Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. τοὺς μὲν ὦν ὅσσοι μόλον: τούτους μὲν οὖν, ὅσοι παρεγένοντο ἑλκῶν κοινωνοὶ, ἢ τῷ λαμπρῷ σιδήρῳ τὰ μέλη τετρωμένοι, ἢ χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ (ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι), ἢ τῷ θερμαντικῷ πορθούμενοι καὶ κατακαιόμενοι τὸ σῶμα, ἢ φρίκῃ ἢ ῥίγει, ἀπολύσας ἄλλον ἀλλοίων λυπῶν ἐξήγαγεν· ὅ ἐστι τῶν νόσων.

[*]()b. αὐτοφύτων: τῶν φυμάτων· ταῦτα γὰρ αὐτόφυτα ἕλκη, ὡς ἂν οὐκ ὑπ᾿ ἄλλων ἐπακτὰ ὄντα, ἀλλ᾿ αὐτόματα γινόμενα.

[*]()πολιῷ χαλκῷ τετρωμένοι: τραυματίαι σιδήρῳ· ἢ τραύματα εἰληφότες διὰ χαλκοῦ.

[*]()χερμάδι: χειροπληθεῖ λίθῳ μακρόθεν βεβλημένῳ. ἀπὸ κοινοῦ δὲ τὸ μέλη τετρωμένοι.

[*]()ἢ θερινῷ πυρί: τῷ θερμαντικῷ ἢ τῷ πυρετῷ ἐκπορθούμενοι τὸ σῶμα.

[*]()χειμῶνι: τῷ ῥίγει καθόλου. τῷ ῥιγοπυρέτῳ.

[*]()ἔξαγεν, τοὺς μὲν μαλακαῖς: καὶ τοὺς μὲν προσηνέσιν ᾠδαῖς θεραπεύων, τοὺς δὲ προσηνῆ φάρμακα πίνοντας, ἢ τοῖς μέλεσιν αὐτῶν περιάπτων τινὰ πρὸς θεραπείαν, τοὺς δὲ τομαῖς καὶ χειρουργίαις ταῖς διὰ σιδήρου ἀνέστησεν ὀρθοὺς καὶ ὑγιεῖς ἀπέδειξεν. ὅτι δὲ ἀρχαία ἦν καὶ δι᾿ ἐπῳδῆς ἡ ἰατρικὴ, καὶ οὐ μόνον ἡ διὰ φαρμάκων καὶ διαίτης, φησὶ καὶ Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ᾿ αἷμα κελαινὸν ἔσχεθον.

[*]()ἀλλὰ κέρδει: ἀλλὰ καὶ ἡ σοφία κέρδει δέδεται καὶ ἥττηται. μετέστρεψε γὰρ καὶ τὸν θεὸν, φησὶ δὲ τὸν Ἀσκληπιὸν, τῷ πλείονι μισθῷ ὁ χρυσὸς ἐν ταῖς χερσὶ φανεὶς, ὥστε ἄνδρα ἐκ θανάτου ἀναγαγεῖν ἤδη τῷ μοιριδίῳ ληφθέντα. λέγεται δὲ ὁ Ἀσκληπιὸς χρυσῷ δελεασθεὶς ἀναστῆσαι Ἱππόλυτον τεθνηκότα· οἱ δὲ Τυνδάρεων, ἕτεροι Καπανέα, |[*]() οἱ δὲ Γλαῦκον, οἱ δὲ Ὀρφικοὶ (fr. 256 Ab.) Ὑμέναιον, Στησίχορος δὲ (fr. 16) ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ· οἱ δὲ διὰ τὸ τὰς Προιτίδας ἰάσασθαι. οἱ δὲ διὰ τὸ τὸν Ὠρίωνα· Φύλαρχος (FHG I p. 336) ὅτι τοὺς Φινείδας ἰάσατο, Φερεκύδης (FHG I p. 72) δὲ ὅτι τοὺς ἐν Δελφοῖς θνῄσκοντας ἀναβιοῦν ἐποίησεν.

[*]()χερσὶ δ᾿ ἄρα: προσυπακουστέον δὴ τῷ ῥίψαις τὸν κερανυνόν. τοῦτον ῥίψας δι᾿ ἀμφοτέρων, τοῦ τε Ἀσκληπιοῦ καὶ τοῦ ἀνισταμένου ἀπὸ τοῦ θανάτου, ἀνεῖλεν αὐτούς.

[*]()a. ῥίψαις δι᾿ ἀμφοῖν: οἷον, οὕτω περίθυμος ἐγένετο ὁ Ζεὺς, ὥστε ἐνσκῆψαι βέλος διαμπὰξ δι᾿ ἀμφοτέρων τῶν μαστῶν ἢ τῶν πλευρῶν.

b. δι᾿ αὐτοῦ τε τοῦ Ἀσκληπιοῦ καὶ τοῦ ἰατρευθέντος. ὥστε καὶ τὸν Ἀσκληπιὸν ἀνῃρῆσθαι καὶ τὸν ἀναβεβιωκότα. ὁ δὲ Κράτης τὸν Ἀσκληπιόν φησι καὶ τὸν διδάξαντα αὐτὸν Χείρωνα. οὐδεὶς δὲ τοῦτο μαρτυρεῖ.

[*]()αἴθων κεραυνός: ὁ διάπυρος κεραυνὸς ἐνεστήριξεν ἀμφοτέροις τὸν θάνατον.

[*]()χρὴ τὰ ἐοικότα: πρέπει τὰ ἀρέσκοντα τοῖς θεοῖς καὶ τὰ πρέποντα, ἢ τὰ ἁρμόζοντα τοῖς ἀνθρώποις, ἐκεῖνα παρὰ θεῶν ζητεῖν γινώσκοντα τὰς παρὰ πόδας ὁποίας ἔχομεν μοίρας· οἷον τὰ ἐνεστὼς, τὰ καθεστῶτα, οἵαν μοῖραν εἰλήχαμεν. ὅμοιον τῷ Χίλωνος ἀποφθέγματι τῷ Γνῶθι σαυτόν. τὸ δὲ ὅλον, ὅτι θνητοὶ πεφύκαμεν.

[*]()μὴ φίλα ψυχά: ὁ λόγος πρὸς ἑαυτόν· μηδαμῶς δὲ, ὦ προσφιλεστάτη ψυχὴ, θνητὴ τυγχάνουσα ἐπ᾿ ἀθάνατον σπεῦδε βίον, ἀλλὰ μᾶλλον ἐπιζήτει μηχανὴν, ἣν καὶ καταπράξασθαι δύνασαι.[*]()

[*]()a. τὰν δ᾿ ἔμπρακτον: οἷον, τοιούτοις ἐπιχείρει ἃ δύναται πραχθῆναι. τοῦτο γὰρ σημαίνει τὸ ἔμπρακτον.

b. ἣ δέον ἐστὶ πρᾶξιν ἀνύειν, ταύτην διαπράττου. πρὸς δὲ τὸ ἄντλει καὶ τὴν μηχανὴν ἐπήγαγεν.[*]()

[*]()a. εἰ δὲ σώφρων: ἀνέδραμε πάλιν εἰς τὴν ἀρχὴν τοῦ ἐπινίκου. τοῦτο γὰρ ἐκείνῳ προσαπτέον Ἤθελον Χείρωνά κε Φιλλυρίδαν· καὶ μετὰ τὴν διάνοιαν ἐκείνην τὴν εὐκτικὴν εἰκότως προσάψομεν.

b. ἄλλως· ἐπανέλαβε τὰ ἐν ἀρχῇ ῥηθέντα, Ἤθελον Χείρωνά κε Φιλλυρίδαν, ἐπεὶ πολλά ἐστι τὰ διὰ μέσου ῥηθέντα. εἰ οὖν ὁ σώφρων Χείρων ἐκεῖνος ἄντρον ἔναιεν ἔτι, καὶ ἐκήλησα ἂν αὐτὸν καὶ ἐφιλοτιμησάμην ταῖς ἐμαῖς ᾠδαῖς, καὶ ἔπεισα ἂν αὐτὸν ἰατρὸν ὄντα παρασχεῖν τῷ Ἱέρωνι τῶν καυστικῶν νόσων ἀπόλυσίν τινα. διάπυροι γὰρ αἱ νόσοι.[*]()

[*]()a. καί τί οἱ: καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν ἐν τῇ ψυχῇ ἐποίουν οἱ ἐμοὶ ὕμνοι.

b. ὁ δὲ νοῦς· εἰ δὲ ὁ σώρφων καὶ ὁ συνετώτατος κατὰ τὸ Πήλιον ἔτι ᾤκει ἄντρον Χείρων, |[*]() καί τι αὐτῷ φίλτρον καὶ ἡδονὴν οἱ ἐμοὶ ἡδύφωνοι ὕμνοι ἐτίθεσαν, ἰατρὸν ἂν αὐτὸν καὶ ἐπὶ τοῦ παρόντος τοῖς ἀγαθοῖς ἀνδράσιν ἔπεισα παρασχεῖν, ἤτοι τοῦ τῆς Λητοῦς παιδὸς Ἀπόλλωνος κεκλημένον υἱόν· φησὶ δὲ τὸν Ἀσκληπιόν· ἢ τοῦ Διὸς, καὶ ἀπὸ κοινοῦ κεκλημένον, αὐτὸν τὸν Ἀπόλλωνα.[*]()

[*]()θερμᾶν νόσων: ἣ ὅτι ἐπύρεττεν ὁ Ἱέρων, ὡς ἔνιοι τῶν ἱστορικῶν ἐβουλήθησαν, ἢ ὅτι ἐποδαλγία· τὸ δὲ νόσημα τῶν διαπύρων φασίν. οἱ δὲ τὴν λιθουρίαν ἀποδεδώκασιν.[*]()

[*]()a. ἥ τινα Λατοΐδα: μητρωνυμικῶς τοῦ Ἀπόλλωνος· φησὶ δὲ τὸν Ἀσκληπιόν.

b. ἄλλως· ἤ τινα τοῦ Ἀπόλλωνος ἀπόγονον κεκλημένον ἢ καὶ υἱὸν αὐτοῦ· ἀπὸ κοινοῦ δὲ τὸ κεκλημένον.

[*]()ἢ πατέρος: τοῦ Διός. παρὰ τὸ Ὁμηρικόν (Ο 47)· πατὴρ ἀνδρῶν τε θεῶν τε. ἢ πατέρος υἱὸν τὸν Ἀπόλλωνα.

[*]()a. καί κεν ἐν ναυσί: καὶ δὴ ἂν ναυσὶ διαπλεύσας. [καὶ] διατεμὼν τὸ Ἰόνιον πέλαγος παρεγενόμην ἐπὶ τὴν Ἀρέθουσαν τὴν ἐν τῇ Ὀρτυγίᾳ τῇ Σικελικῇ κρήνην, παρὰ τὸν Αἰτναῖον φίλον Ἱέρωνα, ὃς καὶ ταῖς Συρακούσαις βασιλεύει τοῖς πολίταις πρᾳότατος ὢν καὶ ἀνεπαχθὴς καὶ τοῖς ἀγαθοῖς οὐ διαφθονῶν, τοῖς τε ξένοις ἀξιάγαστος ὑπάρχων πατὴρ διὰ τὴν φιλοφροσύνην.[*]()

[*]()b. Ἰονίαν τέμνων θάλάσσαν: Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν, τὸ παρὰ τὸ Ἀδριατικὸν πέλαγος, ὡς καὶ Θουκυδίδης (I 24)· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον πόντον. παράκειται δὲ καὶ ἡ Σικελία· ἀπὸ τῶν οὖν γειτνιώντων τὴν νῆσον ἐδήλωσεν.

c. ἄλλως. τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι (Aesch. Prom. 866) ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ (FHG I p. 302) ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ. Ἀρχέμαχος (FHG IV p. 316) δὲ ἀπὸ τῶν ἀπολομένων ἐν αὐτῷ Ἰαόνων.

[*]()Ἀρέθουσαν ἐπὶ κράναν: ἡ Ἀρέθουσα κρήνη ἐν Ὀρτυγίᾳ τῇ Σικελιωτικῇ, ἣν δὴ ἀπόλλωνος οὖσαν ἱερὰν Ἀπόλλωνος ἀπέδωκεν.[*]()