Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. τὸ δὲ ὁ πλοῦτος εὐρυσθενής, τὸν μετὰ ἀρετῆς πλοῦτόν φησιν εὐρυσθενῆ εἶναι. τὸ γὰρ ἕτερον ἄνευ τοῦ ἑτέρου οὐκ ἀσφαλὲς, ὡς καὶ Καλλίμαχος (in Iov. 95)· οὔτ᾿ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν. οὔτ᾿ ἀρετὴ ἀφένοιο· καὶ ἡ Σαπφώ (fr. 80)· ὁ πλοῦτος ἄνευ ἀρετᾶς οὐκ ἀσινὴς πάροικος.[*]()

b. ὁ νοῦς· ὀ πλοῦτος ἄγαν ἰσχυρότατός ἐστιν, ὅταν τις ἀνθρώπων ἀρετῇ συγκεκραμένον καθαρᾷ τῆς τύχης αὐτὸν παραδούσης ἀνάγῃ πολύφιλον ὄντα καὶ διδῷ τοῖς ἐν χρείᾳ καθεστηκόσιν.[*]()

c. μόνον οὕτως ὁ πλοῦτος εὐρυσθενής ἐστιν [ὄντως] καὶ μέγα ἰσχύει, ἐὰν κεκραμένος ἀρετῇ ὑπάρχῃ.

[*]()a. πολύφιλον δὲ, ἐπειδὴ τῷ πλουτοῦντι πολλοὶ ἕπονται. οὕτω δὲ Ἀρίσταρχος· ἔστι μὲν χωρὶς τὸ πολύφιλον λέγειν, χωρὶς δὲ τὸ ἑπέταν· τοιοῦτός ἐστι τῷ ἔχοντι ὀπαδὸς, ὥστε πολλοὺς φίλους ποιεῖν. ἔστι δὲ καὶ συναμφότερα ἀκούειν· ᾧ πολλοὶ ἕπονται.[*]()"

[*]()b. πολύφιλον ἑπέταν: ᾧ πολλοὶ φίλοι ἕπονται.

[*]()c. τὸ δὲ ἀνάγῃ τὸ αὐτὸ τῷ αὔξῃ.

d. ἢ ἐν τῷ καθόλου τὸν πολύφιλον πλοῦτον, ἢ ὅταν πολυφίλως αὐτὸν ἀνάγῃ, ὅτι πολύφιλοι οἱ πλούσιοι.

e. ἢ οὕτω· τὸν τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἑπόμενον.[*]()

[*]()ὦ θεόμοιρε: ὦ ἐκ θεοῦ ταύτην ἔχων τὴν μοῖραν. ὅ ἐστιν ἐκ θεῶν εἰληφὼς τὴν βασιλείαν.

[*]()σύ τοί νιν κλυτᾶς αἰῶνος: σὺ, φησὶν, ὦ Ἀρκεσίλαε, αὐτὸν, τὸν πλοῦτον, ἀπ᾿ ἄκρων βαθμίδων τῆς αἰῶνος, τουτέστιν ἀπ᾿ ἀρχῆς τοῦ βίου καὶ ἀφ᾿ οὗ ἐγνωρίσθης τῷ βίῳ κόσμος, σὺν εὐδοξίᾳ μετέρχῃ, ὅτι οὐκ εἰς ῥᾳθυμίαν αὐτῷ χρώμενος εἶ, ἀλλ᾿ εἰς τὰ δοξάζειν δυνάμενα, ἱπποτροφίας καὶ τὰ τοιαῦτα.

[*]()a. διατί δὲ σὺν Κάστορι; ἢ ὅτι ἱππικὸς ὁ θεός· Ὅμηρος (Γ 237)· Κάστορά θ᾿ ἱππόδαμον· ὁ δὲ Ἀρκεσίλαος ἱπποτρόφει· δοκεῖ δὲ πρῶτος συνωρίδα καταζεῦξαι Κάστωρ· ἢ ὅτι ἄνωθεν οἱ Βαττιάδαι καὶ Ἀριστοτέλης Λάκωνες ἦσαν, ὅθεν καὶ οἱ Τυνδαρίδαι· ἀπὸ γὰρ Λακώνων εἰς Θήραν ἦλθον, ἀπὸ δὲ τῆς Θήρας εἰς Κυρήνην· |[*]() ἢ ὅτι ἐπιφανῶς ἄγουσιν οἱ Κυρηναῖοι τὰ Διοσκούρεια, Βάττου πρώτου καταδείξαντος τὴν εὐχήν.

[*]()b. ἕκατι χρυσαρμάτου Κάστορος: κέλητα καὶ χαλινὸν πρῶτος Βελλεροφόντης κατέζευξε, συνωρίδα Κάστωρ, ἅρμα Ἐριχθόνιος ὁ Ἀθηναῖος, ἀστράβην Ὀξύλος ὁ Αἰτωλός.

[*]()a. εὐδίαν ὃς μετὰ χειμέριον: ὁ Κάστωρ σοι εὐδίαν παρασκευάζει. ὑπαινίττεται δὲ τὸν τῶν Κυρηναίων νεωτερισμόν· στάσις γὰρ ἐνέπεσεν αὐτῷ πρὸς τὸν δῆμον· ὃν δὴ χειμῶνα ἔφη.

b. διχόθεν ὁ Κάστωρ εὐμενής σοί ἐστιν, εἴς τε τὴν εὐδίαν ἐκ χειμῶνος κατάστασιν, καὶ εἰς τὴν ἱππικὴν νίκην.

c. ἄλλως· εὐδίαν ὅς: ὅστις ὁ Κάστωρ μετὰ τὸν χειμερινὸν ἐκεῖνον ὄμβρον τῶν πραγμάτων περὶ τὴν σὴν μακαρίαν ἑστίαν καταλάμπει. τοῦτο δέ φησιν, ὅτι ἐστασίαστο τὰ περὶ τὴν Κυρήνην πράγματα τῷ Ἀρκεσιλάῳ κατ᾿ ἐκεῖνο καιροῦ.

[*]()σοφοὶ δ᾿ ἔτι κάλλιον: διδόασι, φησὶν, οἱ θεοὶ τοῖς ἀνθρώποις ἀγαθὰ, οἱ δὲ σοφοὶ καλλίονα ποιοῦσιν αὐτὰ προσεπικοσμοῦντες διὰ τὴν αὐτῶν ἀρετήν.

[*]()a. φέροντι καὶ τὰν θεόσδοτον: ἀντὶ τοῦ φέρουσι καὶ ποιοῦσι.

b. τὸ δὲ [σημεῖον] χ΄, ὅτι θεόσδοτον εἶπε τὸν πλοῦτον ἀντὶ τοῦ θεόδοτον.

[*]()σὲ δ᾿ ἐρχόμενον: σὲ δὲ δικαίως ζῶντα πολὺς σὺν εὐδαιμονίᾳ πλοῦτος περιέχει.

[*]()τὸ μὲν, ὅτι βασιλεύς ἐσσι: τοῦτο Ἀττικὸν τὸ σχῆμα· τοῦτο μὲν, ὅτι βασιλεὺς εἶ μεγάλων πόλεων, ἔχει σου ὁ συγγενὴς ὀφθαλμὸς γέρας αἰδοιέστατον, τουτέστιν ὁ ἴδιός σου ὀφθαλμὸς βλέπει περὶ σὲ ὂν τὸ γέρας τῆς βασιλείας αἰδοιέστατον. οἷον βλέπει σεαυτὸν τιμώμενον· δύναται γὰρ ἀπὸ τοῦ ὀφθαλμοῦ τὸ ὅλον σῶμα σημαίνεσθαι· καὶ κατὰ τοῦτο δὲ μακάριος εἶ, ὅτι τὰ Πύθια ἐνίκησας.

[*]()a. μάκαρ δὲ καὶ νῦν: μακάριος δὲ τυγχάνεις καὶ ἐπὶ τοῦ παρόντος, ὅτι τῆς εὐδόξου Πυθιάδος τὴν δόξαν τοῖς ἵπποις λαβὼν ἐδέξω καὶ τοῦτον τὸν κῶμον καὶ ὕμνον παρὰ τῶν χορευτῶν, ὄντα Ἀπόλλωνος παίγνιον. καὶ ἤτοι ὅτι Μουσηγέτης ὁ θεός· παιδιὰ γὰρ Ἀπόλλωνος ἡ χορεία· ἢ Ἀπόλλωνος ἄθυρμα τὴν νίκην· Ἀπόλλωνι γὰρ ἀνιέρωται ὁ ἀγών.

[*]()b. ὃ δὲ λέγει, ὅτι Πύθια νενίκηκεν.

[*]()τῷ μή σε λαθέτω: διὸ μή σε λανθανέτω ἡ Κυρήνη ἀνυμνουμένη.

[*]()ἀμφὶ κᾶπον Ἀφροδίτας: κῆπον Ἀφροδίτης τὴν Κυρήνην ὠνόμασεν ὡς καλλίκαρπον καὶ διὰ τοῦτο ἐράσμιον καὶ ἐπαφρόδιτον· εἰ μὴ ἄρα τὸν τῶν Χαρίτων λόφον ὠνόμασεν οὕτως [Ἀφροδίτης κῆπον εἶπε]. Καλλίμαχος (fr. 266)· ἢ ὑπὲρ αὐσταλέον Χαρίτων λόφον.

[*]()παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν: ἐπὶ παντὸς πράγματος δεῖ τῷ θεῷ τὴν αἰτίαν ἀνάπτειν καὶ ὑπερτιθεῖν, καὶ φιλεῖν· οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ φίλει· καὶ σὲ τοίνυν πρὸ μὲν πάντων τῷ θεῷ προσήκει . . . . . ., προσήκει δὲ φιλεῖν παρὰ τοὺς ἄλλους ἑταίρους |[*]() Κάρρωτον. ἔστι δὲ ἡνίοχος, ἐπιχώριον δὲ Κυρηναίοις τὸ ὄνομα. εἰσὶ δὲ οἳ καὶ τῆς Ἀρκεσιλάου γυναικὸς πατέρα εἶναι ἔφασαν τὸν Κάρρωτον.

[*]()φιλεῖν δὲ Κάρρωτον: Κάρρωτος ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Δίδυμος τῆς Πυθικῆς νίκης αἴτιον γενέθαι τῷ Ἀρκεσιλάῳ, κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. ταῦτα δὲ πιστοῦται παρατιθέμενος τὰ Θεοτίμου (FHG IV p. 517) ἐκ τοῦ πρώτου περὶ Κυρήνης ἔχοντα οὕτως· διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος Ἀρκεσίλαος καὶ βουλόμενος δι᾿ αὐτοῦ τὰς Ἑσπερίδας οἰκίσαι πέμπει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφημον ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πατρίδα ἐστεφάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν οὖν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν ἐποίκων ἡγεμονίαν. ὁ τοίνυν Πίνδαρος τοὺς ἑταίρους καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐφήμῳ τῷ Καρρώτῳ προσῆψε· μόνον γὰρ κατορθῶσαί φησιν αὐτὸν ἀγαγόντα τὸ στρατιωτικόν. δόξειε δ᾿ ἂν τούτοις συνᾴδειν καὶ τὸ μείζοσιν ἢ καθ᾿ ἡνίοχον τοῖς περὶ αὐτοῦ λόγοις τὸν Πίνδαρον κεχρῆσθαι· ἑταῖρον γάρ φησι καὶ εὐεργέτην τοῦ βασιλέως, ὅπερ ἂν εἰκότως ἐπὶ κηδεστοῦ λέγοιτο ἢ ἐπὶ ἡνιόχου· φησὶ γάρ, ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέτην ἀντιάσαι . . . . . . αὐτουργόν τινα τὸν Κάρρωτον γενόμενον ἡνιοχῆσαι τὸ ἅρμα, διὰ τὸ ἐπιεικῶς τοὺς Κυρηναίους ἁρματηλάτας εἶναι καὶ ἱππικοὺς, ὥστε ἀμφότερα τῷ Ἀρκεσιλάῳ αὐτὸν κατειργάσθαι, ἡνιοχῆσαί τε καὶ στρατολογῆσαι.[*]()

[*]()a. ὃς οὑ τὰν Ἐπιμηθέος: Ἐπιμηθέως λέγουσιν ὡς ἐπίπαν θυγατέρα τὴν Μεταμέλειαν καὶ τὰ παραπλήσια, καθάπερ καὶ Προμηθέως τὴν Προμήθειαν. νῦν δὲ ὁ Πίνδαρος τὴν Πρόφασιν αὐτὴν Ἐπιμηθέως εἶπε θυγατέρα.

b. οὐκ ἐκόμισεν οὖν σοι, ὦ Ἀρκεσίλαε, Κάρρωτος λόγους καὶ προφάσεις, ἀλλὰ τὴν νίκην. εἰώθασι γὰρ οἱ ἡττηθέντες σκήπτεσθαι ποριζόμενοι προφάσεις τῆς ἤττης.

[*]()c. τὸν δὲ στέφανον εἶπεν ἀρισθάρματον γέρας τὸν ἐπὶ τῇ τῶν ἵππων ἀριστείᾳ δοθέντα. διὰ δὲ τῆς Κασταλίας ἐκ μέρους τὴν Πυθὼ δεδήλωκεν.

[*]()d. ἄλλως· ὅτι Ἐπιμηθέως θυγατέρα τὴν πρόφασιν εἴρηκε. παρεισῆκται δὲ ὁ Ἐπιμηθεὺς ἀνόητος καὶ ἀπὸ τῶν ἀποβαινόντων συμπτωμάτων καὶ παθῶν διδασκόμενος τὰ ἀσύμφορα καὶ μεταμελόμενος, ὁ δὲ τούτου ἀδελφὸς Προμηθεὺς καὶ σοφὸς καὶ προορώμενος· διὸ καὶ τοὔνομα ἀπὸ τοῦ προμαθεῖν ἐσχε. καὶ Σοφοκλῆς (?) δὲ ἐν τῷ Προμηθεῖ· τοῦ Προμηθέως, θέλων λέγειν τῆς φρονήσεως ἀντέχεσθαι καὶ μὴ τῆς μεταμελείας.

e. ὀψίνοον δὲ τὴν Πρόφασιν εἶπε, διὰ τὸ ὀψέ ποτε καὶ βραδέως τὰ συμφέροντα καὶ ἀσύμφορα καταλαμβάνειν.[*]()

[*]()f. ὅστις ὁ Κάρρωτος οὐ τὴν τοῦ βραδέως βουλευσαμένου Ἐπιμηθέως θυγατέρα Πρόφασιν ἄγων εἰς τοὺς οἴκους τῶν Βαττιαδῶν, τουτέστι τῶν Κυρηναίων, παρεγένετο.

g. ὁ δὲ νοῦς τῷ λόγῳ, ὅτι οὐχ ἡττηθεὶς καὶ προφασισάμενος αἰτίαν τῆς ἥττης ἦλθεν εἰς Κυρήνην, ἀλλὰ νικήσας.[*]()

[*]()ἀλλ᾿ ἀρισθάρματον: ὁ νοῦς· ἀλλ᾿ ἐξοχώτατον ἐκ τῶν ἁρμάτων γέρας ἐν Πυθῶνι παραγεγονὼς περιέβαλεν ὁ Κάρρωτος ταῖς σαῖς κόμαις, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἐπαρκῶν· φησὶ δὲ τῶν ἁρμάτων· ὅτι δώδεκα δρόμους ἀνύει τὸ τέλειον ἅρμα, τὸ δὲ πωλικὸν ὀκτώ. μαρτυρήσει δὲ καὶ ὁ Καλλίμαχος.

[*]()a. ὕδατι Κασταλίας ξενωθείς: ἐν Πυθῶνι παραγεγονώς· ἀπὸ δὲ τῆς πηγῆς τὸ χωρίον ἀκουστέον.

b. ὁ δὲ νοῦς τοιοῦτος· ἀλλ᾿ ἄριστον γέρας ὁ Κάρρωτος ταῖς σαῖς κόμαις περιέβαλεν, ἀφθάρτοις ἡνίαις κατὰ τὸ τέμενος τῶν δυωδεκαδρόμων ἁρμάτων, τουτέστι τὸ στάδιον, τοῖς ποσὶν ἐπαρκέσας καὶ τὴν νίκην ἀπενεγκάμενος.

[*]()ἀκηράτους τὰς ἡνίας ἔφη ἀντὶ τοῦ ἀδιαφθόρους· οὐ γὰρ διεφθάρησαν κατὰ τὸν δρόμον. ἀλλὰ διέμειναν ὑγιεῖς· ἔξωθεν δὲ προσληπτέον τὴν κατά, ἵν' ᾖ κατὰ τὸ τέμενος.

[*]()a. ποδαρκέων δωδεκαδρόμων τέμενος: τέμενος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται.

[*]()b. ὅτι δὲ δωδεκάκις τρέχουσι, μαρτυρεῖ καὶ Καλλίμαχος (fr. 468)· δωδεκάκις περὶ †δίφρον ἐπήγαγεν ἴθματα δίφρου.