Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()ἐνέπαξαν ἕλκος: οἷον, ἥλκωσαν αὐτῶν τὴν καρδίαν, πρὶν κακῶσαί τινα καὶ κατορθῶσαι ἃ κατ᾿ ἀλλήλων μηχανῶνται· ὅ ἐστιν, ἄδικα φρονοῦντες πρότερον ἑαυτοὺς ὀδυνῶσι πρὶν ἄλλους κακῶσαι.

[*]()a. φέρειν δέ: τὰ δὲ προσπίπτοντα παρὰ τῆς τύχης ὑποβάλλοντα τὸν αὐχένα ὑπομένειν συμφέρει.

[*]()b. ἄλλως· φέρειν δὲ ἐλαφρῶς καὶ ἄνευ φιλονεικίας τὸν παρὰ τῆς τύχης ζυγὸν συμβάλλεται, ὥσπερ βοῦν ὑποδύντα τὸν ζυγόν.

c. πάλιν αὐτῷ πρὸς τὸ τοῦ Βακχυλίδου ἀναφέρεται ὁ λόγος. ἕλξω γὰρ, φησὶ, τὸν ζυγὸν, ὡς ἡ τύχη ἠβουλήθη, διὰ τὸ τιμᾶσθαι παρὰ σοὶ (τῷ Ἱέρωνι) μᾶλλον ἐμοῦ τὸν Βακχυλίδην.

[*]()d. ἄλλως· ἐπικουρητικόν ἐστι καὶ ἀρηκτικὸν τὸ μὴ ἀντιτείνειν ταῖς τῶν θεῶν βουλήσεσιν, ἀλλ᾿ ὡς βούλονται ὑποδύντα τὸν ζυγὸν καὶ κατακύψαντα ἕλκειν καὶ προκόπτειν τὸ ἔργον τοῦ βίου. ἐπεὶ οὖν Βακχυλίδης ἐστί σου φίλος, ἕλξω ὑποδὺς τὴν τῆς τύχης ζεύγλην ὡς βοῦς.

[*]()a. ποτὶ κέντρον λακτιζέμεν: λακτίζειν δὲ πρὸς κέντρον οὐκ ἀσφαλὲς, οὐδὲ ἀβλαβὴς ὁδὸς τυγχάνει· τούτεστιν, οὐ συμφέρει τῇ τύχῃ ἄνθρωπον ὄντα διαμάχεσθαι. ἡ δὲ τροπὴ ἀπὸ τῶν βοῶν· τῶν γὰρ βοῶν οἱ ἄτακτοι κατὰ τὴν γεωργίαν κεντριζόμενοι ὑπὸ τοῦ ἀροῦντος λακτίζουσι τὸ κέντρον καὶ μᾶλλον πλήττονται.

[*]()b. ἄλλως· οὐ βούλομαι, φησὶ, βίᾳ φίλος σου εἶναι, ἀλλὰ αἱρετός.

[*]()c. ἄλλως· ἐγὼ, φησὶ, πρὸς κέντρα οὐ λακτίζω, ἀλλὰ εἴξας ἕλξω τὸν ζυγὸν, ὅ ἐστι τὸ ἔργον τοῦ βίου. |[*]() Αἰσχύλος Ἀγαμέμνονι (1624)· πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς. καὶ Εὐριπίδης (fr. 604)· πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου.