Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἐν Αἰολίδεσσι: ἐπεὶ οἱ Αἰολεῖς κιθαρῳδοί· τὸ δὲ μέλος Αἰολικῷ ῥυθμῷ συνέταξε. ἢ τὸ ποίημα.

b. ἄλλως· Αἰολίδεσσι: Βοιωτίαις· ἐκεῖθεν γὰρ ὁ Πίνδαρος. τοιοῦτόν ἐστι καὶ τὸ ἑτέρωθι (Pind. fr. 191) λεγόμενον· Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων.

[*]()a. γένοιο δ᾿ οἷος ἐσσὶ μαθών: ἐπισκεψάμενος δὲ τὸν ἀποσταλέντα σοι ὕμνον διάμεινον τῷ ἐξ ἀρχῆς τρόπῳ ἴσος, καὶ μὴ μεταβληθῆς τὴν προαίρεσιν ὑπὸ τῶν κολακευόντων σε.

b. μαθὼν δὲ, φησὶ, τὸ γεγραμμένον γενήθητι οἷος εἶ, σοφὸς, καὶ σύνες τὸ λεγόμενον, ὃ οἱ παῖδες εἰώθασι λέγειν, πίθων καλὸς, πρὸς τὸν πίθηκον οὐκ ὄντα καλὸν ἀλλ᾿ εἰδεχθῆ. μαθὼν οὖν τοῦτο, φησὶ, γενήθητι οἷος εἶ, μὴ λέγεσθαι μὲν σοφὸς, τῷ δὲ πράγματι ἄσοφος, ὥσπερ ὁ πίθων. ταῦτα δὲ ἔνιοι τείνειν αὐτὸν εἰς Βακχυλίδην· εὐδοκιμῆσαι γὰρ αὐτὸν παρὰ τῷ Ἱέρωνι.

[*]()c. ὃ δὲ βούλεται λέγειν, ὅτι ὥσπερ παρὰ τοῖς παισὶ καλός ἐστιν ὁ πίθων, οὕτω παρὰ τοῖς ἄφροσι καὶ κόλαξιν οἱ ὑπερέχοντες λέγονται σοφοὶ καὶ πάντα ἔχειν τὰ ἀγαθά· δεῖ δὲ αὐτοῖς μὴ πιστεύειν, ἀλλὰ τοῖς βελτίοις καὶ σοφοῖς.[*]()

[*]()d. γένοιο δ᾿ οἷος ἐσσὶ μαθών: οἷος εἶ ἐξ ὧν ἔγραψα, γένοιο τοιοῦτος.

e. ἢ οὕτως· οἷος εἶ, μὴ ἀπατηθῇς.

[*]()a. πίθων παρὰ παισίν: ὡς ὁ πίθηκος ἀκούων παρὰ τῶν παίδων, ὅτι καλός ἐστιν, ἐπαίρεται, οὕτω καὶ οἱ μάταιοι τῶν ἀνθρώπων ἐπαίρονται καὶ χαυνοῦνται, |[*]() ὅπερ τοῖς φρονίμοις οὐχ ἁρμόζει εἰδόσιν ὅτι κατὰ κολακείαν καὶ ἐνέδραν ἐπαινοῦνται, οὐκ ἐξ ἀληθείας.

b. μήποτε οὖν χαριέστερόν ἐστιν οὕτως ἀκούειν· Θρασυδαῖος ἑταῖρος ἦν Πινδάρου, Ἱέρων δὲ ἐπολέμησε Θήρωνι τῷ Θρασυδαίου πατρί. εἰκὸς οὖν διαβεβλῆσθαι τὸν Πίνδαρον τῷ Ἱέρωνι, ὅθεν ἀπολογούμενος εἰς τοῦτο πᾶσαν ἀναφέρει παραίνεσιν.[*]()

[*]()c. ἢ οὕτως· ὥσπερ ὁ πίθηκος σπουδάζεται παρὰ τοῖς παισὶν φαῦλος ὤν, οὕτω καὶ Βακχυλίδης παρὰ παισὶ μὲν ἄφροσιν εὐδοκιμείτω, παρὰ σοὶ δὲ σοφῷ ὄντι πίθηκος ἔστω.[*]()

d. ἄλλως· αἰνίττεται εἰς τὸν Βακχυλίδην· οἷον, παρὰ τοῖς παισὶ δοκεῖ καλὸς εἶναι ὁ πίθηκος. παρὰ δὲ ἀνδράσιν οὐκέτι· γινώσκεται γὰρ ἀκριβῶς τὸ ζῷον.

e. ἔνιοι δὲ οὕτως· ὥσπερ παρὰ παισὶ δοκεῖ καλὸς εἶναι καὶ γελοῖος, οὕτως καὶ ὁ Βακχυλίδης.

[*]()f. δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ὁ Βακχυλίδης παρὰ παισὶ δοκεῖ εἶναι σοφὸς, παρὰ τελείοις δὲ οὐκέτι.[*]()

[*]()a. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν: ὁ Ῥαδάμανθυς διὰ τὸ μὴ εὐεξαπάτητος εἶναι σοφὸς ὑπείληπται· καὶ σὺ οὖν, ὦ Ἱέρων, μὴ πείθου διαβολαῖς μηδὲ πιθηκισμοῖς, ὅ ἐστιν ἀπάταις.

[*]()b. ἄλλως· ὁ λόγος παραινετικὸς τῷ Ἱέρωνι, ὅτι οὐ προσήκει σε κολακεύουσιν ἥδεσθαι. οἱ γὰρ τοιοῦτοι φιληδεῖς εἰσι παισὶ, τελείοις γε μὴν οὐκέτι.

[*]()c. ἰδοὺ γὰρ ὁ Ῥαδάμανθυς εὖ ἔπραξε καὶ ἐπίδοξος γεγένηται ὅτι ἄψεκτον τῶν φρενῶν εἶχε τὸν καρπὸν, τουτέστι τὸν λογισμὸν, καὶ οὐδαμῶς ταῖς ἀπάταις ἐτέρπετο τὴν ψυχὴν, οἷα μάλιστα ταῖς τῶν κολάκων καὶ ἀπατεώνων ἀνθρώπων μηχαναῖς καὶ ἀπάταις εἴωθε παρακολουθεῖν.

[*]()a. οἷα ψιθύρων παλάμαις: τῶν κολάκων καὶ ἀπατεώνων, παρὰ τὸ ἠρέμα ψιθυρίζειν.

[*]()b. παλάμαις δὲ ταῖς τέχναις.

ἄμαχον κακόν: ὁ λόγος γνωμικός· ἀκαταμάχητον [*]() κακὸν τὸ τῶν κολάκων φῦλον. τὸ δὲ ἄμαχον κακὸν δύναται συνάπτεσθαι τῷ ἀμφοτέροις, ἵν᾿ ᾖ· οἱ ψίθυροι ἄμαχον κακόν εἰσιν ἀμφοτέροις, καὶ τῷ διαβαλλομένῳ καὶ τῷ πρὸς ὃν διαβάλλουσιν.

[*]()a. διαβολιᾶν ὑποφάτιες: ἑρμηνευταὶ καὶ διάβολοι, παρὰ τὸ φατίζειν καὶ λέγειν.

[*]()b. τὸ δὲ ἀμφοτέροις, ὅτι τόνδε μὲν τῷδε διαβάλλουσι, τόνδε δὲ τῷδε· ὅπερ Ὅμηρος (E 831) ἀλλοπρόσαλλόν φησι.

c. διαβολιᾶν δὲ ἀντὶ τοῦ διαβολῶν Δωρικῶς, ἤτοι κατηγοριῶν.

[*]()ὀργαῖς ἀτενές: τρόποις· καὶ ὅτι ἀτενές ἐστιν εὐθύτατα καὶ ὀρθότατα. διὰ δὲ τούτου τὸ ὁμοιότατον δηλοῖ. καθόλου δὲ τοῖς τῶν ἀλωπέκων τρόποις εἰσὶν ὅμοιοι.

[*]()a. κέρδει δὲ τί μάλα: ἐρωτηματικὸς ὁ λόγος· [*]() ἀλλὰ καὶ κέρδει τοῦτο ποιοῦσιν· εἶτα ἡ ἐπαγωγή· τί δὴ αὐτοῖς τοῦτο τὸ κατηγορεῖν ἐπικερδὲς τυγχάνει; ὁ αὐτὸς καὶ ἐν ἄλλοις (Ο. Ι, 53)· ἀκέρδεια λέλογχε θαμινὰ κακαγόρους.

[*]()b. ἄλλως· τὸ δὲ διαβάλλειν οὐδὲν ἐπικερδὲς ἔχει.

c. τί αὐτοῖς κέρδος τὸ διαβάλλειν ἐμέ; ἐγὼ γὰρ ὡς φελλὸς ἁλιευτικοῦ δικτύου, αὐτοῦ ὄντος ἐν βάθει, ἐπιπλέω καὶ οὐ βαπτίζομαι.

[*]()d. ὡς ὑπὸ ἄλλου σκεύους βαρύνεται ὁ φελλὸς καὶ οὐ δύνει, οὕτως ἐγὼ ἀβάπτιστός εἰμι ὡς φελλός.

[*]()e. θηλυκῶς δὲ λέγει τὴν φελλόν.

f. τὸ δὲ βαθύ συναπτέον τῷ ἕρκος.[*]()

[*]()g. τί μάλα τοῦτο κερέον: τί περιγίνεται κέρδος τοῖς ψιθύροις; οὐδὲν γὰρ ἀνύουσιν. οὐ γὰρ πεφρόντικα ὡς ὁ ἀβάπτιστος φελλός. δῆλον δὲ ἐκ τούτου μᾶλλον ὅτι περὶ αὑτοῦ λέγει ὁ Πίνδαρος.[*]()

[*]()a. ἅτε γὰρ ἐνάλιον: ἐγὼ ὥσπερ σαγήνης πονούσης καὶ βάθος λοιπὸν ἐχούσης κατὰ τοῦ πελάγους, ἀβάπτιστος ὢν ὡς ὁ φελλὸς . . . . . .

b. . . . . . . . καὶ ἐπινήχεται ὑπὲρ τὴν τῆς θαλάσσης ἐπιφάνειαν ἀβαπτίστου φύσεως ὢν, οὕτω καὶ ἐγὼ ταῖς τῶν ἄλλων κακηγορίαις ἀβάπτιστός εἰμι, |[*]() ἑτέρας σκευῆς ὢν, ὡς πρὸς τὴν σαγήνην τὸν φελλόν. [*]()

[*]()ὡς ὑπὲρ ἕρκος ἅλμας: τῇ τῆς θαλάσσης ἐπιφανείᾳ, ὅτι τῇ ἑαυτῆς ἐπιφανείᾳ περιτειχίζεται. [*]()

[*]()a. ἀδύνατα δ᾿ ἔπος ἐκβαλεῖν: ἀδύνατόν ἐστι τὸν διαβάλλοντα ἐν ἀγαθοῖς ὄντα ἀνθρώποις εἰπεῖν τι κραταιόν· ἀσθενὲς γὰρ λέγει.

[*]()b. κραταιὸν δὲ, κρατυνθῆναι καὶ πιστευθῆναι δυνάμενον.

[*]()c. ἢ οὕτως· ἀδύνατον δέ ἐστι τὸν δόλιον ἄνδρα, φαῦλα λέγοντα καὶ ψευδῆ, πεῖσαι συνετὸν ἄνδρα καὶ φρόνιμον.

[*]()d. ἄλλως· ἀδύνατόν ἐστι δόλιον πολίτην λέγειν τινὰ ἐν ἀγαθοῖς καὶ φρονίμοις ἀνδράσι λόγον ἰσχυρὸν καὶ πρὸς ἀπάτην πιστόν.

[*]()a. ὅμως μάν: ὅμως κολακεύων ὁ δόλιος ἀνὴρ ἐπιπολὺ καλῶς διανύει τὸν βίον.

[*]()b. πλοκήν τινα ποιεῖ.

a. πάγχυ διαπλέκει: πλοκήν τινα ποιεῖ.

[*]()b. ἐὰν διάπλεκε γέγραπται, πρὸς ἑαυτὸν λέγει ὁ Πίνδαρος.

[*]()a. φίλον εἴη φιλεῖν: εἴη με τοὺς μὲν φίλους τῶν ἀνθρώπων φιλεῖν, πρὸς δὲ τὸν ἐχθρὸν ἅτε καὶ αὐτὸς ὢν ἐχθρὸς λύκου τρόπον ὑποδραμοῦμαι. [*]()

[*]()b. ἄλλως· μὴ πρὸς πάντας εἴη μοι σαίνειν, φησὶ, καὶ φίλους καὶ ἐχθροὺς, ἀλλὰ τὸν μὲν φίλον σανῶ, τὸν δὲ ἐχθρὸν ἐπιτηρήσω, ἵνα μετέλθω καθάπερ λύκος ἐνεδρεύων, οὐκ εὐθείαις ἀλλὰ σκολιαῖς ὁδοῖς, τουτέστιν οὐχ ἑνὶ τρόπῳ ἀλλὰ παντοῖος ἔσομαι. [*]()

[*]()a: λύκοιο δίκαν: ὡς λύκος.

[*]()b. προσδραμοῦμαι αὐτῷ λύκου τρόπον.

[*]()c. τὰ ἴχνη αὐτοῦ φυλάξω ὡς λύκος, ἐπ᾿ ἄλλο καὶ ἄλλο βαίνων, |[*]() τοῦ ἐχθροῦ ἄλλοτε ἄλλα πράγματα διαψηλαφῶν, ὥστε τοῦτον βλάψαι. [*]()

[*]()d. οἱονεὶ ἐπιπατῶν αὐτοῦ τοῖς ἴχνεσι καὶ βλάπτων αὐτὸν οὐκ ἐκ τοῦ φανεροῦ, ἀλλὰ λεληθότως εἰς τὸν ἐχθρὸν κακουργῶν.[*]()

[*]()a. ἐν πάντα δὲ νομόν: κατὰ πᾶσαν ἀρχήν. ἐπεὶ τρεῖς πολιτείας φησὶν εἶναι, δημοκρατίαν, ὀλιγαρχίαν, τυραννίδα.

b. ὁ νοῦς· κατὰ πᾶσαν δὲ ἀρχὴν ὁ εὐθυρρήμων, ὁ μὴ ἕτερα μὲν νοῶν ἕτερα δὲ λέγων, βελτίων ἐστὶν, ἔν τε τυραννίδι καὶ δημοκρατίᾳ καὶ ὅταν τὴν πόλιν οἱ σοφοὶ καὶ ἄριστοι διοικῶσι. προφέρει γὰρ οὐχ ὑποκρινόμενος.[*]()

[*]()a. χρὴ δὲ πρὸς θεόν: προσήκει δὲ μὴ φιλονεικεῖν πρὸς τὸ δαμόνιον, ἀλλ᾿ οἷα ἂν διδῷ, ταῦτα καὶ φρονεῖν. πολλάκις γὰρ τὰ τῶνδε μὲν ὑψοῖ, ἄλλοτε δὲ τὰ τῶν ἑτέρων ἑτέροις ἔδωκεν.

[*]()b. ἄλλως· οἱ διαβάλλοντες γὰρ ἐρίζουσιν. οὐ δεὶ οὖν θεοῖς ἀντιβαίνειν.

[*]()a. ὃς ἀνέχει: οἱονεὶ μετεωρίζει, ὥστε εἶναι περὶ αὐτοὺς τοὺς μεγάλην δόξαν.

[*]()b. ἄλλως· κἀγὼ οὖν εἴξω τῷ Βακχυλίδῃ [φησὶ] τὰ νῦν, παρὰ θεῶν εὖ πράττοντι, καὶ οὐκ ἀντιβήσομαι τῇ προαιρέσει ἐπιπλεῖστον.

[*]()c. τοτὲ μὲν τἀκείνων· ἐπεὶ ἔφησεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρριπτεῖ, φησὶν ὅτι οὐδὲ ταῦτα τῶν ἀπατεώνων καὶ κολάκων πείθει τὴν ψυχὴν εἰς τὸ ἀπέχεσθαι τῆς τοιαύτης ὑποστάσεως λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία.

[*]()a. ἀλλ᾿ οὐδὲ ταῦτα νόον ἰαίνει: τίνα ταῦτα: ἐπεὶ προείρηκεν ὅτι ὁ θεὸς στρέφει τὸν βίον καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει ἀεὶ τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους ἰαίνει οὐδὲ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες.

[*]()b. ἀλλ᾿ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν: ἐπεὶ προείρηκεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρρίπτει, καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους κινεῖ εἰς τὸ ἀπέχεσθαι τοῦ πρὸς τοὺς πέλας φθόνου, λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία.

[*]()c. οὐκ ἰαίνει οὖν, φησὶ, οὐ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες.