Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]() a. ἤλυθεν ἐς λέχος: Θυώνη ἡ Σεμέλη. οὕτω δὲ ὀνομάζεται ἀπὸ τοῦ περὶ τὸν Διόνυσον πάθους, ὅτι θύει καὶ ἐνθουσιᾷ κατὰ τοὺς χορούς. οὕτω καὶ Θυάδες αἱ Βάκχαι, καὶ θύσθλα οἱ θύρσοι.
b. ἄλλως· Θυώνῃ τῇ Σεμέλῃ· διωνυμίᾳ γὰρ ἐκέχρητο. εἰσὶν οἳ καὶ τὴν αὐτὴν Διώνην λέγουσιν, ὥσπερ Εὐριπίδης ἐν Ἀντιγόνῃ (fr. 177)· ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, Διόνυσε, θνητοῖς τ᾿ οὐδαμῶς ὑπόστατος. ἔνιοι δὲ τὴν Θυώνην ἑτέραν τῆς Σεμέλης φασὶν εἶναι, τροφὸν τοῦ Διονύσου, ὥσπερ Πανύασις ἐν τρίτῳ Ἡρακλείας (fr. 5)· καί ῥ᾿ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης. ἐτυμολογοῦσι δὲ τὴν Θυώνην ἀπὸ τῆς θυηλῆς. Σεμέλη δὲ ἢ κατὰ τὸ μυθικὸν ἡ τὰ μέλη τοῦ σώματος ὑπὸ τῶν βροντῶν διασαλεύσασα, ἢ κατὰ τὸ φυσικὸν ὅτι σείει τὰ μέλη τῶν οἰνουργούντων αὐτὸν ὁ Διόνυσος, ἐν ᾧ τοὺς βότρυς ἁλλόμενοι πατοῦσιν· ἡ δὲ Θυώνη κατὰ τὸ μυθικὸν, διὰ τὸ κεραυνοῖς τεθραῦσθαι, κατὰ δὲ τὸ φυσικὸν, ὅτι πυρώδης ἡ οὐσία τοῦ οἴνου.
[*]()a. τοῦ δὲ παῖς, ὅνπερ μόνον: τοῦ δὲ Πηλέως παῖς ὁ Ἀχιλλεὺς, ὅνπερ μόνον ἡ ἄφθαρτος Θέτις ἐγέννησεν, ἐν τῷ Ἰλιακῷ πολέμῳ τοῖς Ἀπόλλωνος τόξοις ἀπολιπὼν τὴν ψυχὴν καὶ τῷ πυρὶ καιόμενος ἐκίνησεν ἐπ᾿ αὐτῷ γόον ἐκ τῶν Ἑλλήνων. μετὰ γὰρ τὸ τελευτῆσαι ἐκάη.
b. ἄλλως· οὐ μόνον αὐτὸν ἐγέννησεν, ἀλλὰ καὶ ἄλλους, οὓς βουλομένη ἀπαθανατίζειν ἔκτεινε. φασὶ δὲ ὅτι καὶ τὸν Ἀχιλλέα μέλλουσα καίειν καὶ καταληφθεῖσα ὑπὸ τοῦ Πηλέως εἰς θάλασσαν ἔφυγεν.
[*]()a. ὦρσεν ἐν πυρί: τὸ ἑξῆς· ὦρσ᾿ ἐκ Δαναῶν γόον πυρὶ καιόμενος.
[*]()a. εἰ δὲ νόῳ τις ἔχει: εἰ δέ τις τὴν ἀλήθειαν τῶν πραγμάτων προϊδεῖν δύναται, δεῖ πρὸς τῶν θεῶν εὖ πάσχοντα ἑαυτὸν μὴ λυπεῖν, ἀλλὰ συνεπιδιδόναι τὴν ψυχὴν ταῖς ἀπὸ τῶν θεῶν εὐπραγίαις. τὸ δὲ εὖ κοινὸν πρός τε τὸ πασχέμεν καὶ πρὸς τὸ μακάρων τυγχάνοντα.[*]()
b. ἄλλως· εἰ δέ τις τῶν ἀνθρώπων οἶδε τῆς ἀληθείας τὴν ὁδὸν, τουτέστιν ὀρθῶς λογίζεται καὶ φρόνιμός ἐστι, προσήκει τινὰ εὖ παρὰ θεῶν εὐεργετούμενον ὑφίστασθαι καὶ τῆς εὐπραγίας ἀπολαύειν. Ὅμηρος (Γ 65)· οὔτοι ἀπόβλητ᾿ ἐστὶ θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν· ἑκὼν δ᾿ οὐκ ἄν τις ἕλοιτο.[*]()
[*]()ἄλλοτε δ᾿ ἀλλοῖαι πνοαί: ὥσπερ οὐχ οἱ αὐτοὶ ἄνεμοι διαπαντὸς πνέουσιν, ἀλλ᾿ ἄλλοτε ἄλλοι, οὕτω καὶ αἱ τύχαι τῶν ἀνθρώπων οὐχ αἱ αὐταὶ παραμένουσιν, ἀλλ᾿ ἄλλοτε μὲν εἰς κακὸν μεταβάλλουσιν, ἄλλοτε δὲ εἰς ἀγαθόν. Εὐριπίδης (Here. 101)· κάμνουσι γάρ τοι καὶ βροτοῖς αἱ συμφοραί. καὶ πνεύματ᾿ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει.
[*]()ὄλβος δ᾿ οὐκ ἐς μακρόν: ἡ δὲ τῶν ἀνθρώπων εὐδαιμονία οὐκ εἰς μακρὰν παραγίνεται, ἀντὶ τοῦ οὐκ ἐπιπολὺ παραμένει, ἐπειδὰν μάλιστα ἐπακολουθήσας πολὺς ἐπιβαρήσῃ καὶ παραγένηται.
[*]()εὖτ᾿ ἂν ἐπιβρίσας: ἡνίκα ἐπιβαρύνας αὑτὸν καὶ ἀθροίσας ἕπηται. ἐξ οὗ καὶ Εὐριπίδης (Orest. 340)· ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς.
[*]()σμικρὸς ἐν σμικροῖς: τινὲς οὕτως· ἐὰν μικρὰ ᾖ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· ἐὰν δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγάλα φρονήσω. ἄτοπον δὲ καὶ οὕτω κατὰ Πίνδαρον τὴν ἀλαζονείαν δοκεῖν ταῖς τύχαις συσχηματίζεσθαι. ἔστιν οὖν ὃ λέγει τοιοῦτον· μικροῖς συνὼν καὶ καταδεεστέροις ἐμοῦ μικρὸν ἐμαυτὸν ποιήσω συμμετρήσας ἐκείνοις, ἐν δὲ τοῖς μείζοσι πάλιν ὁ αὐτὸς τυγχάνων ἐκείνοις ἐξισωθήσομαι.
[*]()a. δαίμονα: τὸν δὲ περιέχοντά με| δαίμονα καὶ τύχην οἴσω τῇ διανοίᾳ, καὶ θεραπεύσω αὐτὸν κατὰ τὴν ἐμαυτοῦ γνώμην.
b. ἢ οὕτως· ἀεὶ τὸν περιέχοντά με δαίμονα θεραπεύων ταῖς φρεσὶν ἀσκήσω, μικρὰ μὲν πράσσων ἐν μικροῖς, ἐν δὲ μεγάλοις μεγάλας ἐπιβολὰς λαμβάνων.
[*]()a. εἰ δέ μοι πλοῦτον: αἰνίττεται εἰς τὸν Ἱέρωνα προτρεπόμενος αὐτὸν ἀφειδῶς τοῖς ποιηταῖς χορηγεῖσθαι τὸν μισθὸν, ὥστε ἀνυμνεῖσθαι αὐτόν.
b. ὁ δὲ νοῦς· ἐὰν δέ μοι ὁ θεὸς πλοῦτον ἀνθηρὸν καὶ εὐδαιμονίαν παράσχῃ, ἐλπίζω δόξαν εὐρεῖν ὑψηλοτάτην καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον.
[*]()a. Νέστορα καὶ Λύκιον Σαρπηδόνα: καὶ τὸν Νέστορα καὶ τὸν Σαρπηδόνα διὰ τοὺς ὕμνους τῶν ποιητῶν γινώσκομεν.
[*]()b. Νέστορα καὶ Λύκιον: τὸ ἑξῆς· Νέστορα καὶ Λύκιον Σαρπηδόνα γινώσκομεν ἐξ ἐπέων κελαδεινῶν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν [ἀνθρώπων]. ἀνθρώπων δὲ φάτις περιφραστικῶς, ἡμεῖς οἱ ἄνθρωποι.
c. ἢ προστίθεμεν τὸ ἴσασι, καὶ ἕξει τὴν ἀκολουθίαν οὐκέτι δι᾿ ὑπερβατοῦ, ἀλλ᾿ ἀκολούθως.
[*]()ἀνθρώπων φάτις: λείπει τὸ ἔχει τῷ λόγῳ, ἵν᾿ ᾖ οὕτως· Νέστορα καὶ Λύκιον Σαρπηδόνα ἀνθρώπων φάτις ἔχει, καὶ ἐξ ἐπέων κελαδεινῶν αὐτοὺς γινώσκομεν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν ποιηταί.
[*]()a. γινώσκομεν· ἁ δ᾿ ἀρετά: ἡ δὲ ἀρετὴ ταῖς ἐπιδόξοις ᾠδαῖς χρονία καὶ διηνεκὴς παραμένει.
b. ἡ δὲ ἀρετὴ τῶν ἀνθρώπων ἐπὶ χρόνον παραμένει ὕμνων τυχοῦσα. τὸ δὲ τοιοῦτον διαπράξασθαι ὀλίγοις ῥᾴδιόν ἐστι καὶ εὐκατόρθωτον, τὸ καὶ πλουτεῖν καὶ ἐπαινεῖσθαι. προτρέπεται δὲ αὐτὸν δωρεῖσθαι τοῖς ποιηταῖς, ἵνα ὑμνηθῇ.
Scholia in Pythionicarum carmen IV.
[*]()Ἀρκεσιλάῳ Κυρηναίῳ ἅρματι.
[*]()Τῆς τετάρτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδ΄. τὸ α΄ ὅμοιον τῷ (P III 1) Ἤθελον Χείρωνά κε Φιλλυρίδαν.
τὸ β΄ ὅμοιον τῷ α΄. τὸ γ΄ ἰαμβέλεγος. τὸ δ΄ ὅμοιον τῷ α΄ καὶ β΄. τὸ ε΄ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ ς΄ δακτυλικὸν πενθημιμερές. τὸ ζ΄ δίμετρον Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος ἀνακλώμενον. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ ὅμοιον τῷ (Archil. fr. 94) τίς σὰς παρήειρε φρένας. τὸ ι΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ια΄ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβ΄ Εὐριπίδειον. τὸ ιγ΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ ιδ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον.
[*]()ἡ ἐπῳδὸς κώλων ιγ΄. τὸ α΄ ὅμοιον τῷ Ἤθελον Χείρωνά κε Φιλλυρίδαν. τὸ β΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας. τὸ γ΄ δακτυλικὸν πενθημιμερές. τὸ δ΄ ἰαμβέλεγος. τὸ ε΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ ς΄ προσοδιακὸν τρίμετρον καταληκτικόν. τὸ ζ΄ ὅμοιον τῷ τίς σὰς παρήειρε φρένας.
τὸ η΄ προσοδιακόν. τὸ θ΄ ἰαμβέλεγος, τοῦ πρώτου πενθημιμεροῦς λείποντος μιᾷ συλλαβῇ. τὸ ι΄ ὅμοιον τῷ τίς σὰς παρή ειρε φρένας. τὸ ια΄ τὸ αὐτό. τὸ ιβ΄ ὅμοιον τῷ α΄. τὸ ιγ΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον.
[*]()Inscr.a. Γράφεται ἡ ᾠδὴ Ἀρκεσιλάῳ Πολυμνήστου παιδὶ, Κυρηναίῳ τὸ γένος τῆς Λιβύης, νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα. ἔνιοι καὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· ἀλλ᾿ οὐκ ἔγραψεν εἰς τὴν Ὀλυμπιακὴν αὐτοῦ νίκην, καίτοι μετὰ τὴν Πυθικὴν γενομένην, ἀλλ᾿ εἰς τὰ Πύθια μόνον. γράφει δὲ καὶ εἰς ταύτην καὶ ἑτέραν αὐτοῦ νίκην ἐφεξῆς, ἥτις καὶ οἰκειοτέρα ἐστὶ κατὰ τὰ νοήματα καὶ κατὰ τὴν οἰκονομίαν· ἡ γὰρ δὴ προκειμένη ᾠδὴ ἱστορικὴν ἔχει παρέκβασιν. τὰ γὰρ ἐπὶ Κυρήνης κτίσεως καὶ τῶν ἐπ᾿ αὐτῇ ταραχῶν περιέχει. ὁ δὲ Ἀρκεσίλαος τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ἐφυγάδευσεν, ἐν οἷς τις ἦν καὶ Δαμόφιλος, ὃς ἐκπεσὼν τῆς πατρίδος ἦλθεν εἰς Θήβας, ὑπὲρ οὗ φαίνεται ὁ Πίνδαρος παρακαλῶν καὶ βουλόμενος αὐτὸν διαλλάξαι καὶ ἀξιῶν τὴν Μοῦσαν παραστῆναι τῷ Ἀρκεσιλάῳ, καθ᾿ ἣν ἡμέραν διαπέμπεται τὸν ἐπίνικον. οὐ γὰρ προσκαλεῖται αὑτῷ γράφων παραστῆναι τὴν Μοῦσαν· οὐ γὰρ ἂν διωρίσατο ἐν μιᾷ ἡμέρᾳ γράψαι τὸν ὕμνον.[*]()
b. [Σάμερον μὲν χρή σε παρ᾿ ἀνδρὶ φίλῳ:] ταύτην ἔγραψεν Ἀρκεσιλάῳ τῷ Κυρηναίων βασιλεῖ νικήσαντι τὴν τριακοστὴν πρώτην Πυθιάδα, καὶ γεγονότι ἀπὸ τοῦ πρώτου Βάττου. Κυρήνης γὰρ πρῶτος ἐβασίλευσε Βάττος ὁ Πολυμνήστου, ὁ καὶ τὴν ἀποικίαν ἐκ Θήρας εἰς Λιβύην ἀπαγαγὼν καὶ Κυρήνην οἰκίσας, ὃς διάδοχον τῆς ἀρχῆς κατέλιπεν Ἀρκεσίλαον. παρὰ δὲ τούτου παρέλαβε τὴν δυναστείαν Βάττος ὁ ἐπικληθεὶς εὐδαίμων· τοῦ δὲ Βάττου ἄλλος γίνεται Ἀρκεσίλαος, καὶ οὕτω παῖς παρὰ πατρὸς τὴν δυναστείαν παρέλαβε, καὶ τέσσαρες μὲν Βάττοι, τέσσαρες δὲ Ἀρκεσίλαοι ἐγένοντο. πέμπτος δέ ἐστιν Ἀρκεσίλαος Φερετίμης υἱὸς, οὗ καὶ Ἡρόδοτος (4, 162) μνημονεύει. ὁ δὲ τελευταῖος οὗτος Ἀρκεσίλαος δολοφονηθεὶς ὑπὸ Κυρηναίων ἀπέβαλε τῶν Βαττιαδῶν τὴν ἀρχὴν ἔτη διακόσια διαμείνασαν. Ἡρόδοτος (4, 155) μὲν οὖν φησιν, ὅτι ἡ Πυθία τὸν πρῶτον Βάττον οὕτω προσηγόρευσεν Ἀριστοτέλην πρότερον λεγόμενον, τῇ Λιβύων φωνῇ· Λίβυες γὰρ Βάττους τοὺς βασιλεῖς λέγουσιν· οἱ δὲ ὅτι ἰσχνόφωνος ἦν καὶ περὶ τῆς φωνῆς πυνθανόμενον ἡ Πυθία Βάττον προσηγόρευσεν, ἐπεὶ καὶ τὸ ἐπέχεσθαι τὴν γλῶτταν βατταρίζειν φαμέν. ἔνιοι δὲ Κόκκυγα αὐτὸν καλεῖσθαι, διὰ τὸ μὴ γεγωνὸς φθέγγεσθαι. ὁ δὲ Ἀκέσανδρος (FHG IV p. 286) μὴ ἐκ γενετῆς αὐτόν φησιν ἰσχνόφωνον γεγενῆσθαι, ἀλλ᾿ ἀπὸ ταὐτομάτου δεθῆναι τὴν γλῶτταν. ἦν δὲ ὁ ἀνὴρ ῥητορικὸς, φησὶ, καὶ συμβουλεύσασθαι δυνάμενος.[*]()
[*]()a. τάττεται ἡ ᾠδὴ εἰς τοὺς ἐπινίκους, μεῖζόν τι ἢ κατὰ ἐπίνικον οὖσα διὰ τὸ μεμηκύνθαι καὶ πραγμάτων ἔχειν ἀφήγησιν ἐντοπίων, τὸ δὲ ἀνωτάτω καταλλαγὴν φυγάδος Δαμοφίλου τινός. διαλέγεται δὲ ὁ Πίνδαρος πρὸς τὴν Μοῦσαν, καὶ παραινεῖ αὐτῇ σήμερον παραστῆναι τῷ Ἀρκεσιλάῳ, εἰς ἐκείνην ἀναφέρων τὸν λόγον τὴν ἡμέραν, ἐν ᾗ ἔμελλε δέξασθαι τὸν ἐπίνικον ὁ Ἀρκεσίλαος. οὐ γὰρ εἰ ἐν νουμηνίᾳ λόγου χάριν ἐγράφη, ἐκείνῃ ὑπεστήσατο τῇ ἡμέρᾳ καὶ παρὰ τῷ Ἀρκεσιλάῳ ἔσεσθαι, ἀλλ᾿ ὃ ἔμελλεν ἔσεσθαι, τοῦτο ὡς ἐπὶ τοῦ καιροῦ καὶ ἐνεστηκότος εἶπε. τὴν δὲ Κυρήνην εὔιππον εἶπεν οὐκ ἐκ τοῦ παρατυχόντος, ἀλλ᾿ ὅτι Ποσειδῶν τοὺς Λίβυας διδάξειε τὴν τῶν ἁρμάτων κατάζευξιν· καὶ τὴν ἱππίαν δὲ Ἀθηνᾶν ἐν Λιβύῃ γενέσθαι φασί. τινὲς δὲ ὡς ὅτι ἡ ἱππικὴ ἐν τῇ Λιβύῃ εὑρέθη.[*]()
b. ἄλλως· Σάμερον μέν: ὁ νοῦς· σήμερον μὲν προσήκει σε παραστῆναι καὶ τῷ προσφιλεστάτῳ ἀνδρὶ καὶ βασιλεῖ τῆς εὐίππου Κυρήνης, ὅπως ἂν, ὦ Μοῦσα, σὺν τῷ Ἀρκεσιλάῳ κώμους ἄγοντι καὶ χορεύοντι ἐπὶ τῇ νίκῃ, τοῖς τε Λητοῦς παισὶ καὶ τῇ Πυθῶνι τὸν ὀφειλόμενον ὕμνον αὐξήσῃς καὶ ἀποδῷς τὸν τῶν ὕμνων οὖρον.
[*]()c. σὺν Ἀρκεσίλᾳ: τὸ σύν πρὸς τὸ αὔξῃς, ἵν᾿ ᾖ συναύξῃς. κωμάζοντι δὲ, κώμους ἄγοντι· κώμους δὲ ἄγουσιν οἱ νικῶντες κατὰ τὴν ἑαυτῶν πατρίδα.
[*]()Λατοΐδαισιν: ἤτοι τοῖς Ἀπόλλωνος ἢ τῷ Ἀπόλλωνι μόνῳ, ὥστε τὸ πληθυντικὸν ἀπὸ τοῦ ἑνικοῦ ἐξενεχθῆναι, ὅπερ καὶ βέλτιον, τῷ αἰτίῳ τῆς νίκης ὀφείλεσθαι τὸν ὕμνον καὶ τῷ τόπῳ, οὗπερ ὁ ἀγὼν ἐπώνυμος. δύναται δὲ καὶ τοὺς Κυρηναίους διὰ τὸ Ἀπόλλωνος καὶ Κυρήνης τὸν Ἀρισταῖον γενέσθαι, ὃν παρὰ Κυρηναίοις ὡς οἰκιστὴν διὰ τιμῆς ἄγεσθαι· δύναται δὲ καὶ τοὺς Δελφοὺς λέγειν. ἑτέρωθι γὰρ (fr. 192) Ἀπολλωνίδας αὐτοὺς προσηγόρευσε· Δελφοὶ θεμίστων [ὕμνων] μάντιες Ἀπολλωνίδαι.
[*]()ἔνθα ποτὲ χρυσέων: λόγος τις τοιοῦτος περιηχεῖ, ὅτι ὁ Ζεὺς καταμετρήσασθαι τῆς οἰκουμένης τὸ μεσαίτατον βουληθεὶς ἴσους κατὰ τὸ τάχος ἀετοὺς ἐκ δύσεως καὶ ἀνατολῆς ἀφῆκεν· οἱ δὲ διϊπτάμενοι συνέπεσον ἀλλήλοις κατὰ τὴν Πυθῶνα, ὥστε τὴν σύμπτωσιν ὁρίζειν αὐτόθι τῆς ὅλης οἰκουμένης τὸ μεσαίτατον. ὕστερον δὲ σημεῖον τοῦ γεγονότος καὶ χρυσοῦς ἀετοὺς κατασκευάσας ἀνέθηκε τῷ τοῦ θεοῦ τεμένει.
[*]()a. Διὸς αἰετῶν πάρεδρος: ὅπου ποτὲ ἡ τῶν χρυσῶν τοῦ Διὸς ἀετῶν πάρεδρος καὶ ἱέρεια τοῦ Ἀπόλλωνος Πυθία οὐκ ἀποδημοῦντος τοῦ θεοῦ ἀλλὰ παρόντος ἐχρησμῴδησε συνοικιστὴν τῆς Λιβύης γενέσθαι τὸν Βάττον, ὅπως ἂν τὴν ἱερὰν νῆσον Θήραν καταλιπὼν ὁ Βάττος κτίσῃ τὴν εὐάρματον καὶ ἱππικωτάτην πόλιν ἐν τῷ τροφιμωτάτῳ καὶ ἄκρῳ μέρει τῆς Λιβύης, καὶ τὸ τῆς Μηδείας ἔπος ἀνασώσῃ τὸ περὶ τῆς Θήρας, ὅτι δὴ ἑπτακαιδεκάτῃ γενεᾷ ἀποικία ἔσται ἐκ Θήρας εἰς Λιβύην, ὅπερ δὴ ἔπος ἡ τοῦ Αἰήτου παῖς ἡ ὀργίλη Μήδεια ἐκ τοῦ ἀθανάτου ἀπεφθέγξατο στόματος, ἡ τῶν Κόλχων βασιλίς.
[*]()b. ἄλλως· Διὸς αἰετῶν: ὅτι ὑπὸ Διὸς ἀφεθέντες ἐκ τῶν περάτων τῆς γῆς συνέπεσον ἐνταῦθα, καὶ οὕτως ἐγνώσθη τὸ μέσον τῆς γῆς. ὧν εἰκόνες οἱ χρυσοῖ ἀνέκειντο παρὰ τὸν ὀμφαλὸν ἀετοί· |[*]() ἤρθησαν δὲ ἐν τῷ Φωκικῷ πολέμῳ, ὃν συνεστήσατο Φιλόμηλος.
[*]()οὐκ ἀποδάμου: διὰ τούτων ἐμφαίνει τῶν ῥηθέντων τὸ ἀσφαλές. τότε γὰρ ἡ Πυθία μάλιστα ἀκριβέστερον χρησμῳδεῖ, ὅτε καὶ πάρεστι τῷ μαντείῳ ὁ θεός.
[*]()ἱέρεα: ἡ ἱέρεια· καὶ οὕτως τονιστέον· ἔστι γὰρ κατὰ ἀποβολὴν τοῦ ῑ. οὐ γὰρ κατὰ Ἀττικοὺς ἱερέα. Ὅμηρος (Z 300) γοῦν φησι· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. συστείλας τὴν τελευταίαν.
[*]()a. χρῆσεν οἰκιστῆρα Βάττον: περὶ τῆς τοῦ Βάττου εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς αὑτόν φασι, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι τόν (Herodot. 4, 155)· Βάττ᾿, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. |[*]() οἱ δὲ στάσεως παραπεσούσης πολιτικῆς· ὀ γοῦν Μενεκλῆς FHG IV p. 449) πιθανωτέραν δοκεῖν φησι τῆς στάσεως τὴν αἰτίαν. μυθικωτέραν δὲ τὴν περὶ τῆς φωνῆς. φησὶ δὲ, ὅτι οἱ πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλήλων, ἠγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· διαγωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώσκοντας δὲ τὴν εἰς τὴν πατρίδα κάθοδον περὶ ἀποικίας βουλεύεσθαι· ἀποδημήσας· δὲ εἰς Δελφοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται πρὸς τὴν ἀποικίαν ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται. τὸν δὲ θεὸν χρῆσαι· Βάττε, τὸ πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. ἔρχεο, λεῖφ᾿ ἁλίαν χώραν· ἤπειρος ἀμείνων ἠῷος. πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων. στέρξον γῆν ὁσίως, ἣν μισεῖ πολλὴν ἀθεμίστως. οἷά τ᾿ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει.
b. ἱερὰν δὲ εἶπε τὴν Θήραν ἤτοι διὰ τὸ περὶ τὴν γῆν ἰδίωμα· κισσηρώδης γὰρ οὖσα πολυφόρος ἐστὶ καὶ πολύκαρπος· ἢ ὅτι Κάδμος ἐπιβαλὼν καὶ τὴν νῆσον οἰκίσας βωμοὺς ἱδρύσατο Ποσειδῶνος καὶ Ἀθηνᾶς. |[*]() Ἱεροκλῆς δέ φησι (FHG IV p. 430) τοὺς ἐκ Λακεδαίμονος ἐποικίσαντας Ἀπόλλωνι αὐτὴν ἀνιερῶσαι.
[*]()c. ἐγχωρεῖ δὲ καὶ κόσμου χάριν κεῖσθαι τὸ ἐπίθετον.
[*]()d. οἰκιστῆρα Βάττον: λείπει τὸ ἔσεσθαι [οἰκιστῆρα].
[*]()e. νᾶσον τὴν Θήραν λέγει.
[*]()f. ἱερὰν νᾶσον τὴν Θήραν οὐχ ἁπλῶς ὀνομάζει, ἀλλ᾿ ὅτι Κάδμος κατὰ ζήτησιν Εὐρώπης τῆς ἀδελφῆς στελλόμενος προσορμισθεὶς τῇ νήσῳ ἀνέκτισε Ποσειδῶνος καὶ Ἀθηνᾶς ἱερὸν αὐτόθι, ὡς ἱστορεῖ Θεόφραστος.