Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. πὰρ μὲν ὑψιμέδοντι: καταχρηστικῶς ἀντὶ τοῦ ὑψηλῷ.[*]()

[*]()b. Παρνασὸς ὄρος τῆς Φωκίδος. τῇ Πυθοῖ.[*]()

[*]()τέσσαρας ἐξ ἀέθλων: ὡς τῶν προγόνων αὐτοῦ τέσσαρας νίκας Πυθικὰς εἰληφότων.[*]()

[*]()a. ἀλλὰ Κορινθίων: ὁ ἀλλά ἀντὶ τοῦ καί· καὶ Ὅμηρος (K 316)· καὶ δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης, ἵν᾿ ᾖ· καὶ ποδώκης.

[*]()b. ἄλλως· ὁ ἀλλά σύνδεσμος ἀντὶ τοῦ δέ, καὶ ἡ ὑπό ἀντὶ τῆς παρά, |[*]() ἵν᾿ ᾖ· παρὰ δὲ Κορινθίων ἐν ταῖς πτυχαῖς τοῦ Πέλοπος, τουτέστιν ἐν Πελοποννήσῳ, ἔλαβον ὀκτὼ νίκας, ἐπεὶ Κορίνθιοι τότε ἐτίθεσαν τὸν ἀγῶνα· ἑπτὰ δὲ στεφάνους ἐν τῇ Νεμέᾳ, φησίν, ἔλαβον, ἤτοι οἱ Ἀχάρναι ἢ οἱ Τιμοδημίδαι.

[*]()τὰ δ᾿ οἴκοι μάσσον᾿ ἀριθμοῦ: τὰ δὲ οἴκοι ἐν ταῖς Ἀθήναις μείζονά ἐστιν ἢ ἀριθμεῖσθαι, οἷον ὑπερβαίνει ἀριθμὸν ἃ ἐνίκησαν οἴκοι. τίθεται δὲ ἐν Ἀθήναις Διὸς ἀγὼν, τουτέστι τὰ Ὁλύμπια.

[*]()a. τὸν, ὦ πολῖται: ἢ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἢ τὸν Δία, ᾧ ἀνατίθεται ὁ ἀγὼν, σὺν τῷ Τιμοδήμῳ κωμάσατε καὶ μετὰ κωμασίας ὑμνήσατε, εὐκλεῶς παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων.

b. ἢ οὕτως· σὺν τῇ ἀπονοστήσει ἀπὸ τῆς Νεμέας κωμάξατε· ἀπὸ τοῦ κώμου τὸ ἐγκώμιον νοητέον· τουτέστιν ὑμνήσατε αὐτόν.