόν· τεκμαίρει καὶ νῦν Ἀλκιμίδης, ὃς ἦλθεν ἐξ ἐρατῶν ἄθλων, παῖς ἐναγώνιος, ἰδεῖν τὸ συγγενὲς καὶ πρόσφορον τῇ γῇ, ἥτις ἐξ ἀμοιβῆς σπειρομένη ἀναπαύεται καὶ δίδωσι πολλοὺς τοὺς καρπούς.

[*]()a. ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων: καὶ ὁ Ἀλκιμίδης οὖν παραπλήσιος ταύταις ἐγένετο· ὡς γὰρ αὗται ποτὲ μὲν ἀναπαύονται, ποτὲ δὲ καρποφοροῦσι, τῆς γῆς ἐκ διαλείμματος καρποφορούσης, οὕτω καὶ τὸ γένος τοῦ Ἀλκιμίδα. ὁ μὲν γὰρ πάππος τοῦ Ἀλκιμίδα ἐνίκησεν, ὁ δὲ πατὴρ οὐκέτι· ὁ δὲ μὴ νικήσας πατὴρ τῇ ἀναπαύσει παραβέβληται τῶν ἀρουρῶν, ὁ δὲ Ἀλκιμίδας πάλιν νικήσας τῇ μετὰ τὴν ἀνάπαυσιν καρποφορίᾳ.ὃς μετερχόμενος, φησί, τὴν ἐκ Διὸς μοῖραν, τουτέστι τὸν Νεμεακὸν στέφανον, τὰ γὰρ Νέμεα τοῦ Διός, κατὰ τὰ ἴχνη τοῦ Πραξιδάμαντος τὸν ἑαυτοῦ πόδα νέμει, τουτέστι μερίζει· ὡς γὰρ ἐκεῖνος ἐνίκησεν, οὕτω καὶ οὗτος.

b. ὁ δὲ νοῦς· ἦλθεν οὖν πρὸς τὸ παρὸν ἀπὸ τῶν Νεμεακῶν ἀγώνων τῶν ἐρασμίων ὁ ἀνδρειότατος Ἀλκιμίδης, ὃς ἐκ θεῶν ταύτην κληρωθεὶς τὴν εὐτυχίαν νῦν ἐφάνη περὶ τὴν τῆς πάλης νίκην οὐκ ἄμοιρος, ἀλλ᾿ ὥσπερ τις ἀγαθὸς κυνηγέτης, οὕτω κατ᾿ ἴχνος βαίνων τοῦ Πραξιδάμαντος τοῦ ἑαυτοῦ πάππου. ὁ δὲ Ἀρίσταρχος οὐκ ἐπὶ τῷ διαλιπεῖν τὸν πατέρα παραβεβλῆσθαί φησι τῇ γῇ τὰ τῶν ἀνθρώπων, ἀλλὰ διὰ τὸ τὸν Ἀλκιμίδαν πρότερον μὲν ὄντα παῖδα νικῆσαι, διαλιπόντα δὲ χρόνον νῦν πάλιν νενικηκέναι.

[*]()κεῖνος γὰρ Ὀλυμπιόνικος ἐών: ἐκεῖνος ὁ Πραξιδάμας, φησί, πρῶτος ἐγένετο τῶν Αἰγινητῶν πάντων Ὀλυμπιονίκης, ἢ τοῦ γένους ἑαυτοῦ. ὁ δὲ παρὼν Ἀλκιμίδης οὐκ ἐποίησε ληθαργηθῆναι τὸν ἑαυτοῦ πατέρα, φησίν, ἀργησάντων τῶν ἀγωνισμάτων, ἀλλὰ διὰ τῆς ἑαυτοῦ ἀνδρείας ἐκεῖνος ἐσέμνυνε τὸν Σωκλείδην τὸν ἑαυτοῦ πατέρα. ὁ δὲ Δίδυμος, Σωκλῆς ἐστι τὸ ὄνομα, φησί· παρήγαγε δὲ αὐτὸ πατρωνυμικῶς, ὡς ἔθος ἐστὶ τοῖς ποιηταῖς. ὡς οὖν μὴ νενικηκότος τοῦ Σωκλείδου οὗτος τὴν περὶ ἐκεῖνον λήθην ἔπαυσε, νικήσας τοὺς προειρημένους στεφάνους. τὸ δὲ ὑπέρτατος ἀντὶ τοῦ πρεσβύτερος· ὁ γὰρ Σωκλείδης πρεσβύτερος μὲν τῶν υἱῶν γέγονεν Ἀγησιμάχῳ, πατὴρ δὲ Πραξιδάμαντος.

[*]()ἐπεί οἱ τρεῖς ἀεθλοφόροι: ἄρθρον ἐστὶ τὸ οἵ ἀντὶ τοῦ τῷ· τουτέστι τῷ Σωκλείδῃ. τρεῖς γὰρ παῖδες ἐγένοντο αὐτῷ, ὧν ὁ Πραξιδάμας πρῶτος· οῖτινες παῖδες, φησίν, εἰς ἄκρον ἦλθον τῆς ἀρετῆς τῆς ἀθλητικῆς, τῶν τε πόνων τῶν ἀθλητικῶν μετέσχον καὶ ἐγεύσαντο. περιττεύει οὖν ὁ τέ.

b. τρεῖς γὰρ ἀθλοφόρους εἶπε, τοὺς ἀδελφοὺς δηλαδὴ τοῦ Σωκλείδου· τῷ δὲ αὐτὸς μὴ ἠθληκέναι ὁ Σωκλείδης τὸν υἱὸν ἐγύμνασεν, ὃς τὴν περὶ αὐτὸν λήθην ἐσκέδασε νικήσας· ἀνεκήρυξε γὰρ τὸν πατέρα.

c. τὸ δὲ σὺν θεοῦ τύχᾳ ἀντὶ τοῦ τῇ ἐκ θεοῦ τύχῃ.

d. οὐδένα ἕτερον οἶκον οὕτως ἀπέδειξε καὶ ἀπέφηνε, φησί, πλείους ἀπενηνοχότα στεφάνους.