Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()νέμει: ὃς ὢν βασιλεὺς Συρακουσῶν νέμει καὶ διοικαῖ τὰ δέοντα.
[*]()a. τῷ μὲν διδύμας: ὁ νοῦς· τῷ δὲ Ἱέρωνι διπλασίους χάριτας (ἔξωθεν παρέσχον ἂν). εἰ παρεγενόμην ὑγείαν ἅμα κομίζων τιμίαν καὶ τὸν ὕμνον τῶν Πυθικῶν ἄθλων αἴγλην ὄντα καὶ λαμπηδόνα· οὕστινας τοὺς στεφάνους ἀριστεύων τῶ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ· εἶτα ἡ ἀνταπόδοσις πρὸς τὸ πρῶτον· εἰ κατῆλθον εἰς Σικελίαν. παρεγενόμην ἂν τὸ βαθύτατον πέλαγος διαπεράσας, καί φημι οὐρανίου ἀστέρος λαμπρότερον καὶ ἐπιφανέστερον ἄγειν φῶς τήν τε θεραπείαν καὶ τὸν ὕμνον.[*]()
[*]()b. διδύμας χάριτας: τήν τε τοῦ ἰατρεύοντος Χείρωνος, εἰ ἀνεβίωσε, καὶ τὴν τῶν ὕμνων, ὧν εἰς αὐτὸν γράφω.
[*]()εἰ κατέβαν: ἀντὶ τοῦ ἦλθον. Ὅμηρος (Ξ 19)· πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον. ἀντὶ τοῦ ἐλθεῖν.[*]()
[*]()τοὺς ἀριστεύων: οὕστινας ἀριστεύων τοὺς στεφάνους τῷ τάχει ἔλαβεν ὁ Φερένικός ποτε ἐν τῇ Κίρρᾳ.
[*]()a. ἀστέρος οὐρανίου: ἐφάνην ἂν αὐτῷ τοῦ ἡλίου λαμπρότερος· ὥστε οὐράνιον ἀστέρα λέγεσθαι τὸν ἥλιον. b. εἰ οὖν, φησὶν, εὐξάμενοι παρεστήσαμεν τὸν Χείρωνα ἀπαλλάξειν αὐτὸν τῆς νόσου, καὶ τὸ ἐπὶ τῇ νίκῃ ποίημα κατεσκεύασα, τότε ἐφάνην ἂν αὐτῷ ὡς ἥλιος, διαβὰς τὸ πέλαγος καὶ ἐλθὼν εἰς Σικελίαν.[*]()
[*]()a. ἀλλ᾿ ἐπεύξασθαι: ἀλλ᾿ ἐπεύξασθαι μὲν καὶ καθικετεῦσαι ἐγὼ βούλομαι τὴν Ῥέαν. ἥντινα αἱ κόραι πλησίον τῶν ἐμῶν οἴκων σὺν τῷ Πανὶ ἀνυμνοῦσι κατὰ τὴν νύκτα, τὴν σεμνὴν θεόν. λέγεται δὲ Ῥέας ἱερὸν πλησίον τῶν Πινδάρου οἴκων εἶναι. φησὶν οὖν ὅτι κατεύξομαι τὴ Ῥέαν, παρόσον δοκεῖ τῶν νόσων αὐξητικὴ καὶ μειωτικὴ εἶναι· κατεύξομαι οὖν αὐτὴν, φησὶν, εὐμενῆ εἶναι τῷ Ἱέρωνι.[*]()
[*]()b. ἀλλ᾿ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω ματρί: Ἀριστόδημός φησιν Ὀλυμπίχου αὐλητοῦ διδασκομένου ὑπὸ Πινδάρου γενέσθαι κατὰ τὸ ὄρος, ὅπου τὴν μελέτην συνετίθει, καὶ ψόφον ἱκανὸν καὶ φλογὸς καταφοράν· τὸν δὲ Πίνδαρον ἐπαισθόμενον συνιδεῖν Μητρὸς θεῶν ἄγαλμα λίθινον τοῖς ποσὶν ἐπερχόμενον, ὅθεν αὐτὸν συνιδρύσασθαι πρὸς τῇ οἰκίᾳ Μητρὸς θεῶν καὶ Πανὸς ἄγαλμα. τοὺς δὲ πολίτας πέμψαντας εἰς θεοῦ πυνθάνεσθαι περὶ τῶν ἐκβησομένων· τὸν δὲ ἀνειπεῖν, ἱερὸν Μητρὸς θεῶν ἱδρύσασθαι. τοὺς δὲ ἐκπλαγέντας τὸν Πίνδαρον διὰ τὸ προειληφέναι τὸν χρησμὸν, ὁμοίως τῷ Πινδάρῳ ἐκεῖσε τιμᾶν τὴν θεὸν τελεταῖς.[*]()
[*]()παρ᾿ ἐμὸν πρόθυρον: ὅτι ἐγειτνία τῇ Πινδάρου οἰκήσει Μητρὸς θεῶν ἱερὸν καὶ Πανὸς, ὅπερ αὐτὸς ἱδρύσατο.[*]()
[*]()a. σὺν Πανί: τὸ σὺν Πανὶ οὐχ ὅτι αἱ κόραι σὺν τῷ Πανὶ χορεύουσι καὶ ἀνυμνοῦσι τὴν Ῥέαν, ἀλλὰ τὴν Ῥέαν καὶ τὸν Πᾶνα ἀνυμνοῦσι. πάρεδρος γὰρ ὁ Πὰν τῇ Ῥέᾳ, ὡς αὐτὸς ὁ Πίνδαρος ἐν τοῖς κεχωρισμένοις τῶν Παρθενείων (fr. 95) φησίν· Ὦ Πὰν Ἀρκαδίας μεδέων, ἕως τοῦ Ματρὸς μεγάλας ὀπαδὲ, σεμνῶν Χαρίτων μέλημα τερπνόν.
b. ἄλλως. πρὸς τῇ οἰκίᾳ τοῦ Πινδάρου Μητρὸς θεῶν ἵδρυτο ἱερὸν, ᾗ θέλειν εὔξασθαί φησι. οἱ δὲ, ὅτι καθάρτριά ἐστι τῆς μανίας ἡ θεός· καὶ τὸν Διόνυσον δὲ καθᾶραι τῆς μανίας δοκεῖ. τὸν δὲ Πᾶνα παρείληφεν, ὡς μὲν ἔνιοί φασιν, ὅτι καὶ ὁ Πὰν πλησίον καθίδρυτο Πινδάρου, ἢ ὅτι σύνεστι τῇ θεῷ ῶς ὄρειος ὤν. |[*]() καὶ ἡ Ῥέα δὲ ὄρειος λέγεται διὰ τὸ ἐν Ἴδῃ οἰκεῖν. (140.) ἐννύχιαι δὲ, ἐπεὶ νυκτὸς αὐτῇ τὰ μυστήρια τελεῖται. (138.) κοῦραι δὲ, αἱ τοῦ Πινδάρου θυγατέρες Πρωτομάχη καὶ Εὔμητις. ἢ αἱ νύμφαι.
[*]()a. εἰ δὲ λόγων συνέμεν: εἰ δὲ δύνασαι συνεῖναι τὴν τῶν λόγων ὀρθὴν κορυφὴν, [καὶ] γινώσκεις ἀσφαλῶς μανθάνων τὰ τῶν παλαιῶν. λέγει δὲ τὰ παρὰ τοῦ ποιητοῦ, ὅτι παρὰ ἓν ἀγαθὸν πήματα δύο ἀπονέμουσιν οἱ θεοί. φησὶ γάρ που (Ω 527)· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἷα διδοῦσι, κακῶν, ἕτερος δὲ ἐάων. ᾧ μὲν καμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ἐπιμίσγεται, ἄλλοτε δ᾿ ἐσθλῷ. δοκοῦσι γὰρ οἱ εὐδαίμονες συγκεκραμένον ἔχειν τοῖς ἀγαθοῖς καὶ φαῦλον· οἱ δὲ δυστυχεῖς ἄκρατον τὴν δυστυχίαν. διὸ καὶ περὶ τοῦ Δημοδόκου τοῦ κιθαρῳδοῦ φησιν (θ 63)· ὃν πέρι Μοῦσ᾿ ἐφίλησε, δίδου δ᾿ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾿ ἡδεῖαν ἀοιδήν. διὸ εἴτις λέγει, διατί θεοφιλὴς ὢν πήρωσιν ἐδυστύχησεν, ἔχομεν λέγειν, ὅτι ἀδύνατόν ἐστιν ἄνθρωπον ὄντα τελέως ἐν πᾶσιν εὐτυχεῖν καὶ ἀπαθῆ εἶναι. ὁ μέντοι Πίνδαρος οὕτως ἐδέξατο, δύο πίθους εἶναι φαύλων καὶ ἕνα ἀγαθῶν. διὸ καὶ αὐτός φησιν· ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο. οὐκ ἔστι δὲ τοῦτο. δύο γὰρ οἱ πίθοι εἰσὶ, καὶ ὁ μὲν εἷς ἀγαθῶν, ὁ δὲ ἕτερος φαύλων. τὸ γὰρ ἕτερος ἐλέγχει παρακείμενον, ὅπερ ἐπὶ δυϊκοῦ μόνου ἀριθμοῦ λέγεται, τῶν δύο τὸ ἕτερον. ὁ λόγος οὖν πρὸς τὴν Ἱέρωνος νόσον καὶ πρὸς τὸ τῆς βασιλείας ἀξίωμα. μηδαμῶς, φησὶν, ὦ Ἱέρων, ἀλγύνου· ἀδύνατον γάρ ἐστιν ἄνθρωπόν σε ὅντα καὶ εὐδαιμονοῦντα μὴ ἔχειν τι καὶ βλάβης. ἀνασηκοῦσι γὰρ ὥσπερ τὰ ἀγαθὰ τῇ τῶν φαύλων μερίδι.
b. ἄλλως· ἔνιοι ἀπεκδοχήν φασιν εἶναι ταῦτα τῶν Ὁμήρου, ὡς εἰπόντος αὐτοῦ ὅτι τριῶν ὄντων πίθων, ἑνὸς μὲν τῶν ἀγαθῶν, δυεῖν δὲ τῶν κακῶν, ὁ Ζεὺς δίδωσιν ἐξ ἑκάστου μοῖραν. ἐλέγχεται δὲ, ὅτι τὸ ἕτερος ἐπὶ δύο μόνων λέγεται· ὅτι εἰ καὶ ᾔδει τρεῖς ὄντας τοὺς πίθους, ἄλλος ἂν εἶπε καὶ οὐχ ἕτερος. ἔστι δὲ ὑποστίξαντα εἰς τὸ δώρων οἷα δίδωσι διαστεῖλαι καλῶς· κακῶν, ἕτερος δὲ ἐάων. δύο οὖν λέγει πίθους Ὅμηρος, κακῶν τε καὶ ἀγαθῶν, καὶ ᾧ μὲν ἀνθρώπων ἓν παρ᾿ ἓν ἀγαθὸν καὶ κακὸν δῷ, εὐδαίμων ἐστὶν, ᾧ δ᾿ ἂν ἐκ θατέρου δῷ δύο μοίρας τῶν κακῶν, τοῦτον εἶναι κακοδαίμονα. ταῦτα δὲ λέγει παραμυθούμενος τὸν Ἱέρωνα, ὑπὲρ τοῦ πρᾴως φέρειν τὴν λιθίαν.
[*]()ἓν παρ᾿ ἐσλόν: ὡς δὲ λεγόμενον προφέρεται τὸ τοιοῦτον, ὅτι τοῖς ἀνθρώποις οἱ θεοὶ τὴν τρίτην τῶν ἀγαθῶν μοῖραν, τῶν δὲ κακῶν τὰς δύο ἀπομερίζουσιν.
[*]()τὰ μὲν ὦν: ταῦτα μὲν οὖν τὰ φαῦλα ἀδυνάτως ἔχουσιν οἱ ἄφρονες κοσμίως καὶ ἀνθρωπίνως φέρειν, ἀλλ᾿ οἱ συνετοὶ φέρουσι, τὰ καλὰ προσβάλλοντες ἔξω, καὶ λογιζόμενοι ῥᾷον φέρουσι τὰ φαῦλα.
[*]()ἀλλ᾿ ἀγαθοί: τὴν μεταφορὰν εἴληφεν, οἷον ἄν τις νοήσειεν, ἐπὶ τῶν ἱματίων. ὅταν γὰρ ἔχῃ κηλῖδας, οὐ δυνάμενός τις εὐκόσμως χρῆσθαι, τὸ μὲν κηλιδωθὲν ἔνδον ἔστρεψε, τὸ δὲ καλὸν ἔξω· τοὐναντίον δὲ ἐὰν ἄφρων ᾖ, τὰς κηλῖδας ἔξω ἐᾷ. καὶ τὸν βίον οὖν τῶν ἀνθρώπων φησὶ κοινῇ μὲν πάντων ἔχειν πήματα, ταῦτα δὲ τοὺς μὲν ἄφρονας ἐν φανερῷ παρέχειν, τοὺς δὲ σώφρονας μετὰ κόσμου φέρειν ἀποκρυπτομένους καὶ τὰ καλὰ τοῦ βίου ἔξω τρέποντας.[*]()
[*]()a. τὶν δὲ μοῖρα: ὁ νοῦς· σοὶ δὲ, ὦ Ἱέρων, μερὶς ἀγαθῶν ἀκολουθεῖ· τὸν γὰρ δὴ τῶν λαῶν ἡγούμενον πλοῦτον καὶ ἡ ἐξ ἀρχῆς ἐδωρήσατό σοι καταβολὴ, καὶ ὁρᾷ σε εἴπερ τινὰ τῶν ἄλλων ἀνθρώπων εὐδαίμονα.[*]()
b. ἄλλως· τοῦτο ἔχεις, φησὶν, ἀγαθόν. μοῖρα γάρ σοι τῆς εὐδαιμονίας σύνεστιν.
c. ἄλλως· σοὶ δὲ ἡ τῆς εὐδαιμονίας μοῖρα ἀκολουθεῖ· ἀποκεκλήρωσαι γὰρ τὰ ἀγαθὰ, τὸν λαγέταν καὶ τύραννον τῶν ἀνθρώπων πλοῦτον.[*]()
[*]()a. λαγέταν: τὸν γὰρ λαγέταν τύραννον ἔχεις πλοῦτον.
[*]()b. λαγέτας δὲ ὀ πλοῦτος, ἐπεὶ πάντας ἄγει λαούς· ὑποτάσσονται γὰρ αὐτῷ πάντες. ἀλλὰ μὴν καὶ τύραννός ἐστι. τοῦτο πρὸς τὸ ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο· καὶ γὰρ τῷ Ἱέρωνι εὐδαιμονία μὲν ἡ τῆς τυραννίδος ἐπὶ μέγιστον ἕπεται. παρεπλάκη δέ τι κακὸν, ἡ νόσος.
[*]()a. αἰὼν δ᾿ ἀσφαλής: βίος δὲ ἀσφαλὴς καὶ ἄπταιστος οὐδαμοῦ ἐγένετο, οὔτε παρὰ τῷ Αἰακίδῃ Πηλεῖ, οὔτε παρὰ τῷ ἰσοθέῳ Κάδμῳ· καίτοι λέγονται τῶν ἀνθρώπων εὐδαιμονίαν ἐξοχωτάτην ἐσχηκέναι.
b. ἄλλως· βίος δὲ ἄνευ σφάλματος καὶ βλάβης οὐκ ἐγένετο οὔτε Πηλεῖ οὔτε Κάδμῳ. ταῦτα δὲ διὰ τὴν νόσον αὐτῷ παραινεῖ. (158 B) τὸν δὲ Κάδμον παρέλαβε διὰ τὸ καὶ τοῦτον εὐδαιμονήσαντα ἐκπεσεῖν εἰς Ἰλλυριούς· ὅλως δὲ αὐτὸν ἀποσεμνύνουσι διαπεφυκότα τὸ γένος εἰς θεούς. πρόπαππος γὰρ ὁ Ζεὺς καὶ πάππος ὁ Ποσιδῶν, ὁ δὲ Ἄρης κηδεστὴς, ἡ δὲ Ἀφροδίτη πενθερὰ, ἡ δὲ Θυώνη καὶ ἡ Λευκοθέα θυγατέρες, ὁ δὲ Διόνυσος καὶ ὁ Παλαίμων θυγατριδοῖ· τὸ δὲ ὅλον καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων τετιμῆσθαί που μάλιστα πάντων κατὰ τὴν Ἑλλάδα· διόπερ καὶ αὐτὸς ἀπεθεώθη μετὰ τῆς γυναικὸς Ἁρμονίας, καὶ κατῴκησαν ἐν τῷ Ἠλυσίῳ πεδίῳ ἐπὶ δρακόντων ἅρματος, ὡς οἱ ποιηταὶ καὶ οἱ μυθογράφοι [ἡμῖν] παραδεδώκασιν.[*]()
[*]()a. οἵ τε καὶ χρυσαμπύκων: οἳ, οὗτοι· συλληπτικὸς ὁ τρόπος.
b. οἵτινες καὶ τῶν Μουσῶν ᾀδουσῶν καὶ ἐν τῷ Πηλίῳ ὄρει καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις κατήκουσαν. καὶ ταῦτα διὰ τὴν νόσον αὐτῷ παραινεῖ· |[*]() καὶ γὰρ ὁ Πηλεὺς καὶ ὁ Κάδμος, φησὶν, εὐδαιμονέστατοι γενόμενοι τῶν ἀνθρώπων εἴς τινα καὶ ἐδυστύχησαν· διὸ, ὦ Ἱέρων, μὴ καταπονοῦ διὰ τὸ πάθος τῆς λιθιάσεως· τὰ γὰρ ἄλλα πάντα εὐτυχὴς πέφυκας.[*]()
[*]()καὶ ἐν ἑπταπύλοις: καὶ ἐνταῦθα τὸ χωρὶς ἑκάστῳ συμβεβηκὸς συλληπτικῶς ἐπ᾿ ἀμφοτέρων τίθησι, καὶ λίαν πυκνός ἐστιν ἐν τοῖς τοιούτοις· ὁ μὲν γὰρ Πηλεὺς ἐν Πηλίῳ τῷ ὄρει παρὰ Χείρωνι τὴν Θέτιν ἔγημεν, ὁ δὲ ἕτερος ἐν Θήβαις τὴν Ἁρμονίαν. εἶπε δὲ, ὅτι τῶν Μουσῶν ἤκουσαν καὶ ἐν τῷ [Πηλίῳ] ὄρει καὶ ἐν ταῖς Θήβαις· πρὸς ὃ καὶ τὸ σημεῖον.
[*]()καὶ θεοὶ δαίσαντο: καὶ οἱ θεοὶ παρ᾿ ἀμφοτέροις εὐωχήθησαν, τουτέστιν ἐν τοῖς ἀμφοτέρων γάμοις. ὅπερ Ὅμηρος (Ω 62)· πάντες δ᾿ ἀντιάασαθε γάμου θεοί, ἐπὶ τοῦ Πηλέως.
[*]()καὶ Κρόνου παῖδας: καὶ τοὺς Κρόνου παῖδας βασιλεῖς ἐθεάσαντο ἐν ταῖς χρυσαῖς καθέδραις, καὶ δῶρα παρ᾿ αὐτῶν ἐδέξαντο. (167 a B) ἀλλ᾿ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον οὐκ ηὐτύχησαν βίον. ὁ μὲν γὰρ Κάδμος εἰς ὄφιν μεταβαλὼν ἀπέθανεν, ὁ δὲ [Πηλεὺς] ἐν Ἰκῷ τῇ νήσῳ ἀτυχήσας τὸν βίον οἰκτρῶς καὶ ἐπωδύνως ἀπέθανεν, ὡς καὶ ὀ Καλλίμαχος (fr. 372) μαρτυρεῖ.[*]()
[*]()a. ἕδνα τε: ἀκύρως τὰ δῶρα ἕδνα εἶπε. τῷ μὲν γὰρ Πηλεῖ γαμοῦντι τὴν Θέτιν ὁ Ποσειδῶν διὰ τὴν σωφροσύνην ἐδωρήσατο ἵππους, Ἥφαιστος δὲ μάχαιραν· τῷ δὲ Κάδμῳ γαμοῦντι τὴν Ἁρμονίαν Ἀφροδίτη χρυσοῦν ὅρμον ἐδωρήσατο, ὃν κτησάμενος Πολυνείκης κατὰ διαδοχὴν τοῦ γένους παρέσχεν Ἐριφύλῃ, ἵνα πείσῃ Ἀμφιάραον ἵν᾿ ἐξέλθῃ ἐπὶ τὸν πόλεμον.
b. ὃ λέγει οὖν τοιοῦτόν ἐστι· καὶ δῶρα παρ᾿ αὐτῶν τῶν ἔλαβον, |[*]() ἀλλ᾿ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον βίον οὐκ εὐτύχησαν. ὁ μὲν γὰρ Κάδμος μετέβαλεν εἰς ὄφιν, ὁ δὲ Πηλεὺς ἐν Ἰκῷ τῇ νήσῳ οἰκτρῶς ἀπέθανεν.[*]()