Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἐν Τροίᾳ μὰν Ἕκτωρ Αἴαντος ἄκουσε: τούτῳ γὰρ μονομαχήσας ἐλείφθη.

[*]()b. δυνατός: ἀντὶ τοῦ δυνατή, ὡς θερμὸς ἀϋτμή (h. Hom. Merc. 110. μ 369?), καὶ Πίνδαρος (Ν. IV 1)· ἄριστος εὐφροσύνη ἀντὶ τοῦ ἀρίστη.

[*]()a. Αἴαντος ἄκουσεν: ᾔσθετο τῇ πείρᾳ. καὶ Ὅμηρος (Λ 532)· τοὶ δὲ πληγῆς ἀΐοντες, ἀντὶ τοῦ αἰσθόμενοι. ἔοικε δὲ ὁ Πίνδαρος τὸ παρ᾿ Αἴαντος ῥηθὲν πρὸς Ἕλληνας ὑπονενοηκέναι εἰρῆσθαι πρὸς Ἕκτορα· φησὶ γάρ (Η 198)· ἐπεὶ οὐδ᾿ ἐμὲ νήϊδά γ᾿ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. εἰ μὴ ἄρα τις τῇ πείρᾳ μεμαθηκέναι ὑποστήσεται τὸν Ἕκτορα, ὡς ἐπιτηδείως ἡ Σαλαμὶς ἔχει πρὸς τὴν τῶν ἡρώων γένεσιν.

b. ὁ δὲ νοῦς· τούτου γοῦν τοῦ τὴν Σαλαμῖνα φέρειν ἀνδρείους τὴν πεῖραν ἔσχεν ὁ Ἕκτωρ ἐν τῇ Ἰλίῳ τῇ πείρᾳ τοῦ Αἴαντος. [*]()

c. ἄλλως· ἄκουσεν ἀντὶ τοῦ ἐπῄσθετο, ὅτι ἡ Σαλαμὶς φέρει ἄνδρας ἀγαθούς.

[*]()a. Ἀχάρναι δέ: φανερὸν ἐκ τούτων, ὅτι Ἀχαρνεὺς τῶν δήμων ὁ νικηφόρος. καὶ σὺ οὖν Ἀχαρνεὺς τυγχάνων ἀγαθὸς ἀνὴρ πέφυκας.

b. ἢ οὕτως· καὶ αἱ Ἀχάρναι δὲ, ὅθεν ὑπάρχεις, ἀπ᾿ ἀρχῆς ὡς εὔανδροι ὑμνοῦνται. Ἀχάρναι δὲ δῆμος [*]() τῆς Ἀττικῆς, ὅθεν ἦν ὁ Τιμόδημος.

c. παλαίφατοι δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς λέγονται.

[*]()ὅσσα δ᾿ ἀμφ᾿ ἀέθλοις: θαυμαστικῶς ἀντὶ τοῦ πάνυ· πλειστάκις ἐν τοῖς ἄθλοις οἱ πρόγονοί σου προεκρίθησαν.[*]()

[*]()a. προλέγονται: ἀντὶ τοῦ προκέκρινται. Ὅμηρος (Ν 689)· οἳ μὲν Ἀθηναίων προλελεγμένοι.

[*]()b. ἢ οὕτως· ἐν τοῖς πρὸ τούτου χρόνοις λέγονται.[*]()

c. Τιμοδημίδαι δὲ φατρία, ὅθεν οἱ πρόγονοι τοῦ Τιμοδήμου, ἀπὸ πάππου Τιμοδήμου.[*]()