Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()ἀργινόεντι μαστῷ: Ἀρίσταρχος μὲν τὸ Ὁμηρικὸν (I 141) οὖθαρ ἀρούρης παράγειν αὐτόν φησι πιθανῶς, ὑπαλλαξάμενον τὸν μαστόν· Ἱεροκλῆς δέ φησι τὴν πόλιν κεῖσθαι ἐπὶ λόφου μαστοειδοῦς λευκογείου. μᾶλλον δὲ ἀπὸ τῆς εὐτροφίας, ὡς Ἀρίσταρχος· καὶ γὰρ ὁ ἀργινόεις συνᾴδει τούτῳ μᾶλλον. ἀπὸ γάλακτος.
[*]()a. καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι: τουτέστιν ἀνασώσειεν. οἷον ἐπὶ τέλος ἀγάγοι. ἔστι δὲ ὁ Ἀριστοτέλης ιζ΄ ἀπὸ Εὐφήμου τοῦ Ποσειδῶνος καὶ Εὐρώπης τοῦ λαβόντος τὴν βῶλον παρὰ Τρίτωνος.
[*]()b. ἄλλως· ἀγκομίσαι: ἀνακομίσειεν. ἐπιμελείας ἀξιώσειεν. ἔχει δὲ ἡ ἱστορία οὕτως· ἡνίκα εἰς τὴν Σύρτιν ἐμπεσόντες οἱ Ἀργοναῦται ἔφερον διὰ τῆς Λιβύης ἐπ᾿ ὤμων τὴν Ἀργὼ, εἶτα καθῆκαν εἰς τὴν θάλασσαν. συντυχόντες Εὐρυπύλῳ τῷ Ποσειδῶνος παιδὶ καὶ ἐπειγόμενοι πρὸς τὸν πλοῦν ἐδέξαντο ξένια τὰ παρατυχόντα. βῶλον γὰρ ἐκεῖνος δραξάμενος ἔδωκε γῆς· ὁ δὲ Εὔφημος ἐδέξατο· εἶτα πρὸς τῇ Θήρᾳ ὑπερκλύσαντος τοῦ κύματος καὶ διαλυθείσης τῆς βώλου ἐμαντεύσατο ἡ Μήδεια, τοὺς ἀπ᾿ Εὐφήμου ἑπτακαιδεκάτους ἀποικίαν στείλασθαι ἐκ Θήρας εἰς Λιβύην. ὁ δὲ Εὔφημος γίνεται παῖς Ποσειδῶνος καὶ Μηκιονίκης τῆς Εὐρώτα θυγατρὸς, ὃς ἔγημε θυγατέρα Ἀλκμήνης Λαονόμην, ἀφ᾿ οὗ ἑπτακαιδέκατος ὢν ὁ Βάττος [ὁ καὶ Ἀριστοτέλης] ἀποικίαν εἰς Λιβύην ἐστείλατο. κατὰ τὴν μαντείαν οὖν τῆς Μηδείας ἑπτακαιδέκατος γεγονὼς ὁ Βάττος ἐδυστύχησε τὴν φωνὴν, καὶ ἐκ θεοῦ, τίς λύσις εἴη, ἀνερωτῶντι αὐτῷ ἀνείλετο οὕτω· Βάττ᾿, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. τὸ δὲ σημεῖον, ὅτι ἑπτακαιδεκάτῃ γενεᾷ ἀπὸ τῶν Ἀργοναυτῶν φησι γενομένους ἐκ τῶν Λημνιάδων οἰκίσαι τὴν πρότερον Καλλίστην, ὕστερον δὲ Θήραν.[*]()
[*]()a. ζαμενής: ἡ ἄγαν ὀργίλη καὶ πικρά. τὸ δὲ ἐπίθετον ἐκ τῆς ἱστορίας, ὅτι ὑπέμεινε καὶ τοὺς ἑαυτῆς ἀποσφάξαι παῖδας.[*]()
[*]()b. Θήραιον: τὸ περὶ τῆς Θήρας λεχθέν. ἢ τὸ ἐν τῇ Θήρᾳ εἰρημένον· ἐκεῖ γὰρ ὁ λόγος τῆς Μηδείας καὶ τὸ μάντευμα ἐρρέθη.
[*]()ἀθανάτου στόματος: τῆς Μηδείας εἶπεν, ὡς μὲν Χαῖρις, ἐκ μέρους τὴν ἀθάνατον, ἐπεὶ καὶ Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (992 cl. 965) ἀθάνατον αὐτήν φησιν· ὡς δὲ Ἀσκληπιάδης, ὅτι οὐδὲν τῶν ῥηθέντων ὑπ᾿ αὐτῆς ἀτελὲς γεγένηται οὐδὲ ἐφθάρη.[*]()
[*]()a. φαμὶ γὰρ τᾶσδ᾿ ἐξ ἁλιπλάκτου: τῆς Θήρας, [ἤτοι] ὅτι ἐνάλιος οὖσα πλήττεται ὑπὸ κυμάτων· ἢ τῆς βώλου τῆς διαλυθείσης ὑπερκλύσαντος τοῦ κύματος τὴν ναῦν.[*]()
b. ὁ δὲ νοῦς· φημὶ γὰρ ἐκ ταύτης τῆς ἁλιπλάκτου γῆς τὴν Ἐπάφου κόρην Λιβύην τῶν πόλεων τὴν ῥίζαν καὶ καταβολὴν φυτεῦσαι καὶ σπεῖραι τὴν τοῖς ἀνθρώποις ἐν ἐπιμελείᾳ οὖσαν, ἐν τοῖς τοῦ Διὸς Ἄμμωνος θεμελίοις, τουτέστι τῇ Λιβύῃ.[*]()
[*]()a. Ἐπάφοιο κόραν: τὴν Λιβύην τὴν ἡρωΐδα, ἀφ᾿ ἧς καὶ ἡ χώρα. Ἐπάφου γὰρ τοῦ Διὸς καὶ Ἰοῦς Λιβύη, ἧς καὶ Ποσειδῶνος Βῆλος.
[*]()b. ἄλλως· Ἐπάφοιο κόραν: τὴν Λιβύην· ὅτι ἡ χώρα Λιβύης τῆς Ἐπάφου τοῦ Διὸς καὶ Ἰοῦς τῆς Ἰνάχου ὁμώνυμος. |[*]() εἰώθασι δὲ οὗτοι συμπλέκειν τὰ τῶν χωρῶν ἢ πόλεων καὶ τὰ τῶν ἡρωΐδων ὀνόματα διακοινοποιοῦντες, |[*]() οἷον (Pind. fr. 195)· εὐάρματε χρυσοχίτων, ἱερώτατον ἄγαλμα, Θήβα. τὸ μὲν γὰρ εὐάρματε τῆς πόλεως, τὸ δὲ χρυσοχίτων τῆς ἡρωΐδος.
[*]()ἀστέων ῥίζαν: τὴν Κυρήνην. ἐξ αὐτῆς γὰρ καὶ Ἀπολλωνία καὶ Τεύχειρα ἐκτίσθησαν.
[*]()μελησίμβροτον: τὴν μελήσουσαν πολλοῖς. βούλεται δὲ λέγειν, ὅτι ἐκ τῆς Θήρας ἡ Λιβύη μεταφυτευθήσεται πόλεων ῥίζαν.[*]()
[*]()Διὸς ἐν Ἄμμωνος: Ἄμμωνα Λίβυες τὸν Δία προσαγορεύουσι καὶ οὕτω τιμῶσι, καὶ ἔστιν αὐτοῦ μαντεῖον ἐν Λιβύῃ· καὶ γὰρ καὶ Φαῖστος ἐν τοῖς Λακεδαιμονικοῖς (F H G IV p. 472) ἐπιβάλλων φησί· Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι. ἐνταῦθα δὲ πῶς τὴν Κυρήνην τοῦ μαντείου πλησίον εἶναί φησιν; ἀπέχει γὰρ ἱκανοῖς σταδίοις· ἀλλὰ ῥητέον, ὅτι πᾶσα ἡ χώρα ἀνιέρωται τῷ θεῷ.[*]()
[*]()a. ὅτι αἱ παραπλεύριοι ἄκανθαι αὐτῶν πτερύγια καλοῦνται.
[*]()b. τὸ δὲ ἐλαχύ πρὸς σύγκρισιν τῶν ὀρνέων.[*]()
c. ἀντὶ δὲ νησιωτικῶν καὶ θαλασσίων ἔργων ἠπειρωτικὰ καὶ ἱππικὰ μεταλήψονται.[*]()
d. ὁ δὲ λόγος, ὅτι νησιῶται ὄντες οἱ Θηραῖοι ἠπειρῶται γίνονται.[*]()
e. ὁ δὲ νοῦς· ἀντὶ δὲ τῶν μικροπτερύγων δελφίνων ἵππους μεταλήψονται καὶ ἡνία ἀντὶ κωπῶν, καὶ δίφρους κινήσουσι κατὰ τὸν δρόμον. πτέρυγας δὲ τῶν δελφίνων τὰς ἀκάνθας φησὶ τὰς ἑκατέρωθεν τῶν βραγχίων, αἷς καὶ διανήχονται καὶ διΐπτανται ὥσπερ οἱ ἰχθύες.[*]()
[*]()ἀελλόποδας δὲ ἀπὸ τῶν ἑλκόντων τοὺς δίφρους εἴρηκεν.
[*]()a. κεῖνος ὄρνις: ἡ βῶλος, κεῖνο ὄρνεον· τὸ γὰρ ὄρνεον ἐπὶ τῆς βώλου λαμβάνουσιν.
[*]()b. ἄλλως· κεῖνος ὄρνις: ἐκεῖνος ὁ σύμβολος· τουτέστιν ἡ βῶλος παρασκευάσει τῶν μεγίστων πόλεων μητρόπολιν πολιν γενέσθαι τὴν Θήραν. ἀπὸ γὰρ ταύτης ἡ Κυρήνη ἀνακτίζεται.[*]()
[*]()τόν ποτε: ὁ νοῦς· ὅν ποτε τὸν ὄρνιν, ὅ ἐστι τὴν βῶλον, ἐν ταῖς προχοαῖς τῆς Τριτωνίδος θαλάσσης, θεῷ ἀνδρὶ ὁμοιωθέντι καὶ ξένια παρεχομένῳ ἐκ τῆς πρώρας καταβὰς ὁ Εὔφημος ἐδέξατο.[*]()
[*]()a. Τριτωνίδος ἐν προχοαῖς: Τρίτων ποταμὸς Λιβύης, ἐν ᾧ ἡ Ἀθηνᾶ ἐγεννήθη [ἀφ᾿ οὗ καὶ Τριτογένεια ὀνομάζεται].
[*]()b. ἄλλως· Τριτωνίδος λίμνης: οὕτω καλουμένη θάλασσα περὶ τὴν Λιβύην, καθ᾿ ἣν συντρέχοντες τῷ Εὐρυπύλῳ τὴν βῶλον ἐδέξαντο οἱ Ἀργοναῦται.[*]()
c. ζητεῖται δὲ, δι᾿ ἣν αἰτίαν ὑπεδέξατο τὴν βῶλον ὁ Εὔφημος· καὶ οἱ μὲν, ὅτι πρωρεὺς ἦν, φαίνεται γὰρ καὶ ὁ Εὐρύπυλος ἐπιστὰς τῇ πρώρᾳ καὶ ἐπιδιδοὺς τὸ ξένιον· οἱ δὲ διὰ τὴν συγγένειαν. ἀμφότεροι γὰρ Ποσειδῶνος, ὅ τε δοὺς καὶ ὁ λαβών. |[*]() ὁ δὲ Ἀσκληπιάδης τὰ ἐν ταῖς μεγάλαις Ἠοίαις παρατίθεται (fr. 143)· ἢ οἵη Ὑρίῃ πυκινόφρων Μηκιονίκη, ἣ τέκεν Εὔφημον Γαιηόχῳ Ἐννοσιγαίῳ μιχθεῖσ᾿ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης.
ἀνέρι εἰδομένῳ: τοῦτο καινοτέρως ὁ Πίνδαρος ἱστορεῖ, ὅτι θεὸς Εὐρυπύλῳ παρεικασθεὶς παρέστη τοῖς Ἀργοναύταις.[*]()
[*]()αἴσιον δ᾿ ἐπί οἱ Κρονίων: αἴσιον δὲ τῇ δόσει βροντήσας ἐπεκτύπησεν ὁ Ζεύς (42 B), ὅτε τὴν ἄγκυραν τὴν χαλκᾶς ἔχουσαν γένυς πρὸς τῇ νηὶ ἀνελκυσάντων τῶν Ἀργοναυτῶν καὶ κρημνάντων ἐπέτυχεν ὁ Εὐρύπυλος. σημαίνει δὲ διὰ τούτου τὸν ἀπόπλουν· ὅτε γὰρ πλεῖν μέλλουσιν, ἀνάγουσι τὰς ἀγκύρας.[*]()
[*]()a. ἁνίκ᾿ ἄγκυραν: τὸν Τρίτωνά φησιν αὐτοῖς συντετυχηκέναι ἀναγομένοις ἤδη. τότε γὰρ τὰς ἀγκύρας τοῦ βυθοῦ ἀνασπάσαντες ἐκκρεμῶσι τῆς νεώς.
b. Ἀργοῦς δὲ χαλινὸν τὴν ἄγκυραν λέγει, διὰ τὸ ἐπέχειν τὰς ναῦς δίκην χαλινοῦ· πρὸς τῇ νηῒ γὰρ κρημνάντων ἐπεκύρησε, τουτέστιν ἀναγομένων. τίς δὲ ἐπεκύρησεν; ὁ ἀνδρὶ εἰκασμένος Τρίτων.[*]()
[*]()ἐπέτοσσεν: ἐπέτυχεν.
[*]()a. Ἀργοῦς χαλινόν: χαλινὸν νῦν τὴν ἄγκυραν λέγει ἀπὸ μεταφορᾶς τῶν ἵππων.
[*]()b. τοῦτο προσειληφέναι φησὶ Δίδυμος Πίνδαρον τερατείας χάριν τῆς πρὸς ἡμᾶς, ἐπεὶ οὐδὲ πρέπον τὸ πρὸς εἰδότας λέγειν. ὁ δὲ Ἀμμώνιος περὶ τούτων οὕτω γράφει· καὶ ἑαυτὴν συμπεριλαμβάνει διὰ τὸ ταῖς αὐτῆς βουλαῖς τὴν ἔξω φυγὴν ποιήσασθαι· ἐκβιβάσαι γὰρ συνεβούλευσε καὶ διὰ τοῦ Ἀδρίου ποιῆσαι τὸν πλοῦν. τοῦτο δὲ ἐναντίον τῷ ἐκ τοῦ Ὠκεανοῦ ὑπὲρ τὴν Λιβύην κομίσαι τὴν ναῦν εἰς τὴν Τριτωνίδα· ἀλλὰ μᾶλλον ὡς διὰ τοῦ Φάσιδος εἰς τὸν Ὠκεανὸν ἐκπεπτωκότων.
c. δώδεκα δέ: οἱ λόγοι παρὰ τῆς Μηδείας· ἐν δώδεκα ἡμέραις τοπρότερον ἔξω τοῦ Ὠκεανοῦ ἐφέρομεν κατὰ τῶν νώτων τῆς ἐρήμου καὶ ὁμαλῆς γῆς τὸ θαλάττιον δόρυ. τουτέστι τὴν ναῦν, τοῖς ἡμετέροις βουλεύμασιν ἀνασπάσαντες.