Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. οὔτ᾿ ἐν θεῶν νόμοις: ἐγέννησε, φησὶν, ἡ νεφέλη τῷ Ἰξίονι παῖδα οὔτε ἐν ἀνθρώποις γέρας ἀποφερόμενον, ἀντὶ τοῦ τῆς τῶν ἀνθρώπων φύσεως ξένον ὄντα, οὔτε ἐν τοῖς τῶν θεῶν νόμοις τιμώμενον. ἐκ δὲ τούτου πάλιν οὐδὲ θεοῖς ὅμοιον.[*]()

[*]()b. ἢ τὸν οὔτε τῆς τῶν ἀνθρώπων μετέχοντα φύσεως οὔτε τῆς τῶν θεῶν.

[*]()a. ὃς ἵπποισιν: ὅστις ὁ ἐξ Ἰξίονος καὶ νεφέλης Κένταυρος ταῖς ἵπποις ταῖς Θεσσαλικαῖς ἐμίγνυτο κατὰ τὰς ὑπωρείας τοῦ Πηλίου ὄρους.

[*]()b. ἄλλως· Κένταυρόν φησι γεννηθῆναι ἄνδρα ἐκ τοῦ Ἰξίονος καὶ τῆς νεφέλης· ὃν πλησιάζοντα ταῖς ἐν τῷ Πηλίῳ ἵπποις γεννῆσαι τοὺς διφυεῖς Κενταύρους. τὰ μὲν κάτω τῇ μητρὶ παραπλήσια ἔχοντας, τὰ δὲ ἄνω τῷ πατρί.

[*]()a. ἐκ δ᾿ ἐγένοντο στρατός: ἐξεγένοντο δὲ στρατὸς θαυμαστὸς Κενταύρων ἀμφοτέροις τοῖς γεγεννηκόσιν ὅμοιοι. ἔσχον δὲ εἰς ἓν συμβεβλημένας τὰς δύο φύσεις, καὶ τὰ μὲν κάτω ἐμφερεῖς ἦσαν ταῖς μητράσι, τὰ δὲ ἄνω τῷ πατρί.

[*]()b. ἐκ δ᾿ ἐγένοντο στρατός: ἡ φράσις κατὰ σχῆμα· ἀπὸ πληθυντικοῦ γὰρ ἑνικὸν ἐπήγαγε. καὶ ἔστι τὸ ἐναντίον παρ᾿ Ὁμήρῳ (Ο 305)· ἡ πληθὺς ἐπὶ νῆας ἀπὸ στρατοῦ ἀπονέοντο. καὶ τὸ ἶσον (Σ 496)· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.[*]()

[*]()c. ζητεῖται διατί, εἰ ἐν Μαγνησίᾳ τῆς Θεσσαλίας οἱ Κένταυροι ἐτράφησαν, πῶς ἐν Φολόῃ τῇ Ἀρκαδικῇ Ἡρακλεῖ ἀντιτάσσονται. καὶ ῥητέον, ὅτι Πειρίθους ὁ Ἰξίονος παῖς καὶ Δίας τῆς Δηϊονέως ὡς ἂν οἰκειότατα ἔχων πρὸς τοὺς Κενταύρους τὴν τῶν γάμων ἑστίασιν ἐπιτελῶν κέκληκεν αὐτοὺς, ἐπιλαθόμενος δὲ τῷ Ἄρει θῦσαι ἔσχε μηνίοντα τὸν θεόν· καὶ οὕτως οἱ Κένταυροι κερασθέντες τῆς τῶν κρατήρων κατὰ τὴν εὐωχίαν ἀποπνοίας αἰσθόμενοι οὐ κατέσχον ἑαυτοὺς τῆς ἐμφύτου μανίας· ἐμφορησάμενοι γὰρ οἴνου ἀκράτου ἀκολάστως ἐφώρμησαν ταῖς τῶν Λαπιθῶν γυναιξὶ, πολλῶν δὲ ἀναιρεθέντων ἐκ τῶν Κενταύρων οἱ περιλειφθέντες εἰς Φολόην ἀπέφυγον τὴν οὕτω κληθεῖσαν ἀπὸ ἑνὸς τῶν Κενταύρων.[*]()

[*]()ἐπὶ ἐλπίδεσσιν: ἐλπίδας νῦν τὰς φρένας φησὶ καὶ διανοίας. |[*]() λέγει δὲ, ὅτι θεὸς ὃ ἂν διανοηθῇ, τοῦτο καὶ ἀνύει. τοῦτο δὲ γνωμολογεῖ διὰ τὸν Ἰξίονα, ἐπεὶ ὁ Ζεὺς τὴν νεφέλην τῇ Ἥρᾳ ἴσχυσεν ἀπεικάσαι.

[*]()ὃ καὶ πτερόεντ᾿ αἰετόν: ἐπεὶ τῶν ζῴων τὰ μέν ἐστι θαλάσσια, τὰ δὲ χερσαῖα, τὰ δὲ μετάρσια, ἀφ᾿ ἑκάστου εἴδους ἓν παρέλαβε τῶν τριῶν τὸ κρατιστεῦον. |[*]() τὸν ἀετὸν οὖν τὸν βασιλέα τῶν πτηνῶν ὁ θεὸς καταλαμβάνει καὶ παραλλάσσει, ὁ δὲ δελφὶς δοκεῖ τῶν ἐναλίων προέχειν καὶ ταχύτατος εἶναι· καὶ τοῦτον δὲ παραμείβεται· καὶ ὁ ἄνθρωπος προέχει τῶν ἐπιγείων· καὶ τοῦτον δὲ ὑψιφρονοῦντα καὶ καυχώρμενον κατακάμπτει ὁ θεὸς καὶ καταπαλαίει. τοῖς δὲ ἀγαθοῖς τῶν ἀνθρώποων ἀγήραον καὶ αφθαρτον εὐδοξίαν ἀπένειμεν.

[*]()δάκος ἀδινόν· ἰδίως τὸ δάκος ἀδινὸν εἶπεν, ἀντὶ τοῦ κακόν. ὃ δὲ βούλεται λέγειν· ἐμὲ δὲ δεῖ φεύγειν τὰς κακηγορίας, τουτέστι τὸ κακηγορεῖν τινας. αἰνίττεται δὲ εἰς Βακχυλίδην· ἀεὶ γὰρ αὐτὸν τῷ Ἱέρωνι διέσυρεν.

[*]()ἐν ἀμαχανίᾳ: ἐν ἀπορίᾳ βίου διὰ τὴν λοιδορίαν φησὶ καθεστῶτα, πάντων αὐτὸν ἀποστρεφομένων.

[*]()a. ἔχθεσι πιαινόμενον· ὑπὸ τῶν ἀνθρώπων τοιούτοις ἔχθεσι πιαινόμενον, βαρὺν ἐπιφέρουσιν αὐτῷ λόγον.

b. δύναται καὶ ἑτέρως διαιρεῖσθαι, διὰ μὲν τοῦ πόλλ᾿ ἐν ἀμηχανίᾳ ψογερὸν Ἀρχίλοχον νοουμένου παρὰ τοῖς ἀνθρώποις ψεγόμενον τὸν Ἀρχίλοχον καὶ πόλλ᾿ ἐν ἀμηχανίᾳ ψεγόμενον, ἐπεὶ βαρυλόγοις ἔχθεσιν ἐπιαίνετο καὶ ἔχαιρεν, εἰς λοιδορίαν ἀνθρώπων καὶ εἰς κακομηχανίαν χρώμενος τῇ ποιήσει.

[*]()c. ἢ οὕτως· εἶδον γὰρ, φησὶ. τὸν Ἀρχίλοχον πιαινόμενον λόγοις ψογεροῖς ἐν ἀπορίᾳ.

d. οἷον καὶ τὸν Ἀρχίλοχον ἐν ἀπορίᾳ εἶδον, ἐπεὶ ψογερὸς ἦν.

[*]()e. τὸ πλουτεῖν δὲ σὺν τύχᾳ: τὸ δὲ ἐπιτυγχάνειν, φησὶ, πλούτου μετὰ σοφίας, ἄριστόν ἐστιν.

f. ἢ οὕτω· τὸ εὐπορεῖν σοφίας σὺν εὐτυχίᾳ ἄριστόν ἐστι. |[*]() τοῦτο δὲ ἐπὶ τοῦ Ἱέρωνος ἀκουστέον. ἀποστρέφει γὰρ εἰς τοῦτον τὸν λόγον· ὃ σὺ ἔχεις σὺν εὐτυχεῖ πότμῳ, σοφίας ἐστὶν ἄριστον. ζητεῖται δὲ. |[*]() πῶς τὸ πλουτεῖν σοφίας λέγει ἄριστον· σοφία γὰρ πλούτου κρείττων. μήποτε οὖν οὐχὶ συγκριτικῶς, τοῦ πλούτου πρὸς τὴν σοφίαν συγκρινομένου· ἐχρήσατο γὰρ ἂν οὐχ ὑπερθετικῇ λέξει τῇ ἄριστον, ἀλλὰ συγκριτικῇ τῇ ἄρειον. ἄρειον μὲν γὰρ τόδε τοῦδε, ἄριστον δὲ πολλῶν. δῆλον οὖν, ὅτι τὸ πλουτεῖν τέταχεν οὐ κυρίως ἐπὶ τοῦ νοουμένου κατὰ τὸν βίον πλούτου, οἷον περιουσιάζειν χρήμασιν, ἀλλὰ μεταφορικῶς, τὸ πληθύειν καὶ περιουσιάζειν ἐν πότμῳ σοφίας ἄριστόν ἐστιν, [οἷον, τὸ τῇ σοφίᾳ πλουτεῖν ἄριστόν ἐστιν]. Ἀρίσταρχος δὲ οὕτως· οἷον εἴ τις λέγει, εὐποτμότατός ἐστιν ὁ πλουτῶν καὶ σοφίας ἅμα τυγχάνων.

[*]()a. τὺ δὲ σάφα νιν ἔχεις: τοῦτο πρὸς τὸν Ἱέρωνα εἶπε· σὺ δὲ ἐλεύθερος ὢν, ὦ Ἱέρων, ἐλευθέρᾳ τῇ φρενὶ τὴν ἀρετὴν ἔχων καὶ τὴν σοφίαν ἣν προεῖπε καὶ πλουτῶν, δύνασαι καὶ ἑτέροις πεπαρεῖν, ἤτοι πορίζειν καὶ παρασκευάζειν.

b. ἢ παρασχεῖν. καὶ πλουσίους ἀποδεῖξαι.

[*]()πεπαρεῖν: ὅτι τὸ πεπαρεῖν πορίσαι ἢ περιποιῆσαι ἢ πλουσίους ἀποδεῖξαι.

[*]()κύριε: κυρωτικὲ καὶ τελεστικὲ, τουτέστι πάντων ἔχων τὴν κυριότητα.

[*]()εὐστεφάνων: ἤτοι ὑψηλῶν, ἢ εὖ τετειχισμένων. στέφανος γὰρ πόλεως τὸ τεῖχος.

[*]()εἰ δέ τις ἤδη κτεάτεσσιν: εἰ δέ τις πλούτῳ καὶ τιμῇ φησιν ἕτερόν τινα τῶν κατὰ τὴν Ἑλλάδα τῶν πρὸ τούτου μείζονα καὶ ἀξιολογώτερον γεγενῆσθαι, κούφῃ καὶ ματαίᾳ φρενὶ διαπαλαίει καὶ μάχεται, ἀντὶ τοῦ ἀνόητός ἐστι [καὶ ἀναίσθητος].

[*]()παλαιμονεῖ: οἷον ματαιολογεῖ, καὶ οἷον ἐλπίδι ἐλαφρᾷ καὶ κούφῃ παλαίει· ἀσύνετος γάρ ἐστιν.

[*]()a. εὐανθέα δ᾿ ἀναβάσομαι: ἤδη δὲ ὁρμήσω ἀνθηρῶς ἀνυμνήσων τὴν ἀρετὴν τοῦ Ἱέρωνος.

b. ἢ οὕτως· ἐπὶ τὸν ἀνθηρὸν στόλον ὁρμήσω τῆς ἀρετῆς τοῦ Ἱέρωνος, ἵν᾿ ᾖ ἀνθηρὸν στόλον λέγων τὴν ἀρετὴν τοῦ Ἱέρωνος διὰ τοὺς στεφάνους· ἢ διὰ τὸ περὶ Ἰξίονος προειπεῖν. μεταβὰς τοίνυν ἐπ᾿ εὐανθέα στόλον ἀναβήσομαι.

[*]()c. ἄλλως· ἐπειδὴ περὶ λοιδοριῶν διεξῆλθε καὶ τῆς Ἀρχιλόχου δυσφημίας, φησὶν ὅτι ἐπ᾿ εὐανθεστέραν ὁδὸν λόγων ἀναβήσομαι καὶ ἀνυμνήσω σε, ὦ Ἱέρων, περὶ τῆς ἀρετῆς σου λέγων.

d. τὸ δὲ εὐανθῆ στόλον, ἡ μεταφορὰ ἀπὸ τῶν πλεόντων ἡδέως.

[*]()νεότατι μὲν ἀρήγει: τῇ νεότητι μὲν βοηθεῖ ἡ περὶ τὸ πολεμεῖν θρασύτης. τοῦτο δὲ ἐν τῷ καθόλου γνωμικῶς ἀναπεφώνηκεν.

[*]()a. ὅθεν φαμί: ὅθεν φημὶ καὶ σὲ τὴν ἄπειρον δόξαν εὑρηκέναι, ἐκ τῶν πολέμων τῶν κατορθουμένων διὰ τὴν νεότητα. τοῦτο δέ φησι, παρόσον ἔτι νέος ὢν ὁ Ἱέρων σὺν Γέλωνι τῷ ἀδελφῷ τοὺς ἐπὶ τῆς Σικελίας πολέμους διήνεγκε.

[*]()b. ὅθεν: ἀπὸ τῆς θρασύτητος τῆς περὶ τοὺς πολέμους.[*]()

[*]()a. βουλαὶ δὲ πρεσβύτεραι: αἱ δὲ σαὶ γνῶμαι καίτοι ἀκμαίου ὄντος πρεσβύτεραί εἰσι καὶ συνεταί· διὸ ἀκίνδυνόν μοι παρέχουσιν αἱ σαὶ γνῶμαι τὸ κατὰ πάντα ἐγκωμιάζειν σε.

[*]()b. ἢ οὕτως· ἀκίνδυνον ἐμοὶ τῷ τοὺς ἐπαίνους παρέχοντι πρὸς πάντα λόγον ἐπαινεῖν, |[*]() οἷον οὐκ ἐλεγχθήσομαι ὑπό τινος ὅτι ψευδῶς σε ἐπαινῶ. ἃ γὰρ ἔχεις, ταῦτα καὶ λέγω.[*]()

[*]()c. βουλαὶ δὲ πρεσβύτεραι: οἷον, ὑπὲρ τὴν νεότητα βουλεύῃ. καὶ Σοφοκλῆς (fr. 562) ἐπὶ τοῦ Τρωίλου· τὸν ἀνδρόπαιδα δεσπότην ἀπώλεσα, παῖδα μὲν τὴν ἡλικίαν, ἄνδρα δὲ τῷ φρονήματι.

d. τοῦτο δὲ εἶπεν ὅτι ἐν μὲν νεότητι πολεμικὸς ἦν ὁ Ἱέρων, ἐν ἡλικίᾳ δὲ εὔβουλος.[*]()

[*]()a. κατὰ Φοίνισσαν ἐμπολάν: οἷον ἐπὶ κέρδει καὶ πράσει· οἱ γὰρ Φοίνικες παλιγκάπηλοι. Σοφοκλῆς (fr. 823)· ὠνὴν ἔθου καὶ πρᾶσιν, ὡς Φοῖνιξ ἀνήρ, Σιδώνιος κάπηλος. καὶ ὁ Κωμικός (fr. IV 334 M.)· εὐθὺς Φοῖνιξ γίγνομαι· τῇ μὲν δίδωμι χειρὶ, τῇ δὲ λαμβάνω. |[*]() τοῦτο δὲ εἶπεν ὁ Πίνδαρος, παρόσον μισθοῦ συντέταχε τῷ Ἱέρωνι τὸ ἐγκώμιον.

[*]()b. ἄλλως· τοῦτο μὲν τὸ μέλος καὶ τοῦτον τὸν ἐπίνικον κατὰ τὴν τῶν Φοινίκων ἐμπορίαν, ἀντὶ τοῦ λαβὼν παρὰ σοῦ μισθὸν, διὰ τῆς θαλάσσης διαπέμπομαί σοι.

[*]()c. τὸ δὲ Καστόρειον μέλος ὑπορχηματικὸν, Αἰολικῷ ῥυθμῷ συντεταγμένον. ὅπερ χάριν καὶ προῖκά σοι διεπεμψάμην, ἀπαντήσας τῷ μέλει, φησὶ δὲ τῷ Καστορείῳ, καὶ ὑποδεξάμενος αὐτὸ διὰ τῆς ἑπταμίτου κιθάρας, φησὶ δὲ τῆς λύρας, ἑκὼν ἐπιθεώρησον τὸ μέλος, ἀντὶ τοῦ κροῦσον καὶ δοκίμασον, εἰ μὴ εὐρύθμως γέγραπται.

[*]()τὸ Καστόρειον: τὸν ἐπίνικον ἐπὶ μισθῷ συντάξας ὁ Πίνδαρος ἐκ περιττοῦ συνέπεμψεν αὐτῷ προῖκα ὑπόρχημα, οὗ ἡ ἀρχή (fr. 105)· Σύνες ὅ τοι λέγω ζαθέων ἱερῶν ἐπώνυμε, ὃ δὴ Καστόρειον εἶπε διὰ τὸ τὴν ἔνοπλον ὄρχησιν κατ᾿ ἐνίους τοὺς Διοσκούρους εὑρεῖν· ὀρχηστικοὶ γάρ τινες οἱ Διόσκουροι. ὁ δὲ Ἐπίχαρμος (fr. 75) τὴν Ἀθηνᾶν φησι τοῖς Διοσκούροις τὸν ἐνόπλιον νόμον ἐπαυλῆσαι, ἐξ ἐκείνου δὲ τοὺς Λάκωνας μετ᾿ αὐλοῦ τοῖς πολεμίοις προσιέναι. |[*]() τινὲς δὲ ῥυθμόν τινά φασι τὸ Καστόρειον, χρῆσθαι δὲ αὐτῷ τοὺς Λάκωνας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς. διέλκεται δὲ ἡ τῆς πυρρίχης ὄρχησις, πρὸς ἣν τὰ ὑπορχήματα ἐγράφησαν. ἔνιοι μὲν οὖν φασι τὴν ἔνοπλον ὄρχησιν πρῶτον Κούρητας εὑρηκέναι καὶ ὑπορχήσασθαι, |[*]() αὖθις δὲ Πύρριχον Κρῆτα συντάξασθαι, Θαλήταν δὲ πρῶτον τὰ εἰς αὐτὴν ὑπορχήματα· Σωσίβιος δὲ, τὰ ὑπορχηματικὰ πάντα μέλη Κρηταϊκὰ λέγεσθαι. ἔνιοι δὲ οὐκ ἀπὸ Πυρρίχου τοῦ Κρητὸς τὴν πυρρίχην ὠνομάσθαι, ἀλλὰ ἀπὸ τοῦ παιδὸς τοῦ Ἀχιλλέως Πύρρου ἐν τοῖς ὅπλοις ὀρχησαμένου ἐπὶ τῇ κατὰ Εὐρυπύλου τοῦ Τηλέφου νίκῃ. Ἀριστοτέλης δὲ (fr. 519) πρῶτον Ἀχιλλέα ἐπὶ τῇ τοῦ Πατρόκλου πυρᾷ τῇ πυρρίχῃ κεχρῆσθαι, |[*]() ἣν παρὰ Κυπρίοις φησὶ πρύλιν λέγεσθαι, ὥστε παρὰ τὴν πυρὰν τῆς πυρρίχης τὸ ὄνομα θέσθαι.[*]()