Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]() a. ἤλυθεν ἐς λέχος: Θυώνη ἡ Σεμέλη. οὕτω δὲ ὀνομάζεται ἀπὸ τοῦ περὶ τὸν Διόνυσον πάθους, ὅτι θύει καὶ ἐνθουσιᾷ κατὰ τοὺς χορούς. οὕτω καὶ Θυάδες αἱ Βάκχαι, καὶ θύσθλα οἱ θύρσοι.

b. ἄλλως· Θυώνῃ τῇ Σεμέλῃ· διωνυμίᾳ γὰρ ἐκέχρητο. εἰσὶν οἳ καὶ τὴν αὐτὴν Διώνην λέγουσιν, ὥσπερ Εὐριπίδης ἐν Ἀντιγόνῃ (fr. 177)· ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, Διόνυσε, θνητοῖς τ᾿ οὐδαμῶς ὑπόστατος. ἔνιοι δὲ τὴν Θυώνην ἑτέραν τῆς Σεμέλης φασὶν εἶναι, τροφὸν τοῦ Διονύσου, ὥσπερ Πανύασις ἐν τρίτῳ Ἡρακλείας (fr. 5)· καί ῥ᾿ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης. ἐτυμολογοῦσι δὲ τὴν Θυώνην ἀπὸ τῆς θυηλῆς. Σεμέλη δὲ ἢ κατὰ τὸ μυθικὸν ἡ τὰ μέλη τοῦ σώματος ὑπὸ τῶν βροντῶν διασαλεύσασα, ἢ κατὰ τὸ φυσικὸν ὅτι σείει τὰ μέλη τῶν οἰνουργούντων αὐτὸν ὁ Διόνυσος, ἐν ᾧ τοὺς βότρυς ἁλλόμενοι πατοῦσιν· ἡ δὲ Θυώνη κατὰ τὸ μυθικὸν, διὰ τὸ κεραυνοῖς τεθραῦσθαι, κατὰ δὲ τὸ φυσικὸν, ὅτι πυρώδης ἡ οὐσία τοῦ οἴνου.

[*]()a. τοῦ δὲ παῖς, ὅνπερ μόνον: τοῦ δὲ Πηλέως παῖς ὁ Ἀχιλλεὺς, ὅνπερ μόνον ἡ ἄφθαρτος Θέτις ἐγέννησεν, ἐν τῷ Ἰλιακῷ πολέμῳ τοῖς Ἀπόλλωνος τόξοις ἀπολιπὼν τὴν ψυχὴν καὶ τῷ πυρὶ καιόμενος ἐκίνησεν ἐπ᾿ αὐτῷ γόον ἐκ τῶν Ἑλλήνων. μετὰ γὰρ τὸ τελευτῆσαι ἐκάη.

b. ἄλλως· οὐ μόνον αὐτὸν ἐγέννησεν, ἀλλὰ καὶ ἄλλους, οὓς βουλομένη ἀπαθανατίζειν ἔκτεινε. φασὶ δὲ ὅτι καὶ τὸν Ἀχιλλέα μέλλουσα καίειν καὶ καταληφθεῖσα ὑπὸ τοῦ Πηλέως εἰς θάλασσαν ἔφυγεν.

[*]()a. ὦρσεν ἐν πυρί: τὸ ἑξῆς· ὦρσ᾿ ἐκ Δαναῶν γόον πυρὶ καιόμενος.

[*]()b. ὦρσε, διορμῆσαι ἐποίησεν.[*]()

[*]()a. εἰ δὲ νόῳ τις ἔχει: εἰ δέ τις τὴν ἀλήθειαν τῶν πραγμάτων προϊδεῖν δύναται, δεῖ πρὸς τῶν θεῶν εὖ πάσχοντα ἑαυτὸν μὴ λυπεῖν, ἀλλὰ συνεπιδιδόναι τὴν ψυχὴν ταῖς ἀπὸ τῶν θεῶν εὐπραγίαις. τὸ δὲ εὖ κοινὸν πρός τε τὸ πασχέμεν καὶ πρὸς τὸ μακάρων τυγχάνοντα.[*]()

b. ἄλλως· εἰ δέ τις τῶν ἀνθρώπων οἶδε τῆς ἀληθείας τὴν ὁδὸν, τουτέστιν ὀρθῶς λογίζεται καὶ φρόνιμός ἐστι, προσήκει τινὰ εὖ παρὰ θεῶν εὐεργετούμενον ὑφίστασθαι καὶ τῆς εὐπραγίας ἀπολαύειν. Ὅμηρος (Γ 65)· οὔτοι ἀπόβλητ᾿ ἐστὶ θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν· ἑκὼν δ᾿ οὐκ ἄν τις ἕλοιτο.[*]()

[*]()ἄλλοτε δ᾿ ἀλλοῖαι πνοαί: ὥσπερ οὐχ οἱ αὐτοὶ ἄνεμοι διαπαντὸς πνέουσιν, ἀλλ᾿ ἄλλοτε ἄλλοι, οὕτω καὶ αἱ τύχαι τῶν ἀνθρώπων οὐχ αἱ αὐταὶ παραμένουσιν, ἀλλ᾿ ἄλλοτε μὲν εἰς κακὸν μεταβάλλουσιν, ἄλλοτε δὲ εἰς ἀγαθόν. Εὐριπίδης (Here. 101)· κάμνουσι γάρ τοι καὶ βροτοῖς αἱ συμφοραί. καὶ πνεύματ᾿ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει.

[*]()ὄλβος δ᾿ οὐκ ἐς μακρόν: ἡ δὲ τῶν ἀνθρώπων εὐδαιμονία οὐκ εἰς μακρὰν παραγίνεται, ἀντὶ τοῦ οὐκ ἐπιπολὺ παραμένει, ἐπειδὰν μάλιστα ἐπακολουθήσας πολὺς ἐπιβαρήσῃ καὶ παραγένηται.

[*]()εὖτ᾿ ἂν ἐπιβρίσας: ἡνίκα ἐπιβαρύνας αὑτὸν καὶ ἀθροίσας ἕπηται. ἐξ οὗ καὶ Εὐριπίδης (Orest. 340)· ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς.

[*]()σμικρὸς ἐν σμικροῖς: τινὲς οὕτως· ἐὰν μικρὰ ᾖ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· ἐὰν δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγάλα φρονήσω. ἄτοπον δὲ καὶ οὕτω κατὰ Πίνδαρον τὴν ἀλαζονείαν δοκεῖν ταῖς τύχαις συσχηματίζεσθαι. ἔστιν οὖν ὃ λέγει τοιοῦτον· μικροῖς συνὼν καὶ καταδεεστέροις ἐμοῦ μικρὸν ἐμαυτὸν ποιήσω συμμετρήσας ἐκείνοις, ἐν δὲ τοῖς μείζοσι πάλιν ὁ αὐτὸς τυγχάνων ἐκείνοις ἐξισωθήσομαι.

[*]()a. δαίμονα: τὸν δὲ περιέχοντά με| δαίμονα καὶ τύχην οἴσω τῇ διανοίᾳ, καὶ θεραπεύσω αὐτὸν κατὰ τὴν ἐμαυτοῦ γνώμην.

b. ἢ οὕτως· ἀεὶ τὸν περιέχοντά με δαίμονα θεραπεύων ταῖς φρεσὶν ἀσκήσω, μικρὰ μὲν πράσσων ἐν μικροῖς, ἐν δὲ μεγάλοις μεγάλας ἐπιβολὰς λαμβάνων.

[*]()a. εἰ δέ μοι πλοῦτον: αἰνίττεται εἰς τὸν Ἱέρωνα προτρεπόμενος αὐτὸν ἀφειδῶς τοῖς ποιηταῖς χορηγεῖσθαι τὸν μισθὸν, ὥστε ἀνυμνεῖσθαι αὐτόν.

b. ὁ δὲ νοῦς· ἐὰν δέ μοι ὁ θεὸς πλοῦτον ἀνθηρὸν καὶ εὐδαιμονίαν παράσχῃ, ἐλπίζω δόξαν εὐρεῖν ὑψηλοτάτην καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον.

[*]()a. Νέστορα καὶ Λύκιον Σαρπηδόνα: καὶ τὸν Νέστορα καὶ τὸν Σαρπηδόνα διὰ τοὺς ὕμνους τῶν ποιητῶν γινώσκομεν.

[*]()b. Νέστορα καὶ Λύκιον: τὸ ἑξῆς· Νέστορα καὶ Λύκιον Σαρπηδόνα γινώσκομεν ἐξ ἐπέων κελαδεινῶν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν [ἀνθρώπων]. ἀνθρώπων δὲ φάτις περιφραστικῶς, ἡμεῖς οἱ ἄνθρωποι.

c. ἢ προστίθεμεν τὸ ἴσασι, καὶ ἕξει τὴν ἀκολουθίαν οὐκέτι δι᾿ ὑπερβατοῦ, ἀλλ᾿ ἀκολούθως.

[*]()ἀνθρώπων φάτις: λείπει τὸ ἔχει τῷ λόγῳ, ἵν᾿ ᾖ οὕτως· Νέστορα καὶ Λύκιον Σαρπηδόνα ἀνθρώπων φάτις ἔχει, καὶ ἐξ ἐπέων κελαδεινῶν αὐτοὺς γινώσκομεν, οἷα σοφοὶ τέκτονες ἅρμοσαν ποιηταί.

[*]()a. γινώσκομεν· ἁ δ᾿ ἀρετά: ἡ δὲ ἀρετὴ ταῖς ἐπιδόξοις ᾠδαῖς χρονία καὶ διηνεκὴς παραμένει.

b. ἡ δὲ ἀρετὴ τῶν ἀνθρώπων ἐπὶ χρόνον παραμένει ὕμνων τυχοῦσα. τὸ δὲ τοιοῦτον διαπράξασθαι ὀλίγοις ῥᾴδιόν ἐστι καὶ εὐκατόρθωτον, τὸ καὶ πλουτεῖν καὶ ἐπαινεῖσθαι. προτρέπεται δὲ αὐτὸν δωρεῖσθαι τοῖς ποιηταῖς, ἵνα ὑμνηθῇ.