Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ὃς ἀνέχει: οἱονεὶ μετεωρίζει, ὥστε εἶναι περὶ αὐτοὺς τοὺς μεγάλην δόξαν.

[*]()b. ἄλλως· κἀγὼ οὖν εἴξω τῷ Βακχυλίδῃ [φησὶ] τὰ νῦν, παρὰ θεῶν εὖ πράττοντι, καὶ οὐκ ἀντιβήσομαι τῇ προαιρέσει ἐπιπλεῖστον.

[*]()c. τοτὲ μὲν τἀκείνων· ἐπεὶ ἔφησεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρριπτεῖ, φησὶν ὅτι οὐδὲ ταῦτα τῶν ἀπατεώνων καὶ κολάκων πείθει τὴν ψυχὴν εἰς τὸ ἀπέχεσθαι τῆς τοιαύτης ὑποστάσεως λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία.

[*]()a. ἀλλ᾿ οὐδὲ ταῦτα νόον ἰαίνει: τίνα ταῦτα: ἐπεὶ προείρηκεν ὅτι ὁ θεὸς στρέφει τὸν βίον καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει ἀεὶ τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους ἰαίνει οὐδὲ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες.

[*]()b. ἀλλ᾿ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν: ἐπεὶ προείρηκεν ὅτι τὸν μὲν ὁ θεὸς ὑψοῖ, τὸν δὲ καταρρίπτει, καὶ οὐκ ἐν τῇ αὐτῇ τάξει τὰ πράγματα μένει, φησὶν ὅτι οὐδὲ ταῦτα τοὺς φθονεροὺς καὶ διαβόλους κινεῖ εἰς τὸ ἀπέχεσθαι τοῦ πρὸς τοὺς πέλας φθόνου, λογιζομένους ὡς οὐ παραμενεῖ αὐτοῖς ἡ νῦν δοκοῦσα παρεῖναι εὐτυχία.

[*]()c. οὐκ ἰαίνει οὖν, φησὶ, οὐ προσπαθῆ ποιεῖ τὸν νοῦν αὐτῶν, ἵνα παύσωνται διαβάλλοντες.

[*]()a: ἰαίνει δὲ ἀντὶ τοῦ θερμαίνει καὶ προσπαθῆ ποιεῖ τὸν νοῦν.

b. τὸ δὲ στάθμας φροντίδος.

[*]()c. σταθμώμενοι, φησὶ, πολλὰ |[*]() καὶ περιγράφοντες μεγάλα τινὰ μέλλοντα ἔσεσθαι αὐτοῖς. προωδυνήθησαν πρὶν τυχεῖν ὧν ἐπιζητοῦσι καὶ ἐλπίζουσιν.

[*]()d. στάθμας δέ τινος: ἡ ἀναφορὰ πάλιν πρὸς Βακχυλίδην. εἴληπται δὲ οὕτως ἡ διάνοια, διὰ τὸ παρὰ τῷ Ἱέρωνι τὰ Βακχυλίδου προκρίνεσθαι ποιήματα, καί φησιν ὅτι φέρειν δεῖ τὰ συμπτώματα τῆς τύχης.