Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. Ἄμπνευμα: ἀνάπνευμα καὶ ἀναπνοή· ἔνιοι δὲ ἀναφύσημα· ἀπὸ γὰρ καταδύσεων ἀφανῶν εἰς τὴν Ἀρέθουσαν ἀναφαίνεται. τὸ δὲ ἀνάπαυμα ἐπὶ τῆς ἐρωτικῆς σπουδῆς ἐπὶ τοῦ ποταμοῦ τάττει· ἔστη γὰρ κατὰ Ὀρτυγίαν τὴν νῆσον. ἡ δὲ Ὀρτυγία πρότερον μὲν οὖσα νῆσος εἶτα προσχωσθεῖσα χερρόνησος γέγονεν, ὡς καὶ Ἴβυκος ἱστορεῖ (fr. 22)· παρὰ χέρσον λίθινον ἔκλεκτον παλάμαις βροτῶν· πρόσθε νιν παῖδα νήριτον ἰχθύες ὠμοφάγοι νέμοντο. σεμνὸν δὲ εἶπεν, ἤτοι ὅτι οὐκ ἔτυχε τῆς συνουσίας ὁ Ἀλφειὸς, ἢ διὰ τὸ καθαρὸν, ὡς Εὐριπίδης (Med. 69)· θάσσουσι σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ.

[*]()b. ἄλλως. ἄμπνευμα: οἷον ἀναπνοὴ διὰ τὸ ἀπορρῶγα καὶ οἷον στόμα εἶναι τοῦ Ἀλφειοῦ τὴν αὐτόθι Ἀρέθουσαν, ἥ ἐστι κρήνη· |[*]() ὥστε καὶ τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ Ὀρτυγία, ἐν ᾗ ἐστι τὸ τοῦ Ἀλφειοῦ ἀνάπνευμα. τίς; ἡ Ἀρέθουσα; ἀλλ᾿ οὐ τὴν Ἀρέθουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν Ορτυγίαν, ἐν ᾗ ὁ Ἀλφειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν Ἀρέθουσαν.[*]()

[*]()a. θάλος Ὀρτυγία: Ὀρτυγία νῆσος πρὸ τῶν Συρακου· σῶν, εἰς ἣν διὰ πελάγους φερόμενος ὁ Ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν Ἀρέθουσαν κρήνην.[*]()

[*]()b. ἄλλως. κατὰ μὲν τὴν ἱστορίαν οὐκ αὕτη ἡ Ὀρτυγία, καθ᾿ ἣν ἡ Λητὼ τὴν Ἄρτεμιν ἀπέτεκεν, ἀλλὰ περὶ Ἔφεσον ἑτέρα . . . . . πλησίον τῆς Σικελίας, ἣν χερρόνησον τῶν Συρακουσῶν ἔφαμεν γεγενῆσθαι, καὶ αὐτὴν ἱερὰν τῆς Ἀρτέμιδος διὰ τὴν πρὸς Δῆλον ὁμωνυμίαν· ᾗ χαριζόμεναι τῇ θεῷ αἱ Νύμφαι καὶ πηγὴν πεποιήκασιν ὀνόματι Ἀρέθουσαν ἐν ταύτῃ τῇ νήσῳ, ἐξ ἧς οὔτε ἀρύσασθαι οὔτε ἰχθῦς λαμβάνειν νόμος.[*]()

[*]()δέμνιον Ἀρτέμιδος: ὁ μὲν Ἀρίσταρχος τὴν Ὀρτυγίαν ἀκούει, διὰ τὸ κατ᾿ ἐνίους αὐτόθι δοκεῖν αὐτὴν γεγεννῆσθαι· προσθείη δ᾿ ἄν τις, ὅτι συνήθως ὁ Πίνδαρος τοῖς ὁμωνύμοις χωρίοις ἐπιτίθησι καὶ τὰ ἐπὶ τοῖς ἄλλοις ἱστορούμενα· καθὰ καὶ ἐπὶ τῶν Πλειάδων (N. II 10)· ἔστι δ᾿ ἐοικὸς ὀρειᾶν τε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι· ὄρειον δὲ τὸ ζῷον. ἔνιοι δὲ ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ Ἀλφειόν φασιν ἔρωτι ἁλόντα τῆς Ἀρτέμιδος ἐπιδιῶξαι αὐτὴν ἄχρι Σικελίας· τοῦ δὲ τέλους τῆς διώξεως αὐτόθι γενομένου αὐτόθι συστῆναι τὴν Ἀρέθουσαν. διὰ τοῦτο δὲ καὶ τὴν Ἄρτεμιν Ἀλφειώαν προσαγορεύεσθαι· καὶ ἐν Ὀλυμπίᾳ δὲ ὁ Ἀλφειὸς τῇ Ἀρτέμιδι συναφίδρυται· καὶ τὴν ποταμίαν δὲ Ἄρτεμιν εἶναι οἳ παρὰ τῷ Πινδάρῳ (P. II 7) ἀκούουσι διὰ τὸ ἐπ᾿ αὐτῇ τοῦ Ἀλφειοῦ πάθος· εἶναι δὲ οἳ Ἀλφειώαν τὴν Ἄρτεμιν λέγουσι διὰ τὸ τὸν Ἀλφειὸν διὰ τοῦ πλησίον τῆς Ἠλείας Ἀρτεμισίου καταφέρεσθαι. ἔχοι δ᾿ ἂν οὐ φαύλως δέμνιον Ἀρτέμιδος λέγεσθαι τὴν Ὀρτυγίαν, οἷον ἐνδιαίτημα καὶ διατριβήν· ἱερὰν γὰρ τὴν πᾶσαν νῆσον Φερσεφόνης εἶναι· ὅτι δὲ ἡ αὐτή ἐστι τῇ Ἀρτέμιδι, Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 48)· οἵ νυ καὶ Ἀπόλλωνα παναρκέος Ἠελίοιο χῶρι διατμήγουσι καὶ εὔποδα Δηιώνην Ἀρτέμιδος.

[*]()a. Δάλου κασιγνήτα: τὴν Ὀρτυγίαν τῆς Δήλου κασιγνήτην εἴρηκε, μετάγων τὰ ἐπὶ τῶν θεῶν λεγόμενα κατὰ τῶν τόπων, οἵτινες ἀπ᾿ ἐκείνων προσηγορεύθησαν. οἱ δὲ διὰ τὴν ὁμωνυμίαν, ὡσανεὶ ἔφη· ἐν ᾗ ἡ Ἄρτεμις ἐγεννήθη ὥσπερ ἐν Δήλῳ· εἴωθε γὰρ ὁ Πίνδαρος μετάγειν τὰς ὁμωνυμίας· ὥστε τὸ λεχθὲν ἐπὶ τῆς εἰς Δῆλον Ὀρτυγίας, τοῦτο ἐπὶ τῇ πρὸς Συρακούσαις μετήχθη. ἔνιοι δὲ κασιγνήτην ἀκούουσιν ἀντὶ τοῦ συγγενῆ διὰ τὴν ὁμοιότητα·[*]() κοινὰ γὰρ τὰ ἐφ᾿ ἑκατέρας ἱστορούμενα. καὶ γὰρ νῆσος ἡ Δῆλος, καὶ ἡ Ὀρτυγία ἡ ἐν Συρακούσαις νῆσος, καὶ ὑπεδέξαντο θεοὺς ἀμφότεραι· καὶ ἡ μὲν ἔκρυσιν διὰ πελάγους, ἡ δὲ ἐκ τοῦ Νείλου διὰ τὸν Ἰνωπόν.

b. ἄλλως. δοκεῖ μὲν πρὸς τὸ βίαιον τὴν πρὸς ταῖς Συρακούσαις ἀδελφὴν λέγειν τῆς Δήλου· τὸ δὲ ὅλον διὰ τὴν ὁμωνυμίαν αὐτῷ ὁ λόγος προήχθη.

[*]()c. ὁ δὲ νοῦς· ὦ σεμνότατον ἀνάπαυμα τοῦ Ἀλφειοῦ, τῶν Συρακουσῶν καὶ τῆς Σικελίας κόσμε καὶ βλάστημα, τῆς Ἀρτέμιδος ἐνδιαίτημα καὶ τῆς Δήλου ἀδελφή.[*]() [*]()ὁ δὲ νοῦς· ὦ σεμνὸν καὶ σεμνότατον ἄμπνευμα καὶ ἀνάπαυμα τοῦ Ἀλφειοῦ, τῶν Συρρακουσῶν καὶ τῆς Σικελίας τῶν κλεινῶν θάλος*) καὶ κόσμε καὶ βλάστημα, τῆς Ἀρτέμιδος δέμνιον καὶ ἐνδιαίτημα, καὶ τῆς Δήλου κασιγνήτη καὶ ἀδελφή. [*]()τοῦτο δὲ καὶ διὰ τὴν ὁμωνυμίαν· Ὀρτυγία γὰρ καὶ ἡ Δῆλος ἐκαλεῖτο· καὶ διὰ τὸ θεοφιλές· ἐν Δήλῳ γὰρ ἦν ἡ Ἄρτεμις.[*]()

[*]()d. σέθεν ἁδυεπής: ἐκ σοῦ ἡδυεπὴς καὶ εὔφημος.

[*]()e. ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ Ὀρτυγία, ὁ ἡδυεπὴς ὕμνος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ πληρῶσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων Διὸς ἕνεκεν τοῦ ἐν τῇ Αἴτνῃ· Διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών.

f. ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστι.[*]()

[*]()g. σέθεν ἁδυεπής: ὁ δὲ νοῦς· σέθεν καὶ ἐκ σοῦ. εὔφημος ὁ ὕμνος ὁ ἡδυεπὴς ὁρμᾶται ἀντὶ τοῦ τὴν ὁρμὴν ἔχει ὥστε θέμεν καὶ θεῖναι καὶ πληρῶσαι αἶνον καὶ ἔπαινον μέγαν τῶν ἀελλοπόδων καὶ τῶν ὀξυτάτων ἵππων, χάριν καὶ ἕνεκεν τοῦ Ζηνὸς τοῦ Αἰτναίου τοῦ ἐν τῇ Αἴτνῃ. Διὶ γὰρ ἀνάκειται καὶ οὗτος ἀγών. ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν.

[*]()a. Ζηνὸς Αἰτναίου: ἐν γὰρ τῇ Αἴτνῃ Διὸς ἱερόν ἐστιν.

[*]()b. Ζηνὸς Αἰτναίου χάριν: ἢ εἰς χάριν τοῦ Διός, ἢ ἕνεκεν τοῦ Διός, παρόσον ἐν τῷ ἀγῶνι καὶ ἐν τῇ πανηγύρει τοῦ Αἰτναίου Διὸς ᾖδον οἱ περὶ τὸν Ἱέρωνα τοὺς ἐπὶ τοῖς στεφανίταις ἀγῶσι πεποιημένους ἐπινίκους [καὶ ᾖδον]. πιθανὸν οὖν φησιν ὁ Δίδυμος καὶ τὸν ἐπὶ τῆς Χρομίου Νεμεακῆς νίκης ἐπίνικον ἕνεκα τούτου συντετάχθαι, ὑπὲρ τοῦ μέλλειν αὐτὸν ὑπὸ τῆς πανηγύρεως ᾀσθήσεσθαι. ὁ δὲ τρόπος ποιητικός, ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν. οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ἐπίνικον ἐν τῇ πανηγύρει τοῦ Αἰτναίου Διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι.

[*]()ἅρμα δ᾿ ὀτρύνει Χρομίου: Χρόμιος ἡνίοχος Ἱέρωνος παιδόθεν γεγονὼς, ἅτε δὴ βασιλεῖ συνὼν καὶ ἄριστος ὢν τὴν ἱππικὴν ἐπλούτησε καὶ ἤρξατο ἀποστὰς τοῦ Ἱέρωνος καθ᾿ ἑαυτὸν ἱπποτροφεῖν· νικᾷ δὲ νῦν ἵππῳ ἅρματι πρῶτον ἀγωνισάμενος.

[*]()ζεῦξαι μέλος: συνθεῖναι ἐγκωμιαστικὸν μέλος. ἔστι δὲ τὸ σχῆμα περίφρασις.

[*]()a. ἀρχαὶ δὲ βέβληνται θεῶν: τοῦ ἐγκωμίου. τοῦτο δὲ λέγει διὰ τὸ ἀπὸ θεοῦ τῆς Ἀρτέμιδος κατῆρχθαι, ὥστε ἀρχὰς τὰ προοίμια τῆς ᾠδῆς αὐτὸν λέγειν. ἔθος δὲ Πινδάρῳ θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν τοῖς ἀνθρώποις ἐκπονούμενα.

b. ὁ δὲ νοῦς· αἱ γὰρ ἀρχαὶ ταῖς δαιμονίαις καὶ θείαις ἀρεταῖς ἐκείνου τοῦ ἀνδρὸς ἐκ θεῶν βέβληνται, ἀντὶ τοῦ ἐκ πρώτης καταβολῆς ἡ τύχη τούτῳ συνέλαβεν.[*]()

[*]()a. ἔστι δ᾿ ἐν εὐτυχίᾳ: κατὰ πάντα μέρη τοῦ βίου ἄκρως ἔνδοξος ὁ εὐτυχής. καὶ Εὐριπίδης (fr. 1017)· τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.[*]()

b. ἢ οὕτως· ἔστι δὲ καὶ ἐκ τῆς εὐτυχίας καὶ εἰς ἄκρον εὐδοξίας ἀφικέσθαι.[*]()

[*]()μεγάλων δ᾿ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ: ἀντὶ τοῦ μεγίστων ἀγωνισμάτων ἡ Μοῦσα μεμνῆσθαι βούλεται.

[*]()a. ἔγειρε νῦν ἀγλαΐαν τινά: ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ τῇ Σικελίᾳ, ἥντινα ὁ Ζεὺς ἐξαίρετον δέδωκε τῇ Φερσεφόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς εὐκαρποτάτης, καὶ ἐπένευσε τῇ ἑαυτοῦ κεφαλῇ τὴν Σικελίαν πιειρῶς καὶ λιπαρῶς ἀνορθώσειν, ἢ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων πόλεων ἐνοικήσεσι ταῖς ὑπ᾿ αὐτὴν ἐσομέναις.

[*]()b. ἔγειρε νῦν: ἔκπεμπε τοίνυν, ὦ Μοῦσα, καὶ σπεῖρε λαμπρότητά τινα τῇ νήσῳ Σικελίᾳ, τὰν καὶ ἥντινα ὁ δεσπότας τοῦ Ὀλύμπου ἤγουν ὁ Ζεὺς ἔδωκεν ἐξαίρετον τῇ Φερσεφόνῃ ἀρίστην οὖσαν καὶ ἐπιτηδειοτάτην τῆς γῆς τῆς ἐυκάρποτάτης, καὶ κατένευσε ταῖς χαίταις καὶ τῇ κεφαλῇ οἱ καὶ αὐτῇ τὴν Σικελίαν πειρῶς καὶ λαμπρῶς ἀνορθώσειν, ἢ τὴν πίειραν καὶ τὴν πιοτάτην καὶ καλλίστην ὑψώσειν πλουσίων πόλεων κορυφαῖς καὶ ἐνοικήσεσι ταῖς ὑπ᾿ αὐτὴν ἐσομέναις.

[*]()τὰν Ὀλύμπου δεσπότας: περὶ τῆς ὅλης Σικελίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ Ζεὺς εἰς τὸν γάμον Πλούτωνος τοῖς ἀνακαλυπτηρίοις τῇ Φερσεφόνῃ δωρήσασθαι.

[*]()εὐκάρπου χθονός: λέγεται γὰρ ἡ πᾶσα Σικελία ἐξ ἀρχῆς Δήμητρος εἶναι καὶ Κόρης, τοῦ Διὸς οὕτως ἐξ ἀρχῆς βουληθέντος. ἡ γοῦν Φερσεφόνη περὶ τοὺς τῆς Αἴτνης διατρίβουσα λειμῶνας ἡρπάσθη παρὰ τοῦ Πλούτωνος.

[*]()πίειραν ὀρθώσειν: ὅ ἐστι διαφυλάξειν ὀρθὴν τῇ Φερσεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν οὕτω γὰρ ἔμελλε δηλονότι ὀρθοῦσθαι ἡ Σικελία, εἰ ἀξιολόγους ἔχοι πόλεις ἐν αὐτῇ.[*]()

[*]()ὤπασε δὲ Κρονίων: παρέσχε δὲ πρὸς τοῖς εἰρημένοις ὁ Ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος, ὥστε δι᾿ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐδοκιμεῖν.[*]()

[*]()πολέμου μναστῆρα: οἷον μνήμονα πολέμου, ἐπιστήμονα, οὐκ ἀμελοῦντα τῶν πολεμικῶν, ἀλλὰ κατατιθέμενον ἐν τῷ νόῳ ὅτι δεῖ παρασκευάζεσθαι εἰς τὰ πολεμικὰ διόλου. ὅμοιον τῷ μνήστορες ἀϋτῆς (Δ 328).[*]()

[*]()a. θαμὰ δὴ καὶ Ὀλυμπιάδων: οὐ μόνον, φησί, τὰ περὶ πόλεμον δραστηρίους ἀπέδειξε τοὺς Σικελιώτας, ἀλλὰ καὶ Ὀλυμπιονίκας· οἷον πολλάκις ἐνίκησαν ἐπ᾿ Ὀλυμπίας. ἔστι δὲ ὁ λόγος τῷ Πινδάρῳ οὐ περὶ τοῦ Χρομίου μόνου, ἀλλὰ καὶ περὶ τοῦ παντὸς λαοῦ, οἳ πολλὰς ἔσχον νίκας Ὀλυμπικάς. ἐντεῦθεν ἴσως πλανηθεὶς ὁ Τίμαιος (FHG I 232) Ὀλυμπικὸν τὸν ἐπίνικον ᾠήθη εἶναι.

b. ἔστι δὲ καὶ οὕτως ἀναγνῶναι· ἵππαιχμόν θ᾿ ἅμα δή, καὶ ὁ λόγος κατὰ συναλοιφὴν, ἵν᾿ ᾖ· ὁ λαὸς μνηστὴρ ἅμα πολέμου καὶ τῶν Ὀλυμπικῶν ἀθλημάτων.