Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. θησάμεναι βρέφος αὐταῖς: δι᾿ ἑαυτῶν.

b. ἢ οὕτως· τοῖς ὄμμασιν.

[*]()ἁγνὸν Ἀπόλλωνα: τὸν Ἀρισταῖόν τινες Ἀπόλλωνα, τινὲς δὲ καὶ Ἀγρέα. |[*]() ἔστι δὲ τοῦ μέλιτος εὑρετὴς, ὃ δὴ τῆς ἀθανασίας δέκατον μέρος ᾠήθησαν εἶναι.[*]()

[*]()a. χάρμα φίλοις: θρέψουσι δὲ αὐτὸν τοῖς ἀνθρώποις χαρὰν καὶ ὄφελος, ἀκόλουθον ὄντα τῶν προβάτων. πρὸ γὰρ τοῦ γενέσθαι Ἀρισταῖον τὰ πρόβατα ὀπάονας οὐκ εἶχεν.

b. ἄλλως· ἀκίνητον τῶν προβάτων ἀκόλουθον αὐτὸν θήσονται, τοῖς δὲ αὐτὸν Ἀρισταῖον καλεῖν, καὶ ἀπὸ κοινοῦ τὸ θήσονται.

[*]()a. Ἀγρέα καὶ Νόμιον: ἰστέον ὅτι τὸν Ἀρισταῖον διὰ τὸ τὴν κτηνοτροφίαν καὶ κυνηγεσίαν εὑρηκέναι Ἀγρέα καὶ Νόμιον, Δία καὶ Ἀπόλλωνα προσηγόρευον.[*]()

b. φαίνεται δὲ, ὅτι καὶ τὴν ἐλαιουργίαν καὶ μελιτουργίαν πρῶτος ἐπινενόηκεν Ἀρισταῖος.

[*]()a. ὣς ἄρ᾿ εἰπὼν ἔντυεν: οὕτως εἰπὼν ὁ Χείρων παρεσκεύαζε τὸν Ἀπόλλωνα τελειοῦν τὸ τῶν γάμων τέλος.

b. ἄλλως· ἕτοιμον αὐτοῖς τόπον ἐποίει, ἵνα οὕτως ὁ γάμος κρανθῇ.

c. ἢ ὁμιλήσας, ὅτι πολυομίλης γενηθήσεται ὁ Ἀρισταῖος καὶ ἀθάνατος παῖς, παρεσκεύασεν αὐτῷ τὸν γάμον.

d. τουτέστιν, εἰ καὶ ἀνεβάλλετο τὸν γάμον ὁ Ἀπόλλων, ἀλλὰ τοῖς λόγοις προετράπη ταχέως μιχθῆναι.

[*]()e. ὡς ἄρα εἰπών: ἀντὶ τοῦ, εἰπόντος τοῦ Χείρωνος ηὐτρεπίζετο αὐτοῖς τὰ πρὸς τὸν γάμον.

[*]()a. ὠκεῖα δ᾿ ἐπειγομένων: σπευδόντων δὲ τῶν θεῶν ταχεῖα καὶ ἡ πρᾶξις καὶ ἡ κατόρθωσις γίνεται.

[*]()b. αἱ δὲ ὁδοὶ τῶν θεῶν βραχεῖαι καὶ μικραί εἰσι διὰ τὸ ταχὺ καὶ ἀκοπίαστον αὐτῶν.

[*]()c. ἄλλως· γλαφυρῶς ἀπέπαυσε τὸν νοῦν ἀπὸ τῆς μίξεως, εἰπὼν ὅτι οἱ θεοὶ πάντα ἀνύουσι καὶ ὁδοὺς ἔχουσι βραχείας, ὧν ἂν θέλωσι πρᾶξαι.[*]()

[*]()a. κεῖνο κεῖν᾿ ἆμαρ: ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκεῖνο τὸ πρᾶγμα διετέλεσεν, ἐν ᾗ ὡμίλησεν αὐτῷ ὁ Χείρων, καὶ ἐτελειώθη τὰ περὶ τὸν γάμον.

b. ἢ οὕτως· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἁρπάσας τὴν Κυρήνην ἐκόμισεν εἰς Λιβύην.[*]()

[*]()c. ἄλλως· κεῖνο: εὐθὺς ἤγαγεν αὐτὴν εἰς Λιβύην καὶ συνῆλθεν αὐτῇ.[*]()

[*]()a. ἐν πολυχρύσῳ Λιβύας: ἐν δὲ τῷ πολυχρύσῳ θαλάμῳ τῆς Λιβύης ἐμίγη αὐτῇ ὁ Ἀπόλλων, ἔνθα τὴν καλλίστην πόλιν καὶ ἔνδοξον κατὰ τοὺς ἀγῶνας περιέπει ὁ Ἀπόλλων τὴν ὁμώνυμον τῇ νύμφῃ Κυρήνην.

b. Λιβύας: ἡ ἡρωίς.

[*]()a. καὶ νῦν ἐν Πυθῶνί νιν: καὶ νῦν δὲ ἐν τῇ θείᾳ Πυθῶνι νικήσας ὁ Τελεσικράτης ἐπιφανῆ ἐποίησε τὴν Κυρήνην.

[*]()b. ὁ δὲ Τελεσικράτης Καρνειάδου παῖς ἦν.

[*]()ἅ νιν εὔφρων δέξεται: ἥτις αὐτὸν ἡ Κυρήνη εὐμενὴς δέξεται ἡ καλὰς ἔχουσα γυναῖκας, πατρίδι δόξαν ἐπέραστον ἄγοντα αὐτὸν ἀπὸ Δελφῶν.

[*]()a. ἀρεταὶ δ᾿ αἰεί: αἱ δὲ μεγάλαι ἀρεταὶ ἀεὶ καὶ πολύμυθοί εἰσι, ἀντὶ τοῦ πολλῶν λόγων δέονται πρὸς τὰ ἐγκώμια.

b. ἢ οὕτω· περὶ τῶν μεγάλων ἀρετῶν πολλὰ ἔνεστιν εἰπεῖν.

[*]()a. βαιὰ δ᾿ ἐν μακροῖσιν: ἐάν τις, φησὶ, μακρὰ ἐκλάβῃ πράγματα καὶ βαιὰ ποιήσῃ αὐτὰ τῷ λόγῳ, ἀκοὰ σοφοῖς ἐστι, τουτέστι σοφοῦ ἀκροατοῦ δεῖται, ἵνα συνῇ τὰ πολλὰ ἐπιτετμημένα.

b. ἢ οὕτως· ἐν μεγάλοις δὲ κατορθώμασιν ὀλίγα συντιθέναι καὶ λέγειν, τοῖς σοφοῖς ἡ τοιαύτη ἀκοὴ καὶ ποίησις ᾠκείωται.

[*]()ὁ δὲ καιρὸς ὁμοίως: παντὸς δὲ πράγματος τὸ τέλος καὶ κορυφὴν ὁμοίως ἡ εὐκαιρία ἔχει, ἀντὶ τοῦ δεῖ κατὰ καιρὸν καὶ μεγάλα καὶ μικρὰ λέγειν.

[*]()a. ἔγνων ποτὲ καὶ Ἰόλαον: ὁ γὰρ Ἰόλαος τεθνηκὼς ἐπειδὴ ἔμαθεν Εὐρυσθέα ἐξαιτούμενον παρ᾿ Ἀθηναίων τοὺς Ἡρακλείδας καὶ ἐπαπειλοῦντα πόλεμον, εἰ μὴ δώσουσιν, εὔξατο ἀναβιῶναι, καὶ ἀναβιώσας ἀπέκτεινε τὸν Εὐρυσθέα καὶ πάλιν τέθνηκεν. οἱ δὲ πρὸς τὸ πιθανώτερον ἕλκουσι τὴν ἱστορίαν, ὅτι γέρων ὢν ηὔξατο ἀνηβῆσαι, καὶ τελέσας τὸν ἆθλον εὐθέως ἐτελεύτα.

b. ὁ δὲ νοῦς· ἐγνώρισαν δέ ποτε καὶ αἱ ἑπτάπυλοι Θῆβαι τὸν Ἰόλαον οὐκ ἀτιμάσαντα τὴν τῶν πραγμάτων εὐκαιρίαν, οἱονεὶ καταχρησάμενον τῇ εὐκαιρίᾳ.

c. ἢ οὕτως· ἔκρυψεν ἡ Θήβη αὐτὸν, ἐπεὶ τὸν Εὐρυσθέα ἀπεκεφάλισεν, ἐν τῷ τοῦ Ἀμφιτρύωνος σήματι, ὅπου αὐτοῦ ὁ προπάτωρ ἦν κείμενος. ὅτι δὲ εὐξάμενος ὁ Ἰόλαος ἀνενεώθη καὶ ἀπέκτεινεν Εὐρυσθέα, δῆλον· ηὔξατο δὲ τῷ Διῒ ἐπὶ μίαν ὥραν ἡβῆσαι, ὅτε διὰ τοὺς Ἡρακλείδας ἐν τῇ Ἀττικῇ καταφυγόντας Εὐρυσθεὺς Ἀθηναίοις πόλεμον συνεκρότησεν.

[*]()οὐκ ἀτιμάσαντά νιν: αὐτόν. τίνα; τὸν καιρόν. εἰς γὰρ δέον καὶ ἐν καιρῷ τοῖς πράγμασι κατεχρήσατο συνταχθεὶς τοῖς περὶ τὸν Ὕλλον καὶ τὴν κεφαλὴν τοῦ Εὐρυσθέως ἀποκόψας.

[*]()τὸν Εὐρυσθέως ἐπεί: ὅντινα τὸν Ἰόλαον, ἐπειδὴ τῇ τοῦ ξίφους ἀκμῇ τὴν τοῦ Εὐρυσθέως κεφαλὴν ἀπέτεμεν, ὑποκάτω τῆς γῆς ἔκρυψαν παρὰ τῷ τάφῳ τοῦ ἱππικωτάτου Ἀμφιτρύωνος.[*]()

[*]()a. ἔνθα οἱ: ἔνθα ὁ τοῦ πατρὸς αὐτοῦ πατὴρ Ἀμφιτρύων ὁ τῶν Θηβαίων φίλος καὶ ξένος μετοικήσας ἔκειτο εἰς τὰς Θήβας.[*]()

[*]()b. ἐν τῇ ἀμαξιτῷ πλησίον τοῦ τάφου Ἀμφιτρύωνος ἔθαψαν Εὐρυσθέα, ἵνα ἀεὶ πατῆται.

[*]() c. λευκίπποις δὲ εἶπε διὰ Ζῆθον καὶ Ἀμφίονα.[*]()

[*]()a. τέκε οἷ καὶ Ζηνί: τῷ Ἀμφιτρύωνι ἡ Ἀλκμήνη.

[*]()b. ὁ νοῦς· ἐγέννησε δὲ τῷ Ἀμφιτρύωνι καὶ τῷ Διῒ μιγεῖσα ἡ Ἀλκμήνη ἐν μιᾷ ὠδῖνι διδύμων υἱῶν πολεμικωτάτην δύναμιν.

[*]()ἐν μόναις ὠδῖσιν: ἐν ἑνὶ τόκῳ καὶ μιᾷ ὠδῖνι. ἐν μιᾷ γὰρ λέγεται νυκτὶ καὶ τῇ αὐτῇ συνευνασθέντων Διὸς καὶ Ἀμφιτρύωνος [τῇ Ἀλκμήνῃ] γενέσθαι τοῦ μὲν Ἡρακλέα, τοῦ δὲ Ἰφικλέα.

[*]()κωφὸς ἀνήρ: κωφός ἐστι καὶ ἀπαίδευτος ἐκεῖνος ὁ ἀνὴρ, ὅστις τῷ Ἡρακλεῖ τὸ ἑαυτοῦ μὴ περιβάλλει στόμα, ἀντὶ τοῦ ὅστις μὴ ἐγκωμιάζει τὸν Ἡρακλέα, καὶ ὅστις μηδὲ τῶν τῆς Δίρκης ὑδάτων αἰσθάνεται |[*]() καὶ ἔχει μνήμην, ἀπὸ κοινοῦ κωφός ἐστιν. ὁ γὰρ μὴ ἀκούσας οὐδὲ εἰπεῖν δύναται.