Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών: πολλῶν ἐπέβην καὶ ἡψάμην ἐγκωμίων, οὐδαμοῦ τῷ καιρῷ πρὸς ψεῦδος χρησάμενος.

b. ἢ οὕτως· οἷον τοῦ καιροῦ τῇ ἀληθείᾳ τυχών.

[*]()a. ἔσταν δ᾿ ἐπ᾿ αὐλείαις θύραις: ἀμφίβολον πότερον ὁ χορὸς ἢ ὁ ποιητής· δύναται γὰρ ὁ χορὸς κυρίως λέγειν ἐφ᾿ ἑαυτοῦ, δύναται δὲ καὶ ὁ Πίνδαρος μεταφορικῶς εἰπεῖν· ἔστην τῷ λόγῳ καὶ τῇ μολπῇ μέλπων αὐτὸν καὶ ὑμνῶν. ἐὰν μὲν οὖν ὁ χορὸς λέγῃ, κυρίως ἀκουσόμεθα δεῖπνον παρεσκευάσθαι· κῶμον γὰρ στέλλουσιν οἱ χορευταί· ἐὰν δὲ ὁ ποιητής, κεκόσμηται τὰ δοθησόμενά μοι δῶρα, φησί, διὰ τοῦ ὕμνου.

[*]()b. ὁ δὲ νοῦς· ἔστην δὲ παραγενόμενος ἐπὶ τοῖς οἴκοις τοῦ φιλοξένου ἀνδρός, τὰ καλὰ δὲ τούτου ἀναβαλλόμενος.[*]()

[*]()a. θαμὰ δ᾿ ἀλλοδαπῶν: οὐκ ἄπειροι γὰρ τῆς συνεχοῦς δεξιώσεως οἱ τούτου οἶκοι· συνεχῶς γὰρ τοὺς ἐκ τῆς ἀλλοδαπῆς ὑποδέχονται γῆς.[*]()

[*]()b. οἱ τοῦ Χρομίου δόμοι οὐκ εἰσὶν ἀπείρατοι ξένων, τουτέστι, φιλόξενοί εἰσι.[*]()

a. λέλογχε δέ: ὁ νοῦς· πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς [*]()ἀγαθοὺς οὕτω τήκεσθαι ὥσπερ ὑπὸ πυρὸς ὕδωρ, οὐκέτι δυνάμενον φέρειν τὴν θέρμην καὶ τὸν καπνόν.[*]()

b. λέλογχε δὲ μεμφομένοις: Ἀρίσταρχος οὕτως· τοῖς δὲ τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο λέλογχε καὶ ὑποκείμενόν ἐστιν, οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν ἀντίον κατασβεννύναι. καταλείπεται δὲ τῇ ἀρχαίᾳ σημασίᾳ τὸ ἐσλός· καὶ ἡ ἀντίστροφος ἀπῄτει τὸ (??). ταῖς δὲ τοιαύταις παραβολαῖς χρῆται ἀποτόμως, οὐ λέγων τὸ καθάπερ. καὶ ὁ μὲν Ἀρίσταρχος ταῦτα. βέλτιον δὲ οὕτως ἀκούειν κατ᾿ ἐναλλαγὴν πτώσεως· μεμφομένοις, ἀντὶ τοῦ μεμφομένους σβεννύειν ὡς ὕδατι καπνὸν, ἵνα αὐτὸς ὁ ἀγαθὸς κατασβεννύῃ τὸν φθονερόν, ἀλλὰ μὴ σβεννύηται ὑπ᾿ ἐκείνου. χρῆται δὲ ὁ Πίνδαρος τῷ καπνῷ ἀντὶ πυρὸς, ἐκ τοῦ παρακολουθοῦντος τὸ πρῶτον σημαίνων.

c. ἢ οὕτως· ὅτι τὸ ἐσλός ἀντὶ τοῦ ἐσλούς εἴρηται Δωρικῶς, καὶ ὅτι τὸ λέλογχεν εἶπεν ἑνικῶς ἀντὶ τοῦ λελόγχασι· λελόγ· χασι δὲ οἱ καταμεμφόμενοι καπνῷ ὕδωρ ἐπιφέρειν· ὅ ἐστι τοὺς ἐχθομένους αὐτῷ οἷός ἐστι καταπραΰνειν, ὥσπερ καπνῷ ὕδωρ ἐπιφέρων.

d. τινὲς οὕτως· ὡς ὕδατι καπνὸν σβεννύουσι καὶ πῦρ, οὕτω τοὺς ἐσλοὺς σβεννύουσιν οἱ φθονεροὶ μεμφόμενοι. e. ἄλλως. οὐκ ἀνύουσιν οἱ φθονεροὶ μεμφόμενοι τοὺς ἀγαθούς· ὁ γὰρ ἀγαθὸς ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν.[*]()

[*]()τέχναι δ᾿ ἑτέρων ἕτεραι: τουτέστιν ἄλλοι ἄλλα φιλοτεχνοῦσι. τοῦτο δὲ λέγει· πρὸς ἃ πέφυκέ τις, πρὸς ταῦτα ἀκολουθοῦντα τῇ φύσει ἰέναι, καὶ περὶ αὐτὰ ἐνεργεῖν. ἢ τέχνας, φησὶν ὁ Δίδυμος, ἀκουστέον τοὺς δόλους, ὅθεν καὶ τὸ ἀτεχνῶς παρὰ τοῖς Ἀττικοῖς· ἄλλαι δ᾿ ἄλλων ἐπιτεχνήσιες. εἴρηται δὲ παρὰ τὸ Ὁμήρου (N 730). ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα.

μάρνασθαι οὖν Ἀρίσταρχος ἀντὶ τοῦ μάχεσθαι καὶ [*]() ἀντερίζειν φύσει χρώμενον κατὰ τρόπον καὶ μηδὲν παρὰ φύσιν πράττειν. μήποτε δὲ τὸ μάρνασθαι οὐκ ἔστι μάχεσθαι, ἀλλ᾿ ἐνεργεῖν, ὥς φησι Δίδυμος, καὶ πραγματεύεσθαι, ὥστε εἶναι τὸ κεφάλαιον τοῦ λόγου· προσήκει δὲ ἀδόλως εὐθὺς πράττειν, καθ᾿ ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ.

[*]()χρὴ δ᾿ ἐν εὐθείαις ὁδοῖς: Ἀριστόνικος· χρὴ καθ᾿ ἣν γεγέννηταί τις φύσιν, ταύτῃ ἀκολουθεῖν καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς ἄλλα τρέποντα, μηδὲ τῷ φθόνῳ μάρνασθαι πρὸς τοὺς ἀγαθούς, ἀλλὰ συνασκεῖν ἅ τις ἔχει ἐκ φύσεως. ὁ δὲ νοῦς· χρὴ δὲ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα καταχρῆσθαι ταῖς ἑαυτοῦ καὶ τῇ φύσει, μὴ δι᾿ ἑτέρων ἐπιτηδευμάτων τὴν ἰδίαν ἐνυβρίζειν τέχνην.

[*]()πράσσει γὰρ ἔργῳ μὲν σθένος: συμπράσσει καὶ συνεργεῖ τοῖς μὲν ἔργοις ἡ ἀνδρείας, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς· μετέβαλε δὲ τὸ Ὁμηρικόν (Π 630)· ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ᾿ ἐνὶ βουλῇ.

[*]()οὕτω τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προγνῶναι ἀκολούθως, ὧν ἐστι συγγενὲς καὶ συμφυὲς καὶ ἀκόλουθον· συγγενὲς γὰρ τὸ συμφυές.

[*]()Ἀγησιδάμου παῖ, σέο δ᾿ ἀμφὶ τρόπῳ: ὁ νοῦς· σοῦ δὲ, ὦ Χρόμιε τοῦ Ἀγησιδάμου παῖ, περὶ τὸν τρόπον καὶ τὸν βίον ἀμφοτέρων ἡ χρῆσις ὑπάρχει, καὶ λόγων καὶ ἔργων· πρὸς ἀμφότερα χρήσιμος εἶ.

[*]()τῶν τε καὶ τῶν: τῶν ἔργων καὶ τῆς συνέσεως. ἐνεργεῖς γὰρ καὶ προβουλεύῃ.

[*]()οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον: πιθανῶς ὃ θέλει παραινέσαι τῷ Χρομίῳ, ἐφ᾿ ἑαυτοῦ ἐξενήνοχεν· οὐκ ἐπιθυμῶ, φησί, κατακρύψαι θησαυρὸν, ἵνα πλουτῶ, ἀλλὰ παρόντων τῶν ἀπὸ τοῦ πλούτου καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦσαι θέλω ἐξαρκῶν τοῖς φίλοις. τὸ δὲ ὅλον· δωρητικὸς γίνου.

[*]()a. κοιναὶ γὰρ ἔρχοντ᾿ ἐλπίδες: αἱ γὰρ ἐλπίδες καὶ αἱ μέλλουσαι, φησί, προσδοκίαι κοιναὶ καὶ ἄδηλοι τοῖς ἀνθρώποις εἰσίν.

b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἵ τις τοῖς φίλοις ἐπαρκέσει, οὗτος καὶ ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς· ἄδηλα γὰρ τὰ παρὰ τῆς τύχης συμπτώματα.

[*]()a. ἐγὼ δ᾿ Ἡρακλέος: οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους. ἢ οὕτως· ἐγείρω τὸν λόγον ὄντα ἀρχαῖον τὸν περὶ τῆς Ἡρακλέους ἀρετῆς· ἀντέχομαι γὰρ αὐτοῦ καὶ ζηλῶ αὐτόν.

[*]()b. ἐγὼ δ᾿ Ἡρακλέος ἀντέχομαι προφρόνως: ἐπαπορήσειεν ἄν τις, διατί τοῦ Ἡρακλέους μνημονεύει· οὐ γὰρ εὔκαιρος δοκεῖ ἡ μνήμη νῦν Ἡρακλέους. καί φαμεν, ὅτι βουλόμενος δεῖξαι, ὡς οἱ διαφανεῖς ἐν τοῖς ἔργοις καὶ τοῖς λόγοις ἀθάνατοι γίνονται τῇ μνήμῃ, διὰ τοῦτο μέμνηται Ἡρακλέους ἀρετῆς, ἐπιφέρων τοῖς τοῦ Χρομίου θαύμασιν· ὅτι ἐγὼ ἀντέχομαι ἐν ταῖς κορυφαῖς τῶν σῶν ἀρετῶν, καὶ μνημονεύω τῶν κατὰ τὸν Ἡρακλέα διηγημάτων.

[*]()c. ἄλλως ἐγὼ δ᾿ Ἡρακλέος· διαπορεῖται τίνι ἀφορμῇ εἰς τοὺς περὶ Ἡρακλέους λόγους παρῆλθε· μηδεμίαν γὰρ ἔχειν εἰς τὰ παρόντα Ἡρακλέα οἰκείωσιν· |[*]() ὁ μὲν οὖν Ἀρίσταρχός φησιν, ὅτι οἴονταί τινες, ὅτι ὑπόθεσις αὐτῷ ἐδέδοτο τοιαύτη ὥστε μνησθῆναι τοῦ θεοῦ, ὅπερ ἐστίν, ὡς καὶ αὐτός φησιν Ἀρίσταρχος, ἀπίθανον. μήποτε δὲ, ὅτι ἀεὶ ὁ Πίνδαρος ἐπαινεῖ τοὺς φύσει μᾶλλον τῶν ἐκ διδαχῆς περιγινομένων, ὁ δὲ Ἡρακλῆς τοιοῦτος. τοῦτο δὲ ἀπίθανον. τί γὰρ, ὅτι τὴν πρώτην περὶ Ἡρακλέους γενομένην συμφορὰν ἰδίως ἐξύμνησεν, εἰς ἔνδειξιν τῶν φυσικῶν ἀγαθῶν; Ἡρακλῆς γὰρ μέχρι παντὸς ἐκ φύσεως ἀγαθὸς ὢν ἀνεφάνη, ὥστε οὐκ ἂν ὡμοίωσε τὸν ἔπαινον, ἓν μόνον τὸ περὶ τοὺς δράκοντας αὐτῷ διαπραχθὲν εἰπών· ἀλλ᾿ εἴπερ ἄρα, ἀπὸ τῶν ἐπιφανεστέρων ἂν ἐπῄνει τὸν Ἡρακλέα. ὁ δὲ Χαῖρίς φησιν, ὅτι ὁ Χρόμιος πολλὰ συμπονήσας τῷ Ἱέρωνι κατὰ τὴν ἀρχὴν ἀμοιβῆς ἔτυχεν ἐξ αὐτοῦ, ὥστε ἐκ περιουσίας καὶ ἱπποτροφῆσαι· ὡς οὖν οὗτος ἔπαθλον πόνων ἔλαβε τὴν ἐπιφάνειαν, οὕτω καὶ Ἡρακλῆς πολλὰ ταλαιπωρήσας ἔπαθλον ἔσχε τὴν ἀθανασίαν καὶ τὸν γάμον τῆς Ἥβης. καὶ πρὸς τοῦτον δὲ ἔνεστιν εἰπεῖν· τί δήποτε ὁ Πίνδαρος ἰδίως τὸν ἔπαινον τὴν τοῦ Ἡρακλέους παρέλαβε συμφορὰν εἰς ἐπίδειξιν τῆς φιλοπονίας; μᾶλλον γὰρ ἔδει κοινότερον πάντας τοὺς ἄθλους εἰς ὑπόμνησιν ἀγαγεῖν, ὅτι καθήρας γῆν καὶ θάλασσαν ἀπεθεώθη. ὁ δὲ Χρύσιππος Νεμεακὸν εἶναί φησι τὸν ἀγῶνα καὶ ἐπὶ τούτῳ δὴ τὸν ἐπίνικον· διά τε τὸ Νεμεαῖον εἶναι τὸν λέοντα, ταύτῃ τὸν Ἡρακλέα τοῖς τοῦ νενικηκότος ἐπαίνοις ἐγκαταμεμίχθαι. ἀντιπράττει δὲ καὶ τούτῳ τὸ μηδ᾿ ὁτιοῦν τὸν Πίνδαρον [εἰπεῖν] περὶ τοῦ λέοντος, ὅπερ αἰτιώτατον τῆς παρεκβάσεώς φησιν ὁ Χρύσιππος εἶναι. βέλτιον δέ φησιν ὁ Δίδυμος ἐκεῖνο λέγειν, ὅτι ὃ περὶ τῆς Αἴτνης ἔφη, τοῦτο καὶ νῦν βούλεται δηλοῦν ὁ Πίνδαρος (P. I 33)· ναυσιφορήτοις δ᾿ ἀνδράσι πρώτη χάρις ἐς πλόον ἐρχομένοις πομπαῖον ἐλθεῖν οὖρον. τοιοῦτο λέγοι ἄν τι καὶ ἐπὶ τοῦ Χρομίου· ἐπεὶ νῦν ἦρκται ἀγωνίζεσθαι καὶ ἀρξάμενος εὐθὺς ἐνίκησεν, ἐλπίς ἐστιν ἀυτὸν καὶ τῶν ἄλλων τεύξεσθαι στεφάνων. πρὸς τί οὖν τὸ περὶ Ἡρακλέους ὑπόδειγμα; ὅτι καὶ ὁ Ἡρακλῆς βρέφος ἔτι ὢν μεταχειρισάμενος τοὺς δράκοντας, καὶ τοὺς αὖθις ἄθλους κατεπράξατο· καὶ ὥσπερ τούτου περὶ τὸν Ἡρακλέα γεγενημένου ὁ Ἀμφιτρύων Θηβαῖον ὄντα τὸν Τειρεσίαν προανέκρινε περὶ τοῦ παιδὸς, ὁ δὲ προεμαντεύσατο τοὺς ἐσομένους αὐτῷ ἄθλους, οὕτως αὐτὸς ὁ Πίνδαρος ἀπὸ τῆς πρώτης τοῦ Χρομίου νίκης προμαντεύεται, ὅτι καὶ τῶν λοιπῶν στεφάνων τεύξεται.

[*]()d. ὁ δὲ νοῦς· ἐγὼ δ᾿ ἐφίεμαι καὶ οὐκ ἀφίσταμαι τοῦ Ἡρακλέους, ἐγείρων τὸν λόγον ὄντα ἀρχαῖον τὸν ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν, οὖ κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ ἐγείρων λόγον· ἀντέχομαι γὰρ καὶ ζηλῶ αὐτόν.

[*]()e. ἢ οὕτως· ἐν ταῖς κορυφαῖς τῶν ἀρετῶν τὸν ἐξ ἀρχῆς παροτρύνων περὶ αὐτοῦ λόγον, οἷον ἀπ᾿ ἀρχῆς τῶν περὶ αὐτὸν γεγονότων μνημονεύων.[*]()

[*]()f. ἢ ἐν ταῖς μεγίσταις τῶν ἀρετῶν κορυφαῖς τὸν ἐμὸν ὁπλίζων καὶ διεγείρων λόγον.

[*]()ὡς ἐπεὶ σπλάγχνων ὑπὸ ματέρος αὐτίκα: διηγήσομαι, φησίν, ὅπως ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ τοῦ Διὸς παῖς Ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ Ἰφικλεῖ διδύμῳ ὄντι ἐκφυγὼν τὴν ὠδῖνα.[*]()

[*]()a. θαητὰν εἰς αἴγλαν: τὴν λαμπρὰν ἡμέραν καὶ θαυμαστήν.

b. ἄλλως. ἤτοι τὴν ὁρατὴν αἴγλην, τὸ φῶς· ἢ τὴν αἰτίαν τοῦ θεάσασθαι ἡμᾶς· καθὸ καὶ μητέρα τοῦ Ἡλίου Θείαν διεπλάσαντο· θέας γὰρ αἴτιος ἡμῖν ὁ θεός.[*]()

[*]()διδύμῳ σὺν κασιγνήτῳ: τῷ Ἰφικλεῖ. ἐναντίως τῷ Θεοκρίτῳ. ἐκεῖνος γάρ φησι (24, 2)· καί νυκτὶ νεώτερον Ἰφικλῆα.[*]()

[*]()a. κροκωτόν: ἤτοι ἀπὸ τῆς χρόας κροκοειδὲς, ἢ ἀπὸ τῆς κρόκης ὑφαντόν.[*]()

b. διηγήσομαι οὖν, φησί, καὶ ὅπως μὴ δυνηθεὶς διαλαθεῖν τὴν Ἥραν εἰς κροκοβαφὲς ὕφασμα ἐνετέθη σπαργανωθείς.[*]()

[*]()ἀλλὰ θεῶν βασίλεια: ὁ ἀλλά κεῖται ἀντὶ τοῦ δέ.

[*]()a. ταραχθεῖσα τῇ ψυχῇ καὶ ὑπερζέουσα τῷ θυμῷ, οὐ τότε ὅτε ἐνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἀλλ᾿ ἔτι πάλαι, ὅτε ἐμίσγετο τῇ Ἀλκμήνῃ ὁ Ζεύς.

[*]()b. σπερχθεῖσα: ἐπιχυθεῖσα, λυπηθεῖσα.