Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. τοῖσι τέλειον ἐπ᾿ εὐχᾷ: πεπονθώς τι ἐξ αὐτῶν τέλειον ἀγαθὸν διὰ τοῦ κώμου ὑμνήσω. τί δ᾿ ἂν εἴη πεπονθώς; δηλαδὴ καὶ τὰ Ἰολάεια ἐνίκησεν ὁ νικηφόρος. τὸ δὲ ὑπέρβατον· τοῖσι κωμάσομαι τέλειόν τι παθὼν ἐπ᾿ εὐχᾷ [ἐσλόν].

b. ἄλλως· τοῖσι τέλειον ἐπ᾿ εὐχᾷ· ὁ λόγος παρὰ τοῦ ὑμνουμένου πρὸς τὸν Ἡρακλέα καὶ Ἰφικλέα· τετυχηκὼς τῆς νίκης τῶν Ἡρακλείων κἀγὼ ἀντικωμάσω αὐτοὺς, φησὶ, καὶ ὑμνήσω.

[*]()Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγος: τῶν ἐνδόξων Χαρίτων τὸ ἀνθηρὸν φέγγος καὶ ἡ παρρησία μή με λίποι, ἀντὶ τοῦ γένοιτό μοι χαρίεντα γράφειν.

[*]()Αἰγίνᾳ τε γάρ: διορίζομαι γὰρ τὸν νικηφόρον ἔν τε Αἰγίνῃ καὶ τρίτον ἐν Μεγάροις νικήσαντα ταύτην τὴν πόλιν εὐκλεᾶ καταστῆσαι, ἔργῳ τὴν σιγηλὴν καὶ ἀπαρρησίαστον ἀμηχανίαν καὶ αἰσχύνην ἐκφυγών. οἱ γὰρ νικηθέντες ἀμηχανοῦντες καὶ αἰσχυνόμενοι σιωπῇ περιπατοῦσι, μὴ ἔχοντες παρρησίαν μετά τινος διαλεχθῆναι.

[*]()φαμὶ Νίσου τ᾿ ἐν λόφῳ: ἐν Μεγάροις· ὡς εἶναι τέσσαρας τὰς πάσας νίκας, μίαν μὲν ἐν Αἰγίνῃ, τρεῖς δὲ ἐν Μεγάροις. ὁ δὲ λόγος ἀπὸ τοῦ νικηφόρου.

[*]()σιγαλὸν ἀμηχανίαν: τῷ ἔργῳ τὴν μὲν σιγωμένην ἀμηχανίαν φυγὼν, εὔκλειαν δὲ κατακτησάμενος. ἀμήχανον δὲ τὴν σιγὴν εἶπεν, ὅτι κατηφεῖς εἰσιν οἱ νικηθέντες. καὶ ἑτέρωθί πού (fr. 229) φησι· νικώμενοι δὲ ἀγρυξίᾳ δέδενται.

[*]()οὔνεκεν εἰ φίλος ἀστῶν: διὸ εἴτε τις αὐτῷ τῷ νικηφόρῳ φίλος τῶν πολιτῶν εἴτε ἐναντίος καὶ ἐχθρός ἐστι, τὸ ἐν τῷ κοινῷ πονηθὲν ἀγαθὸν ἀνυμνείτω, αὐτὸν μὴ καταβλάπτων τὸν λόγον τοῦ Νηρέως. ἐκεῖνος γὰρ, ὁ Νηρεὺς, ἔφη δεῖν τὸν καλῶς πράττοντα καὶ μετὰ δικαιοσύνης πάντα τρόπον καὶ παρὰ τῶν ἐχθρῶν ἀνυμνεῖσθαι.

[*]()a. εἴ τις ἀντάεις: ἔναντα δαείς.

[*]()b. τὴν νίκην τοῦ νικηφόρου.

c. ἄλλως· ἀντάεις, ἐναντιούμενος, ἐχθρός.

[*]()πλεῖστα νικήσαντα: πολλάκις σε νικήσαντα εἶδον τὰ Παναθήναια ἐν ταῖς ὡρισμέναις τελεταῖς τῆς Ἀθηνᾶς. ὁ δὲ λόγος ἀπὸ τοῦ χοροῦ πρὸς τὸν νικήσαντα.

[*]()ἄφωνοί τε: ἄφωνοι καὶ ἐν ἑαυταῖς κατὰ τὴν ψυχὴν, ὦ Τελεσίκρατες, ἕκασται τῶν παρθένων ηὔχοντό σε ἄνδρα εὐτυχῆσαι, αἱ δὲ γυναῖκες υἱὸν, ἀπὸ κοινοῦ τὸ εὔχοντο ἔμμεν. ηὔχοντο δὲ ἐν τοῖς Ὀλυμπίοις ὁρῶσαί σε καὶ ἐν τοῖς ἄλλοις ἀγῶσι τῆς πλατείας γῆς καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐν ἑκάστῃ πόλει ἐπιχωρίοις ἀγῶσι, πανταχοῦ ὁρῶσαί σε αἱ γυναῖκες ταῦτα ηὔχοντο.

[*]()ἔν τ᾿ Ὀλυμπίοις: οὐ τοῖς ἐν Πίσῃ νῦν Ὀλυμπίοις· οὐ γὰρ ἂν οὕτως ἔρριψεν ἁπλῶς τὸν λόγον· ἀλλὰ τοῖς ἐν Ἀθήναις. |[*]() τὸ δὲ Γῆς, ὅτι καὶ αὐτῇ ἀγὼν ἄγεται ἐν Ἀθήναις, ὥς φησι Δίδυμος.

[*]()ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις: ἐκ κοινοῦ νικήσαντα εἶδον καὶ ἐν τοῖς ἀγομένοις ἀγῶσι τῇ Γῇ. λέγει δὲ ἐν Ἀθήναις. ἐκεῖ γὰρ ἄγεται τῇ Γῇ ἀγὼν, ὥς φησι Δίδυμος.

[*]()a. . . . . . . . . . . . διψώσῃ τῇ ᾠδῇ προστιθέντα.

b. ἀκειόμενόν με καὶ θεραπεύοντα διψῶσαν ᾠδὴν τῷ θέλειν ὑμνεῖν ὑμᾶς, πράσσει τις ἐμὲ καὶ ἀναγκάζει ἔτι τοῦτο ὑπομεῖναι καὶ συμπεριλαβεῖν τὴν τῶν προγόνων ὑμῶν δόξαν.

[*]()οἷοι Λιβύσσας: ὁποῖοι ἦσαν μνηστῆρες οἱ τοῦ νικηφόρου πρόγονοι, οἳ fπερὶ τῆς Λιβυκῆς γυναικὸς ἦλθον εἰς τὴν Ἴρασσαν τὴν τοῦ Ἀνταίου πόλιν πρὸς τὴν ἔνδοξον κόρην.[*]()

[*]()a. Ἴρασσαν πρὸς πόλιν Ἀνταίου: ὅτι ὁ ὑπὸ Ἡρακλέους καταγωνισθεὶς Ἀνταῖος Ἰρασσεὺς ἦν ἀπὸ Ἰρασσῶν τῶν ἐν τῇ Τριτωνίδι λίμνῃ, ὡς Φερεκύδης φησί (FHG I p. 80). ὁ δὲ Πίνδαρος ὑπὲρ τοῦ χαρίσασθαι τῷ ἐπαινουμένῳ παρατρέψας τὴν ἱστορίαν φησὶν Ἀλεξίδαμον πρόγονον τοῦ ἐπαινουμένου γενέσθαι μνηστῆρα τῆς Ἀνταίου θυγατρός· ὄνομα δὲ αὐτῇ Ἀλκηῒς, ὥς φησι Πείσανδρος ὁ Καμιρεύς (fr. 6 Ki.)· ἕτεροι δὲ Βάρκην.[*]()

b. ἄλλως· Ἴρασσα, πόλις Λιβύης, ἣν ᾤκησεν Ἀνταῖος, οὐχ ὁ παλαίσας Ἡρακλεῖ· ἐκεῖνος γὰρ διαλλάσσει τοῖς χρόνοις· ἀλλ᾿ ἕτερος, ὃς τὴν θυγατέρα τοῖς μνηστευομένοις προὔθηκεν ἆθλον δρόμου τῷ φθάσαντι λαβεῖν κελεύσας. ὅμοιον δὲ ἐποίησε Δαναῷ· καὶ γὰρ ἐκεῖνος τὰς θυγατέρας δρόμῳ προὔθηκε. τὴν δὲ κόρην ταύτην τῶν Τελεσικράτους τις προγόνων Ἀλεξίδαμος μνηστευσάμενος καὶ νικήσας τὸν δρόμον ἔγημεν.

[*]()c. ἢ ὅτι Ἀνταῖος ὁ παράνομος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οὗτός φησι, παραγενόμενον τὸν Ἀλεξίδαμον δρόμῳ νικήσαντα τοὺς σὺν αὐτῷ μνηστῆρας, λαβεῖν γυναῖκα τὴν θυγατέρα τοῦ Λιβύων βασιλέως.[*]()

[*]()d. Ἀνταίου: οὐ τοῦ ξενοκτόνου, ἀλλὰ ἑτέρου· ἐκεῖνον γὰρ ἀνεῖλεν Ἡρακλῆς, ᾧ συνήκμασεν Εὔφημος, οὗ ἀπόγονοι μετῴκησαν εἰς Κυρήνην.

[*]()τὰν μάλα πολλοί: ἥντινα τὴν Ἀνταίου θυγατέρα πολλοὶ τῶν ἀρίστων ἀνδρῶν ᾔτουν· ᾔτουν δὲ πολλοὶ μὲν συγγενεῖς αὐτῆς, πολλοὶ δὲ καὶ ἐκτὸς ὄντες γένους, ἐπειδὴ ἐκπρεπὲς αὐτῆς ἐθρυλλεῖτο καὶ ἐθαυμάζετο εἶναι τὸ κάλλος. τῆς γὰρ ἐντίμου αὐτῆς νεότητος καρπὸν δρέψασθαι ἐβούλοντο· ἐκ δὲ τούτου, τὴν παρθενίαν αὐτῆς ἐβούλοντο λαβεῖν.

[*]()πατὴρ δὲ θυγατρί: ὁ δὲ πατὴρ Ἀνταῖος ἐνδοξότερον τῇ ἑαυτοῦ θυγατρὶ κατασκευάζων τὸν γάμον, πεποίηκεν ὅπερ ἤκουσέ ποτε ἐν Ἄργει τὸν Δαναὸν ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν ἑαυτοῦ πεποιηκέναι, κἀκεῖνον ἐμιμήσατο.

[*]()a. ἄκουσε Δαναόν: ἤκουσε γὰρ τὸν Δαναὸν ἐν Ἄργει ὁποῖον ταῖς τεσσαρακονταοκτὼ θυγατράσιν αὐτοῦ γάμον εὗρε, πρὶν τὸ μέσον τῆς ἡμέρας γενέσθαι. τὸ γὰρ ἑωθινὸν ἠγωνίσαντο καὶ πρὸ μεσημβρίας διελύθησαν τοῦ δρόμου, καὶ ἕκαστος ἣν ἠβουλήθη ἔλαβεν.[*]()

b. ζητεῖται δὲ, διατί τεσσαρακονταοκτὼ εἶπε πεντήκοντα οὐσῶν; καὶ ῥητέον, ὅτι Ἀμυμώνη μὲν προδιαφθαρεῖσα ἦν Ποσειδῶνι, Ὑπερμήστρα δὲ ἐρασθεῖσα Λυγκέως, αἱ δὲ ἄλλαι συνδραμοῦσαι τῷ πατρῴῳ βουλήματι ἀνεῖλον τοὺς Αἰγύπτου παῖδας.[*]()

[*]()ὠκύτατον γάμον: ὁ Δαναὸς, φησὶν, ἔστησε τὰς θυγατέρας ἕως μέσης ἡμέρας, ἵνα δηλονότι προθεωρήσωσιν αὐτὰς οἱ μνηστῆρες, καὶ ἕκαστος ἕληται τῶν δρόμῳ πρωτευσάντων ἣν ἂν βούληται.[*]()

[*]()a. οὕτως δὲ δίδου: οὕτως οὖν καὶ ὁ Ἀνταῖος ὁ Λίβυς ἐδίδου πρὸς γάμον τὴν ἑαυτοῦ θυγατέρα, κατασκευάζων τῇ κόρῃ τὸν προϊόντα νυμφίον ἄνδρα. [*]() τῷ νικήσαντι γὰρ καὶ αὐτὸς ἔδωκε τὴν παῖδα πρὸς γάμον.[*]()

[*]()b. ἄλλως· Λίβυς ὄνομα κύριον, οὐχ ὁ Ἀνταῖος, ὡς Δίδυμος.[*]()

[*]()a. ποτὶ γραμμᾷ: πρὸς γὰρ τὸ τέλος αὐτὴν τοῦ σταδίου κοσμήσας ἔστησε, τέλος καὶ ἄκρον εἶναι αὐτὴν τῷ νικήσαντι. ἐν μέσοις δὲ αὐτοῖς εἶπεν· ὅστις ἂν πρῶτος τῶν πέπλων αὐτῆς ἅψηται, ἐκεῖνος αὐτὴν ἀπαγέσθω.[*]()

[*]()b. ἄλλως· ποτὶ γραμμᾷ: τῇ νύσσῃ, τῷ τέλει τοῦ σταδίου.