Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()εἰ δέ τις ὄλβος: συνυπακουστέον· τοιοῦτόν ἐστιν ἢ ὑπάρχει. ὁ γὰρ λόγος· εἰ δέ τις ὄλβος ἐν ἀνθρώποις ἐστὶν, ἄνευ καμάτου οὐδὲ γίνεται.

[*]()ἐκ δὲ τελευτάσει νιν: ἐκτελευτήσει δὲ, φησὶ, τὸν ὄλβον ὁ δαίμων, τουτέστιν ἐπὶ τέλος ἄξει, ἤτοι σήμερον ἢ ὕστερον· τοῦτο γὰρ ἔδει ἐπενεγκεῖν, ὃ δὴ παρέλιπεν.

[*]()ἤ τοι σάμερον: ἤ τοι σήμερον δαίμων ἢ ὕστερον· τουτέστιν, ἐὰν μὴ παραχρῆμά τις εὐτυχήσῃ, μὴ ἀδημονείτω· ὁ γὰρ θεὸς τὸ εἱμαρμένον ἢ σήμερον τελέσει ἢ αὔριον. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησε κλασθέντος τοῦ καλάμου.

[*]()οὐ παρφυκτόν: τὸ εἱμαρμένον οὐ φευκτόν· τὸ γὰρ φευκτὸν οὐχ εἱμαρμένον.

[*]()a. ἀλλ᾿ ἔσται χρόνος: ὁ λόγος τοιοῦτος· ὁ πονήσας, κἂν μὴ παραχρῆμα τύχῃ πλούτου, μὴ καμνέτω. θεὸς γὰρ ἢ σήμερον ἢ ὕστερον ποιήσει καὶ ἐπὶ τέλος ἄξει. πῶς δὲ ἐπὶ τέλος ἄξει; σὺν τῇ εἱμαρμένῃ. διό φησι· τὸ δὲ μόρσιμον.

b. ἢ οὕτως· ἀλλ᾿ ἔσται οὗτος ὁ χρόνος, ὅστις καὶ τὰ ἐν ἀνελπιστίᾳ καταστήσας τὸ ἀνάπαλιν τῆς γνώμης καὶ ἐλπίδος, τὸ μὲν δώσει ὅπερ οὐκ ἤλπιζε, τὸ δὲ οὐ δώσει ὅπερ προσεδόκησε. τοῦτο δέ φησιν, ἐπεὶ ἀπροσδοκήτως ἐνίκησεν ὁ Μίδας κλασθέντος τοῦ καλάμου.