Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()τὰ μὲν ὦν: ταῦτα μὲν οὖν τὰ φαῦλα ἀδυνάτως ἔχουσιν οἱ ἄφρονες κοσμίως καὶ ἀνθρωπίνως φέρειν, ἀλλ᾿ οἱ συνετοὶ φέρουσι, τὰ καλὰ προσβάλλοντες ἔξω, καὶ λογιζόμενοι ῥᾷον φέρουσι τὰ φαῦλα.

[*]()ἀλλ᾿ ἀγαθοί: τὴν μεταφορὰν εἴληφεν, οἷον ἄν τις νοήσειεν, ἐπὶ τῶν ἱματίων. ὅταν γὰρ ἔχῃ κηλῖδας, οὐ δυνάμενός τις εὐκόσμως χρῆσθαι, τὸ μὲν κηλιδωθὲν ἔνδον ἔστρεψε, τὸ δὲ καλὸν ἔξω· τοὐναντίον δὲ ἐὰν ἄφρων ᾖ, τὰς κηλῖδας ἔξω ἐᾷ. καὶ τὸν βίον οὖν τῶν ἀνθρώπων φησὶ κοινῇ μὲν πάντων ἔχειν πήματα, ταῦτα δὲ τοὺς μὲν ἄφρονας ἐν φανερῷ παρέχειν, τοὺς δὲ σώφρονας μετὰ κόσμου φέρειν ἀποκρυπτομένους καὶ τὰ καλὰ τοῦ βίου ἔξω τρέποντας.[*]()

[*]()a. τὶν δὲ μοῖρα: ὁ νοῦς· σοὶ δὲ, ὦ Ἱέρων, μερὶς ἀγαθῶν ἀκολουθεῖ· τὸν γὰρ δὴ τῶν λαῶν ἡγούμενον πλοῦτον καὶ ἡ ἐξ ἀρχῆς ἐδωρήσατό σοι καταβολὴ, καὶ ὁρᾷ σε εἴπερ τινὰ τῶν ἄλλων ἀνθρώπων εὐδαίμονα.[*]()

b. ἄλλως· τοῦτο ἔχεις, φησὶν, ἀγαθόν. μοῖρα γάρ σοι τῆς εὐδαιμονίας σύνεστιν.

c. ἄλλως· σοὶ δὲ ἡ τῆς εὐδαιμονίας μοῖρα ἀκολουθεῖ· ἀποκεκλήρωσαι γὰρ τὰ ἀγαθὰ, τὸν λαγέταν καὶ τύραννον τῶν ἀνθρώπων πλοῦτον.[*]()

[*]()a. λαγέταν: τὸν γὰρ λαγέταν τύραννον ἔχεις πλοῦτον.

[*]()b. λαγέτας δὲ ὀ πλοῦτος, ἐπεὶ πάντας ἄγει λαούς· ὑποτάσσονται γὰρ αὐτῷ πάντες. ἀλλὰ μὴν καὶ τύραννός ἐστι. τοῦτο πρὸς τὸ ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο· καὶ γὰρ τῷ Ἱέρωνι εὐδαιμονία μὲν ἡ τῆς τυραννίδος ἐπὶ μέγιστον ἕπεται. παρεπλάκη δέ τι κακὸν, ἡ νόσος.

[*]()a. αἰὼν δ᾿ ἀσφαλής: βίος δὲ ἀσφαλὴς καὶ ἄπταιστος οὐδαμοῦ ἐγένετο, οὔτε παρὰ τῷ Αἰακίδῃ Πηλεῖ, οὔτε παρὰ τῷ ἰσοθέῳ Κάδμῳ· καίτοι λέγονται τῶν ἀνθρώπων εὐδαιμονίαν ἐξοχωτάτην ἐσχηκέναι.

b. ἄλλως· βίος δὲ ἄνευ σφάλματος καὶ βλάβης οὐκ ἐγένετο οὔτε Πηλεῖ οὔτε Κάδμῳ. ταῦτα δὲ διὰ τὴν νόσον αὐτῷ παραινεῖ. (158 B) τὸν δὲ Κάδμον παρέλαβε διὰ τὸ καὶ τοῦτον εὐδαιμονήσαντα ἐκπεσεῖν εἰς Ἰλλυριούς· ὅλως δὲ αὐτὸν ἀποσεμνύνουσι διαπεφυκότα τὸ γένος εἰς θεούς. πρόπαππος γὰρ ὁ Ζεὺς καὶ πάππος ὁ Ποσιδῶν, ὁ δὲ Ἄρης κηδεστὴς, ἡ δὲ Ἀφροδίτη πενθερὰ, ἡ δὲ Θυώνη καὶ ἡ Λευκοθέα θυγατέρες, ὁ δὲ Διόνυσος καὶ ὁ Παλαίμων θυγατριδοῖ· τὸ δὲ ὅλον καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων τετιμῆσθαί που μάλιστα πάντων κατὰ τὴν Ἑλλάδα· διόπερ καὶ αὐτὸς ἀπεθεώθη μετὰ τῆς γυναικὸς Ἁρμονίας, καὶ κατῴκησαν ἐν τῷ Ἠλυσίῳ πεδίῳ ἐπὶ δρακόντων ἅρματος, ὡς οἱ ποιηταὶ καὶ οἱ μυθογράφοι [ἡμῖν] παραδεδώκασιν.[*]()

[*]()a. οἵ τε καὶ χρυσαμπύκων: οἳ, οὗτοι· συλληπτικὸς ὁ τρόπος.

b. οἵτινες καὶ τῶν Μουσῶν ᾀδουσῶν καὶ ἐν τῷ Πηλίῳ ὄρει καὶ ἐν ταῖς ἑπταπύλοις Θήβαις κατήκουσαν. καὶ ταῦτα διὰ τὴν νόσον αὐτῷ παραινεῖ· |[*]() καὶ γὰρ ὁ Πηλεὺς καὶ ὁ Κάδμος, φησὶν, εὐδαιμονέστατοι γενόμενοι τῶν ἀνθρώπων εἴς τινα καὶ ἐδυστύχησαν· διὸ, ὦ Ἱέρων, μὴ καταπονοῦ διὰ τὸ πάθος τῆς λιθιάσεως· τὰ γὰρ ἄλλα πάντα εὐτυχὴς πέφυκας.[*]()

[*]()καὶ ἐν ἑπταπύλοις: καὶ ἐνταῦθα τὸ χωρὶς ἑκάστῳ συμβεβηκὸς συλληπτικῶς ἐπ᾿ ἀμφοτέρων τίθησι, καὶ λίαν πυκνός ἐστιν ἐν τοῖς τοιούτοις· ὁ μὲν γὰρ Πηλεὺς ἐν Πηλίῳ τῷ ὄρει παρὰ Χείρωνι τὴν Θέτιν ἔγημεν, ὁ δὲ ἕτερος ἐν Θήβαις τὴν Ἁρμονίαν. εἶπε δὲ, ὅτι τῶν Μουσῶν ἤκουσαν καὶ ἐν τῷ [Πηλίῳ] ὄρει καὶ ἐν ταῖς Θήβαις· πρὸς ὃ καὶ τὸ σημεῖον.

[*]()καὶ θεοὶ δαίσαντο: καὶ οἱ θεοὶ παρ᾿ ἀμφοτέροις εὐωχήθησαν, τουτέστιν ἐν τοῖς ἀμφοτέρων γάμοις. ὅπερ Ὅμηρος (Ω 62)· πάντες δ᾿ ἀντιάασαθε γάμου θεοί, ἐπὶ τοῦ Πηλέως.

[*]()καὶ Κρόνου παῖδας: καὶ τοὺς Κρόνου παῖδας βασιλεῖς ἐθεάσαντο ἐν ταῖς χρυσαῖς καθέδραις, καὶ δῶρα παρ᾿ αὐτῶν ἐδέξαντο. (167 a B) ἀλλ᾿ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον οὐκ ηὐτύχησαν βίον. ὁ μὲν γὰρ Κάδμος εἰς ὄφιν μεταβαλὼν ἀπέθανεν, ὁ δὲ [Πηλεὺς] ἐν Ἰκῷ τῇ νήσῳ ἀτυχήσας τὸν βίον οἰκτρῶς καὶ ἐπωδύνως ἀπέθανεν, ὡς καὶ ὀ Καλλίμαχος (fr. 372) μαρτυρεῖ.[*]()

[*]()a. ἕδνα τε: ἀκύρως τὰ δῶρα ἕδνα εἶπε. τῷ μὲν γὰρ Πηλεῖ γαμοῦντι τὴν Θέτιν ὁ Ποσειδῶν διὰ τὴν σωφροσύνην ἐδωρήσατο ἵππους, Ἥφαιστος δὲ μάχαιραν· τῷ δὲ Κάδμῳ γαμοῦντι τὴν Ἁρμονίαν Ἀφροδίτη χρυσοῦν ὅρμον ἐδωρήσατο, ὃν κτησάμενος Πολυνείκης κατὰ διαδοχὴν τοῦ γένους παρέσχεν Ἐριφύλῃ, ἵνα πείσῃ Ἀμφιάραον ἵν᾿ ἐξέλθῃ ἐπὶ τὸν πόλεμον.

b. ὃ λέγει οὖν τοιοῦτόν ἐστι· καὶ δῶρα παρ᾿ αὐτῶν τῶν ἔλαβον, |[*]() ἀλλ᾿ ὅμως, φησὶ, καὶ οὗτοι ἄπταιστον βίον οὐκ εὐτύχησαν. ὁ μὲν γὰρ Κάδμος μετέβαλεν εἰς ὄφιν, ὁ δὲ Πηλεὺς ἐν Ἰκῷ τῇ νήσῳ οἰκτρῶς ἀπέθανεν.[*]()

[*]()a. Διὸς δὲ χάριν: κατὰ δὲ τὴν τοῦ Διὸς γνώμην μεταβαλόντες ἐκ τῶν προτέρων ἀγαθῶν, διὰ τῶν δευτέρων καμάτων ἔστησαν ὀρθὴν τὴν καρδίαν, τουτέστι διὰ τὰς ὑπερβαλλούσας ἀτυχίας ἔκπληκτοι ὥσπερ καὶ τὴν καρδίαν πληγέντες γεγόνασιν.

b. οἱ δὲ οὕτως· ἐκ τῶν προτέρων ἀγαθῶν μεταβαλλόμενοι τὴν ὀρθὴν καρδίαν καὶ εὐδαίμονα διὰ καμάτων καὶ συμφορῶν ἰσχυρῶν ἦλθον.

[*]()μεταμειψάμενοι: ἐπεὶ ἐξέφυγον ἐκ τῶν πατρίδων, οἷον ἐκ τῶν προτέρων κακῶν μεταβαλόντες ηὐφράνθησαν· θεῶν γὰρ ἔτυχον γάμων.

[*]()a. τὸν μὲν ὀξείαισι: τὸν μὲν Κάδμον αἱ θυγατέρες ἀπολλύμεναι τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν. ἐν σχήματι δὲ εἶπεν, ἀντὶ τοῦ εὐφροσύνης ἔρημον ἐποίησαν.

[*]()b. ἄλλως· τὸν μὲν Κάδμον αἱ τρεῖς θυγατέρες ταῖς ὀξείαις συμφοραῖς τὸ τῆς εὐφροσύνης μέρος ἠρήμωσαν καὶ ἀφείλαντο· |[*]() εἰς δὲ τὸ τῆς ἐπεράστου Σεμέλης λέχος ὁ Ζεὺς παρεγένετο. ὅτι δὲ αἱ θυγατέρες τοῦ Κάδμου ἐδυστύχησαν, δῆλος ὁ λόγος. ἡ μὲν γὰρ Σεμέλη ἐκεραυνώθη παρὰ Διός· ἡ δὲ Ἀγαυὴ καὶ Ἰνὼ εἰς μανίαν τραπεῖσαι τοὺς παῖδας διέσπασαν· καὶ ἡ μὲν Ἀγαυὴ τὸν Πενθέα, ἡ δὲ Ἰνὼ κατά τινας τὸν Μελικέρτην εἰς λέβητα καθῆκε· πολλοὶ γὰρ τὸν Ἀθάμαντα διδόασιν ἐμβεβληκέναι τῷ λέβητι.