Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. Χείρων ὁ Κένταυρος γίνεται παῖς Κρόνου καὶ Φιλύρας τῆς Ὠκεανοῦ, καὶ ἔστιν |[*]() ὁ νοῦς οὕτως· ἐβουλόμην τὸν Χείρωνα, εἰ προσῆκον τοῦτο εὔξασθαι, ἀναβιῶναι τὸν ἤδη τεθνηκότα.[*]()

[*]() Inscr.b. Ἤθελον Χείρωνά κε Φιλλυρίδαν: Ἱέρωνι Πύθια νικήσαντι τὴν κζ΄ Πυθιάδα· μέμνηται δὲ καὶ τῆς πρὸ ταύτης Πυθιάδος, ὥστε ἐπὶ ταῖς δύο νίκαις τὴν ᾠδὴν συντετάχθαι. συνᾴδει δὲ καὶ τὰ ἀπὸ τῶν χρόνων. ὡς γὰρ ἤδη βασιλεύοντός φησιν (Vs. 70)· ὃς Συρακόσσαισιν ἄρχει πραῢς ἀστοῖς. καθίσταται δὲ ὁ Ἱέρων βασιλεὺς κατὰ τὴν ος΄ Ὀλυμπιάδα, τῆς κη΄ Πυθιάδος τῇ προκειμένῃ Ὀλυμπιάδι συγχρόνου οὔσης, ὥστε πάντη τε καὶ πάντως μετὰ τὴν ὕστερον Πυθιάδα, ἥτις γέγονε περὶ τὴν οε΄ Ὀλυμπιάδα, συντετάχθαι τόνδε τὸν ἐπίνικον. πρὸς δὲ τὴν παροῦσαν τύχην τοῦ Ἱέρωνος ἁρμοσάμενος εὔχεται ἐν ταῖς πτυχαῖς τοῦ Πηλίου διάγειν τὸν Χείρωνα ὑπὲρ τοῦ δύνασθαι τὸν Ἱέρωνα θεραπείας τυχεῖν ὑπ᾿ αὐτοῦ· |[*]() λιθιάσει γὰρ νόσῳ κατείχετο. τὸν δὲ Χείρωνα μιᾶς τῶν Ὠκεανίδων καὶ Κρόνου γενεαλογοῦσιν.[*]()

[*]()b. τὸ δὲ ἑξῆς· ἤθελον δὴ τὸν ἀποιχόμενον Οὐρανίδου Κρόνου γόνον εὐρυμέδοντα Φιλλυρίδην Χείρωνα, εἰ χρεὼν ἔπος κοινὸν τοῦτ᾿ εὔξασθαι ἡμετέρας ἀπὸ γλώσσης. κοινὸν δὲ, ἤτοι κατακοίνως λεγόμενον ἐν τῷ βίῳ· οἷον, εἰ ἔζη ὁ δεῖνα, ἐποίησεν ἂν τάδε. ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν ἀγαθόν· εἰ γὰρ ἀνέζησε, πολλοὺς ἂν ὑγίασεν. ἢ κοινὸν ἀγαθὸν, ἐμοί τε καὶ τῷ Ἱέρωνι· εἰ γὰρ ὑγίανεν ὁ Ἱέρων, ἐμὸν ἦν ἀγαθὸν καὶ τοῦ Ἱέρωνος. |[*]() ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν διὰ τὴν ἐμὴν δύναμιν· τὸ γὰρ ποίημα κοινὸν εἴωθε λέγειν διὰ τὸ πανταχόσε διϊκνεῖσθαι. ἢ ὡς κοινῆς οὔσης πᾶσι τῆς εὐτυχίας, τὸν Ἱέρωνα ἀπαλλαγῆναι τῆς νόσου.

[*]()βάσσαισί τ᾿ ἄρχειν: ἐν τοῖς βασίμοις τόποις καθηγεῖσθαι τοῦ Πηλίου φησὶ τὸν Χείρωνα τὸν ὄντα μὲν θῆρα ἄγριον κατὰ τὸ σῶμα· Κένταυρος γάρ· τὸν δὲ νοῦν ἔχοντα προσφιλέστατον ἀνθρώποις.

[*]()οἷος ἐών: ὁ νοῦς· ὁποῖος ὢν τήν τε φύσιν καὶ τὸν νοῦν ὁ Χείρων ἀνέθρεψε τὸν τῆς ἀνωδυνίας καὶ ὑγείας πρᾳότατον κατασκευαστὴν ἥρωα Ἀσκληπιὸν, ἥρωα ὄντα καὶ παντοίας νόσου βοηθόν.