Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ὄφρα τὸν Εὐρυάλας: ὅπως σὺν τοῖς ὀργάνοις τὴς αὐλητικῆς τὸν ἐκ τῶν ἰσχυρῶν γενύων τῆς Εὐρυάλης ἐκδοθέντα θρῆνον μιμήσαιτο.

b. ἄλλως· ἀπὸ μιᾶς ἤρκεσε καὶ τὸ περὶ τὴν ἑτέραν τὴν Σθενὼ πάθος παραστῆσαι.

c. ἡ Εὐρυάλη Μεδούσης ἀδελφή. ἵν᾿ οὖν, φησὶ, τὸν ταύτης μιμήσαιτο γόον ἐρικλάγκταν, τουτέστι μεγαλόκρακτον, μεγαλόηχον. ἀπὸ μέρους δὲ εἴρηκεν· οὐ γὰρ μόνη ἐθρήνησεν ἡ Εὺρυάλη, ἀλλὰ καὶ ἡ Σθενώ.[*]()

[*]()a. ἀλλά νιν εὑροῖσα: ἀλλ᾿ εὑροῦσα τὸ τοῦ αὐλοῦ μέλος μετέδωκε τοῖς ἀνθρώποις ἔχειν, καὶ ὠνόμασε τὸ μέλος πολυκέφαλον νόμον· ἐπεὶ καὶ αἱ τῶν δρακόντων πλείους ἦσαν κεφαλαὶ αἱ συρίξασαι· ὧν κατὰ μίμησιν συνέθηκε.

b. τινὲς δὲ πολυκέφαλον, φασὶν, εἶπεν, ἐπειδὴ πεντήκοντα ἦσαν ἄνδρες, ἐξ ὧν ὁ χορὸς συνεστὼς προκαταρχομένου τοῦ αὐλητοῦ τὸ μέλος προεφέρετο.

c. οἱ δὲ κεφαλὰς ἀκούουσι τὰ προοίμια. ᾠδὴ οὖν διὰ πολλῶν προοιμίων συνεστῶσα, ἣν λέγουσι τὸν Ὄλυμπον πρῶτον εὑρηκέναι.[*]()

[*]()εὐκλέα λαοσσόων: ἔνδοξον ὑπόμνημα τῶν ἀγώνων τῶν τοὺς λαοὺς σοούντων καὶ παρορμώντων εἰς τὴν θέαν. φησὶ δὲ τὸ μέλος.[*]()

[*]()a. χαλκοῦ θ᾿ ἅμα καὶ δονάκων: τοὺς δόνακας λέγει, οἳ παρὰ τῷ Ὀρχομενῷ φύονται, ἐξ ὧν αἱ αὐλητικαὶ γλωσσίδες γίνονται. ἐν γὰρ τῷ Κηφισσῷ οἱ αὐλητικοὶ κάλαμοι φύονται. εἴρηται δὲ καὶ ἐν Παιᾶσι περὶ αὐλητικῆς.[*]()

b. ἢ οὕτως· διαπορευόμενον τὸ μέλος ὁμοῦ διά τε χαλκοῦ καὶ καλάμου, ἀντὶ τοῦ διὰ τῶν αὐλῶν.[*]()

[*]()a. τοὶ παρὰ καλλιχόρῳ: οἵτινες οἱ κάλαμοι οἰκοῦσιν εἰς τὴν τῶν Χαρίτων πόλιν, τουτέστι τὴν Ὀρχομενὸν, ἐν τῷ τεμένει τοῦ Κηφισσοῦ, τῶν χορευτῶν πιστοὶ καὶ ἀληθεῖς ὄντες μάρτυρες.

b. τὸ δὲ ναίουσι κάλαμοι σκληρῶς καὶ διθυραμβωδῶς προήγαγεν· ἔδει γὰρ εἰπεῖν φύονται.

c. πόλιν δὲ Χαρίτων τὴν Ὀρχομενόν.