Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν: οὐδὲν γὰρ τῶν αὐτοῦ ἁρμάτων ὁ Κάρρωτος κατέκλασεν. ἐν γὰρ τοῖς ἑξῆς αὐτὸς ἱστορεῖ μ΄ δίφρους τοὺς συναγωνιζομένους τῷ τοῦ Ἀρκεσιλάου ἅρματι κατεάχθαι κατὰ τὸν δρόμον, μόνον δὲ τὸ τοῦ Καρρώτου ὄχημα ἀπήμαντον ἀνύσαι τὸ στάδιον, καὶ διὰ τοῦτο ἀνατεθεῖσθαι τῷ Ἀπόλλωνι.

b. ὁ δὲ νοῦς· οὐδαμῶς δὲ συνέτριψε τῆς τοῦ ἅρματος σκευῆς οὐδὲν, ἀλλὰ κρέμαται καὶ ἀνιέρωται τῷ Ἀπόλλωνι, ὁπόσα τῶν ταῖς χερσὶν ἁρμοζόντων τεκτόνων ποικίλματα ἄγων τὸν Κρισαῖον λόφον . . . . . κατὰ τὸ κοιλόπεδον πεδίον [ἔδραμε] τοῦ Ἀπόλλωνος.

[*]()χεριαρᾶν: τῶν χερὶ ἀρεσκόντων καὶ κατασκευαζόντων τὰ τεκταινόμενα.

[*]()Κρισαῖον λόφον: ἀνατεθεικέναι φησὶν αὐτὸν ἀπὸ τῆς νίκης ἐν Δελφοῖς τῷ Ἀπόλλωνι τὸν δίφρον τοῦ ἅρματος.

[*]()ἄμειψεν ἐν κοιλόπεδον: ὅτι ὁ ἀγὼν ἐν τῷ πεδίῳ τελεῖται. κατὰ σύγκρισιν δὲ τὴν πρὸς τὸ Παρνάσσιον ὄρος κοιλόπεδον εἶπε τὸ χωρίον.

[*]()a. νάπος τὸ πεδίον ἐν ᾧ ὁ ἀγὼν ἄγεται, κατὰ σύγκρισιν τὴν πρὸς τὸν Παρνασόν. ὄρος γὰρ ἐκεῖνο δικόρυφον. καὶ ἑτέρωθι (P. VI 9) Ἀπολλωνίαν νάπην καλεῖ τὸν τόπον τοῦτον.

[*]()b. τό σφ᾿ ἔχει: ὅπερ τὸ ὄχημα ἔχει τις οἶκος ἐστεγασμένος κυπαρισσίνοις δοκοῖς πλησίον τοῦ ἀνδριάντος, ὅντινα μονόβολον ὄντα οἱ Κρῆτες παρὰ τῷ Παρνασίῳ ὄρει καθίδρυσαν, τουτέστιν ἐν τῇ Πυθοῖ.

[*]()c. ὡς ἀνδριάντος μονοξύλου ἀνακειμένου ἐν Δελφοῖς Κρητῶν ἀναθέντων.

[*]()μονόδροπον: μονόβολον. μονόξυλον. παρὰ τὸ μόνον αὐτὸ εἰλῆφθαι· δρέπεσθαι γὰρ τὸ λαμβάνειν.

[*]()ἑκόντι τοίνυν πρέπει: ὁ λόγος πρὸς τὸν Ἀρκεσίλαον. προσήκει σε, φησὶν, ἑκοντὶ τὸν εὐεργέτην Κάρρωτον ἀμείψασθαι ἀνθ᾿ ὧν εἰς σὲ διεπράξατο.

[*]()Ἀλεξιβιάδα, σὲ δ᾿ ἠΰκομοι: ὦ Ἀλεξιβίου υἱὲ Κάρρωτε, σὲ δὲ αἱ εὔκομοι ἐκ τῆς μνήμης καταλαμβάνουσι Χάριτες.

[*]()μακάριος, ὃς ἔχεις: μακάριος δὲ καὶ εὐδαίμων τυγχάνεις, ὅστις καὶ μετὰ τὸν μέγαν κάματον διὰ τῶν ἐμῶν φερτάτων λόγων, τουτέστι τῶν ὕμνων, ἔχεις μνημεῖα τῶν καμάτων. ταῦτα δὲ ἤτοι πρὸς τὸν Ἀρκεσίλαον λέγει διὰ τὸ στάσεσι κεχρῆσθαι πρὸς τοὺς ὑπηκόους, ἢ πρὸς τὸν Κάρρωτον, διότι περὶ τὴν τῶν ἐποίκων συλλογὴν πολλὰ ἐταλαιπώρησεν.

[*]()ἐν τεσσαράκοντα: ὁ νοῦς· ἐν γὰρ τεσσαράκοντα καταπεσοῦσιν ἡνιόχοις ἄθραυστον καὶ ὑγιᾶ τὸν δίφρον ἤγαγες ἀταράχῳ διανοίᾳ, καὶ παρεγένου εἰς τὸ Λιβύης πεδίον ἐκ τῶν ἐνδοξοτάτων ἀγωνισμάτων καὶ εἰς τὴν ἐπίδοξον πόλιν Κυρήνην.

[*]()ὅλον δίφρον: ὁλόκληρον καὶ ὑγιᾶ. προείρηται δὲ ὅτι τὰ συνηγωνισμένα αὐτῷ μ΄ ἅρματα συνεθραύσθη.

[*]()a. πόνων δ᾿ οὔ τις: καθολικῶς φησι, παραμυθούμενος αὐτόν.

b. τὸ ὅλον· οὐδεὶς δὲ ἀνθρώπων ἄμοιρός ἐστι πόνων καὶ καμάτων, οὔτε ἔσται ποτέ. ἴσος δὲ τοῦτο, ὡς τοῦ Καρρώτου κεκμηκότος ἀβλαβὲς διασῶσαι τὸ ἅρμα.

[*]()a. τὰ καὶ τὰ νέμων: τουτέστι τὰ ἀγαθὰ καὶ τὰ κακά. ἀμήχανον γὰρ, φησὶν, ἄνθρωπον ὄντα πάντα ἀγαθὰ λαχεῖν. Ὅμηρος (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. καὶ αὐτὸς ὁ Πίνδαρος (P. III 81)· ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς.

[*]()b. χρῶνται δὲ τῷ ἔμπαν ἀντὶ περισπωμένου τοῦ ὁμῶς, ὅ ἐστιν ἴσον τῷ ὁμοίως· καὶ γὰρ τὸ ἔμπης ἀντὶ περισπωμένου τοῦ ὁμῶς τάσσει Ὅμηρος (σ 354)· ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι καὶ κεφαλῆς. καὶ πάλιν (Ξ 174)· ἔμπης ἐς γαῖάν τε καὶ οὐρανόν.

[*]()c. καὶ ἐπὶ τῶν ὁμοίων.[*]()

[*]()a. κεῖνόν γε καὶ βαρύκομποι: ἐκεῖνον δὲ, τὸν Βάττον, καὶ οἱ χαλεποὶ λεόντες τῆς Λιβύης εὐλαβηθέντες ἔφυγον.[*]()

[*]()b. κεῖνόν γε καὶ βαρύκομποι: Ἀρίσταρχος κατὰ τὸν τόπον φησὶ τοῦτον, καθ᾿ ὃν ἔκτισται ἡ Κυρήνη, λέοντας διατρίβειν πολλοὺς, τῷ δὲ Βάττῳ τὸν Ἀπόλλωνα δοῦναί τινας ἐπῳδὰς, δι᾿ ὧν [αὐτοὺς] ἔμελλεν ἀποσοβήσειν καὶ τὸν τόπον ἡμερώσειν. ὑπερποντίαν δὲ αὐτὸν ἐπενέγκαι γλῶσσάν φησι, παρόσον τὴν τοῦ Ἀπόλλωνος φωνὴν ἐκ Δελφῶν εἰς Λιβύην μετήνεγκε. μήποτε δὲ τροπικῇ κατείληπται φράσει, καὶ ἔστιν ὃ βούλεται λέγειν, ὅτι ἐνθήρου τῆς Λιβύης οὔσης, ὁ Βάττος οἰκίσας τὴν Κυρήνην παρεσκεύασε φυγεῖν τοὺς λέοντας, δέει τῷ ἀπ᾿ αὐτοῦ τῶν λεόντων διασκεδασθέντων.[*]()

[*]()a. γλῶσσαν ἐπεί σφιν: οὐχ ὅτι, φησὶν ὁ Δίδυμος, οἱ λέοντες ἐκ φωνῆς ἔφυγον, ἀλλ᾿ ἐπεὶ τὴν ἀπόφασιν ἐκ τῆς Πυθίας ὑπὲρ τὸν πόντον διεκόμισεν. ἐλθόντι γὰρ αὐτῷ εἰς Δελφοὺς καὶ χρωμένῳ πῶς ἀποκαταστήσει τὴν φωνὴν, παραλιποῦσα τὸ ἐρωτηθὲν ἐκέλευσεν αὐτῷ πόλιν κτίζειν ἐπὶ τῆς Λιβύης. τοιοῦτον οὖν ἐστι τὸ γλῶσσαν ἐπεί σφιν ἀπένεικεν, ἐπεὶ τὸν χρησμὸν διεκόμισε. κατὰ γὰρ τὸν χρησμὸν διεβίβασεν ὄχλον καὶ ἔκτισε τὴν Κυρήνην· ἔφυγον δὲ οἱ λέοντες φοβηθέντες τὸ πλῆθος, οὐ τὴν φωνὴν τοῦ Βάττου. οἱ δὲ τὸ γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν, οὕτως ἀποδιδόασιν, ὅτι τοσοῦτον ἐφώνησεν, ὥστε τὴν πρότερον ἐνδεδωκυῖαν αὐτῷ ὑπερποντίαν γενέσθαι.

[*]()b. ἄλλως· ὑπερποντίαν, τὴν μεγάλην, ὥστε καὶ διὰ θαλάσσης ἀκούεσθαι καὶ ἐξικνεῖσθαι.

[*]()a. ὁ δ᾿ ἀρχαγέτας: ὁ δὲ τῆς ἀποικίας ἀρχηγέτης Ἀπόλλων τοὺς θῆρας εἰς φυγὴν παρώρμησεν, ὅπως ἂν μὴ τῷ βασιλεῖ τῆς Κυρήνης τῷ Βάττῳ ἀτελὴς γένοιτο καὶ οὐχὶ οἰκισθείη ἡ Κυρήνη.

[*]()b. καὶ τοῦτο ἑαυτῷ συνᾴδων ὁ Δίδυμος οὕτως ἀποδίδωσιν· ἐπεὶ ὁ Ἀπόλλων ἔχρησεν οἰκίσαι τὴν Κυρήνην, αἴτιος ἐγένετο τοῦ φυγεῖν τοὺς θῆρας. οἰκιζομένης γὰρ τῆς πόλεως ἔφυγον.

[*]()ἀτελὴς γένοιτο: ἀτελὴς ὁ Ἀπόλλων· μενόντων γὰρ τῶν θηρίων οὐκ ἂν ᾠκίσθη ἡ Κυρήνη.

[*]()ὃ καὶ βαρειᾶν νόσων: ὅστις ὁ Ἀπόλλων καὶ τῶν βαρειῶν νόσων τοῖς τε ἀνδράσι καὶ ταῖς γυναιξὶν ἄκεσιν δίδωσι· καὶ γὰρ ταῦτα διὰ χρησμῶν θεραπεύει.

[*]()πόρεν τε κίθαριν: τὴν κιθαριστικὴν ἐμπειρίαν. Ὅμηρος (Β 827)· ᾧ τόξον Ἀπόλλων, ἀντὶ τοῦ τὴν τοξικήν.

[*]()δίδωσί τε μοῖσαν: ἐχαρίσατο δὲ τῷ τῶν ἀνθρώπων γένει καὶ τὴν κιθάραν, καὶ δωρεῖται τὴν μουσικὴν οἷς ἂν βούληται, ἀστασίαστον ἄγων εἰς τὰς φρένας τῶν ἀνθρώπων δικαιοσύνην.