Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἐγένετο καὶ πρότερον: ἐγένετο καὶ τοπαλαιὸν, φησὶ, γενναῖος ὁ Ἀντίλοχος, τὸ φρόνημα τοῦτο φέρων τὸ περὶ τοὺς πατέρας εὐσεβὲς καὶ δίκαιον, ὅστις ὁ Ἀντίλοχος ὑπεραπώλετο τοῦ πατρὸς τὸν δεινὸν τῶν Αἰθιόπων ὑπομείνας βασιλέα Μέμνονα.[*]()

[*]()b. τοῦ δεῖν περὶ τοὺς πατέρας σπουδαῖον εἶναι παράδειγμα τὸν Ἀντίλοχον παρήγαγεν.[*]()

[*]()Νεστόρεον γὰρ ἵππος ἅρμα: τὸ γὰρ δὴ τοῦ Νέστορος ἅρμα ὁ ἵππος ἐνεπόδιζε τρωθεὶς τοῖς τοῦ Ἀλεξάνδρου βέλεσι. μέμνηται τούτου καὶ Ὅμηρος, ἔνθα φησί (Θ 86)· σὺν δ᾿ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. ὅτι δὲ ὑπὲρ τοῦ πατρὸς ἐτελεύτα ὁ Ἀντίλοχος, κεφαλαιωδέστερον εἶπε (δ 188)· τόν ῥ᾿ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός.

[*]()ὁ δ᾿ ἔφεπεν: ὁ δὲ Μέμνων ἐπεδίωκε καὶ μεθ᾿ ὁρμῆς διεκίνει τὸ δόρυ.

[*]()a. Μεσσανίου δὲ γέροντος: Μεσσήνιον τὸν Νέστορά φασιν οὗτοι, ὅσοι ὑπέλαβον τὴν Πύλον τῆς Μεσσήνης εἶναι, ἀλλ᾿ οὐχὶ τῆς κατὰ τὴν Ἀρκαδίαν Τριφυλίας. ὁ μέντοι Ὅμηρος οἶδεν ὑποτεταγμένην τῇ Λακωνικῇ τὴν Μεσσήνην. φησὶ γάρ (φ 13. 15)· δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας· τὼ δ᾿ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν.

b. ὁ δὲ νοῦς· τοῦ δὲ Μεσσηνίου γέροντος ταραχθεῖσα ἡ φρὴν ἐβόα τὸν παῖδα.

c. ἄλλως· καὶ Πίνδαρος τὸν Νέστορα ἐκ τῆς Μεσσηνιακῆς Πύλου φησὶν εἶναι. τριῶν γὰρ ὄντων τῶν ἐν Πελοποννήσῳ Πύλων εἷς μέν ἐστιν ὁ περὶ τὸν Ἀλφειὸν ποταμὸν ἐν Ἤλιδι Πύλος, ὃν καὶ ὑφ᾿ Ἡρακλέος πεπορθῆσθαί [φασιν]· ἕτερος δὲ ὁ Τριφυλιακὸς Πύλος, ἐν ᾧ ὁ Ἀμαθόεις ποταμός· τρίτος ἐν Μεσσήνῃ περὶ τὸ Κορυφάσιον. |[*]() εἰσὶ δὲ οἵ φασι τοὺς τρεῖς Πύλους περὶ τὸ Κορυφάσιον ὑπὸ τὸν Νηλέα εἶναι· δοκεῖ δὲ τῷ Διδύμῳ ἐκ τοῦ Τριφυλιακοῦ Πύλου εἶναι τὸν Νέστορα, ἔνθα καὶ Ἀμαθόεις ἐστὶ ποταμὸς καθ᾿ Ὅμηρον.

[*]()a. χαμαιπετὲς δ᾿ ἄρ᾿ ἔπος: εὐτελές. μάταιον.[*]()

b. ὁ δὲ λόγος· οὐ μάταιον δὲ τὸν λόγον ἑαυτοῦ ἔρριψεν. ὑπομείνας γὰρ ὁ θαυμαστὸς Ἀντίλοχος ἠγόρασε τῷ μὲν ἰδίῳ θανάτῳ τὴν τοῦ πατρὸς ἀνακομιδὴν καὶ ζωὴν, ἔδοξε δὲ ἐν τοῖς ἀρχαιοτέροις πρῶτος γεγονέναι.[*]()

[*]()θεῖος ἀνήρ: ὁ Ἀντίλοχος, ὅτι δὴ ὑπ᾿ ὀφθαλμοῖς ἔχων καὶ προορώμενος τὸ δεινὸν ὅμως ὑπὲρ πατρὸς μετὰ προθυμίας ἀπέθανεν.

[*]()a. ἐδόκησέ τε τῶν πάλαι: ἔδοξε τοῖς ἀρχαίοις πρῶτος γεγονέναι πρὸς τὸν πατέρα φιλόστοργος ἐν τοῖς ὁπλοτέροις.

b. τὸ δὲ ἑξῆς· τῶν πάλαι ἔργον τελέσας πελώριον ἐν τῇ γενεᾷ τῶν ὁπλοτέρων ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν ἐδόκησεν.[*]()

[*]()a. τῶν δὲ νῦν καὶ Θρασύβουλος: τῶν δὲ ἀνθρώπων τῶν καθ᾿ ἡμᾶς ὁ Θρασύβουλος πρὸς τὴν τοῦ πατρὸς ἑαυτοῦ στάθμην καὶ ὀρθότητα μάλιστα βαίνει, οἱονεὶ τὸν πατέρα αὐτοῦ τιμᾷ.

b. τὸ δὲ πάτρῳ, τῷ πρὸς πατρὸς θείῳ Θήρωνι. ἐπερχόμενος οὖν πρὸς τὴν τοῦ θείου ἀγλαΐαν, καὶ κατὰ τὸν κόσμον ἴσον ἑαυτὸν ἀπέδειξεν.

c. ἢ οὕτως· ἀντὶ τοῦ πάτρωϊ ποιητικῶς. τὸν γὰρ Θήρωνα λέγειν θέλει τὸν ἀδελφὸν Ξενοκράτους.

d. τῶν δὲ καθ᾿ ἡμᾶς ἀνθρώπων Θρασύβουλος τὴν πρὸς τοὺς πατέρας ἑαυτοῦ στάθμην εὐθεῖαν ἔχει εὔνοιαν. πρὸς τὴν στάθμην δὲ τὰ πάντα εὐθύνεται.

[*]()a. νόῳ δὲ πλοῦτον ἄγει: μετὰ λογισμοῦ πλουτεῖ. νόῳ γὰρ ἄγει τὸν πλοῦτον· οὐχ ὑπὸ τοῦ πλούτου εἰς ἀκρασίαν τρέπεται τὸν νοῦν, ἀλλὰ λογισμῷ κατέχει τὸν πλοῦτον ἐφ᾿ ἃ δεῖ, τῆς τε ἥβης ἀπολαύει οὔτε εἰς πλημμέλειαν οὔτε εἰς ὑπεροψίαν ἀποχρώμενος αὐτῇ.[*]()

[*]()b. ἄδικον οὔτε: οὔτε εἰς ἄδικον οὔτε εἰς ὑπερήφανον τὴν ἑαυτοῦ ἥβην δρεπόμενος, ἀντὶ τοῦ οὐ καταχρώμενος τῇ ἑαυτοῦ νεότητι πρὸς ἀλαζονείαν.[*]()

[*]()c. ὑπέροπλον ἥβαν δρέπων, σοφίαν δέ: δρεπόμενος δὲ τὴν σοφίαν καὶ καταδεδυκὼς εἰς τοὺς ταύτης μυχούς. ἐκ δὲ τούτου ὅτι ἄγαν σοφός ἐστι. ἀπὸ κοινοῦ δὲ τὸ δρέπων.[*]()

[*]()τίν τε, Ἐλέλιχθον: σοὶ δὲ, ὦ Πόσειδον, προσέρχεται καὶ προσοικειοῦται, ὃς εὗρες ἱππείαν εἴσοδον· τουτέστιν ἱππικὰς ἁμίλλας· ὅτι ἵππιος ὁ θεός. ἡ δὲ φρὴν αὐτοῦ κατὰ τὴν πρὸς τοὺς συμπότας ὁμιλίαν γλυκεῖά ἐστιν, ὥστε τὰ κηρία παραλλάσσειν καὶ παραπορεύεσθαι τῇ γλυκύτητι τῶν φρενῶν· ἀντὶ τοῦ νικᾷ τὸ μέλι.