Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἔνθ᾿ ὀλβίοισιν Ἐμμενίδαις: οὐκ ἀπὸ φυλῆς, ὁ Ἀρίσταρχος· τοῦ κυρίου γὰρ ὄντος Ἐμμενίδου οὐκ ἂν γένοιτο Ἐμμενίδας· ἡ δὲ ποιητικὴ παρέκτασις καὶ σχηματισμοὶ ἐπὶ τῶν κυρίων πατρωνυμικῶν ἐπὶ τὰ αὐτῶν τρεπόμενα ὀνόματα, οἷον Ἡρακλείδης καὶ Ἀσκληπιάδης ἔστι μὲν σχήματι πατρωνυμικὰ, κύρια δέ τινων. |[*]() εἴ τις οὖν τὸν τοῦ Ἡρακλείδου υἱὸν πατρωνυμικῶς βούλοιτο σημῆναι, ὁμωνύμως ἂν πάλιν [πατρὸς] Ἡρακλείδην καλοίη. |[*]() Ἱππόστρατος δὲ (FHG IV p. 433) ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενόδικος Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Καμίκου κατέσχον τῆς Σικελικῆς πόλεως, καθ᾿ ἣν καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών.

b. ὁ δὲ νοῦς· ἔνθα, ἐν τῇ Πυθῶνι, τοῖς εὐδαίμοσιν Ἐμμενίδαις καὶ τῇ Ἀκράγαντι καὶ τῷ Ξενοκράτει ὁ ὑπὲρ τῆς τῶν ἵππων νίκης Πυθιόνικος θησαυρὸς, τουτέστιν ὁ ὕμνος ἕτοιμος καὶ πρόχειρος ἵσταται καὶ ἀνάκειται ἐν τῇ πολυχρύσῳ Ἀπολλωνίᾳ νάπῃ τῇ Πυθοῖ.

[*]()c. ἢ οὕτως· ἔνθα, ἐν τῷ ναῷ τῷ ἐν Πυθοῖ. ἐκεῖ γὰρ ἡ Ἀπολλωνία νάπη, περὶ ἧς ἐν Παιᾶσιν εἴρηται (fr. 69). |[*]() ἔνιοι δὲ νάπην τὸ πεδίον ἤκουσαν, ἐν ᾧ οἱ ἱππικοὶ ἀγῶνες ἐτελοῦντο.

[*]()ποταμίαν εἶπε τὴν Ἀκράγαντα διὰ τὸ ὁμωνυμεῖν τῷ ποταμῷ.

[*]()a. Ἀπολλωνίᾳ νάπᾳ: τινές φασιν εἰς τρεῖς μοίρας διῃρῆσθαι τοὺς Δελφούς· καὶ τούτων ἡ μὲν λέγεται ὑπάτη, ἡ δὲ μέση, ἐν ᾗ ἐστι καὶ αὐτὴ ἡ καλουμένη νάπη.

[*]()b. Ἀπολλωνίαν νάπην τὴν Πυθῶνα λέγει ἐνταῦθα.

[*]()a. τὸν οὐ χειμέριος ὄμβρος: τὸν ὕμνον, ὃν καὶ θησαυρὸν εἶπεν.[*]()

[*]()b. ἄλλως· ὁ νοῦς· ὅντινα τὸν ὕμνον οὔτε ὁ χειμὼν τῆς μεγαλοήχου νεφέλης ἀπηνὴς στρατὸς ἐπελθὼν οὔτε ἄνεμοι ταῖς πνοαῖς τύπτοντες καὶ στρέφοντες τῇ πολυφόρῳ χεράδι ἄξουσι καὶ ἐμβαλοῦσιν εἰς τὰ βάθη τῆς θαλάσσης.[*]()

[*]()ἐριβρόμου νεφέλας στρατός: τὸν ὄμβρον φησὶ, σκληρᾷ μεταφορᾷ χρησάμενος διθυραμβωδῶς, παρόσον πολλῶν νεφῶν εἰς ταὐτὸ συναγομένων ῥήγνυνται οἱ ὄμβροι. τὸν οὖν τῶν ὕμνων θησαυρὸν ὑπ᾿ οὐδενὸς ἀπαχθήσεσθαι, οὔτε ὑπὸ ὄμβρου οὔτε ὑπὸ ἄλλου τινός.[*]()

[*]()a. παμφόρῳ χεράδι: τῷ κοπρώδει φορυτῷ. κυρίως ἡ ἐκ τῆς χαράδρας ἀκαθαρσία. |[*]() Ὅμηρος (Φ 319)· εἰλύσω ψαμάθοισιν, ἅλις χεράδος περιχεύας.

b. χερὰς δὲ ὁ μετὰ ἰλύος καὶ λίθων συρφετός. |[*]()

c. τὸ δὲ τυπτόμενοι ἀντὶ τοῦ τύπτοντες.

[*]()d. φάει δὲ πρόσωπον: ἔξωθεν προσληπτέον εἰς τὸν πλήρη λόγον ἔχων· ἔχων τὸ πρόσωπον ἐν φωτὶ καθαρῷ, τουτέστι λελαμπρυσμένος τῷ προσώπῳ καὶ ἐπιφανὴς ὢν ὁ θησαυρός.

e. ὁ δὲ Θρασύβουλος υἱός ἐστι Ξενοκράτους, (16 B) ἐπιστατεῖ δὲ, ὡς εἰκὸς, τῶν ἱππικῶν ἀγώνων, παρὸ δὴ καὶ προσδιαλέγεται αὐτῷ ὁ Πίνδαρος.[*]()

f. ἢ οὕτως· ὁ νοῦς· ὁ δὲ τῶν ὕμνων ἐν καθαρῷ φωτὶ λελαμπρυσμένος τὸ πρόσωπον θησαυρὸς τῷ σῷ πατρὶ Ξενοκράτει, ὦ Θρασύβουλε, κοινὴν τῷ γένει σου τοῖς πολυθρυλλήτοις τῶν ἀνδρῶν λόγοις ἀπαγγελεῖ τὴν ἐπίδοξον τοῦ ἅρματος νίκην τὴν εὐτυχηθεῖσαν ἐν Δελφοῖς. |[*]() ἡ γὰρ Κρίσα τῶν Δελφῶν.[*]()

[*]()πατρὶ τεῷ, Θρασύβουλε: ὦ τοῦ Ξενοκράτους παῖ. τοῦτον δὲ ὡς φιλοπάτορα καὶ προεστῶτα τῆς ἱππικῆς ἐπαινεῖ, οὐχ ὥς τινες ἐβουλήθησαν, ἡνίοχον. ὁ γὰρ ἡνίοχος Νικόμαχός ἐστιν, ὡς ἐκ τῶν Ἰσθμιονικῶν (II 22) δῆλός ἐστιν.[*]()

[*]()λόγοισι θνατῶν: φανερὸν ὅτι ὁ Θρασύβουλος υἱὸς Ξενοκράτους. τὰς γὰρ Χείρωνος ὑποθήκας αὐτῷ διὰ τοῦτο λέγει, ἐπειδὴ τὰς περὶ πατέρων εὐσεβείας περιέχει.[*]()

[*]()a. σύ τοι σχέθων νιν: ὁ νοῦς· σὺ τοίνυν, Θρασύβουλε, δεξιῶς καὶ ἀληθῶς ἄγεις τὴν ἐντολὴν καὶ παραίνεσιν, ἥν ποτε ἐν τοῖς ὄρεσι μονωθέντι τῷ Ἀχιλλεῖ τὸν τῆς Φιλύρας υἱὸν Χείρωνα εἰπεῖν φασιν, ἐξαιρέτως μὲν τὸν μεγαλόφωνον καὶ ἀστραπῶν καὶ κεραυνῶν δεσπότην Δία παρὰ τοὺς ἄλλους θεοὺς τιμᾶν καὶ σέβεσθαι, ταύτης δὲ τῆς τιμῆς τῆς πρὸς τοὺς θεοὺς μὴ στερίσκειν τῶν γεγεννηκότων [τοὺς] τὸν εἱμαρμένον βίον, [ἐφ᾿ ὧν ζῶσι χρόνων, μετιόντας]. καὶ ἔστιν ἡ ἀπόδοσις τοιαύτη· οὕτω καὶ σὺ, Θρασύβουλε, περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς φυλάττεις τὴν εὐσέβειαν.

b. ἐπιδέξια: ἐπιδεξίως.

[*]()c. νιν: αὐτὴν, τὴν ἐντολήν.

[*]()ὀρφανιζομένῳ ἤτοι χωριζομένῳ ἢ ὀρφανῷ γονέων ὄντι παρὰ τῷ Χείρωνι. τὰς δὲ Χείρωνος ὑποθήκας Ἡσιόδῳ ἀνατιθέασιν, ὧν ἡ ἀρχή (fr. 170)· εὖ νῦν μοι τάδ᾿ ἕκαστα μετὰ φρεσὶ πευκαλίμῃσιν φράζεσθαι· πρῶτον μὲν, ὅταν [εἰς σὸν] δόμον εἰσαφίκηαι, ἔρδειν ἱερὰ καλὰ θεοῖς αἰειγενέτῃσιν.[*]()