Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ὁ δὲ λόγος ἀπότασις τῷ Πινδάρῳ πρὸς τὴν ἡρωΐδα τὴν Ἀκράγαντα [ἢ καὶ τὴν Ἀκράγαντα πόλιν]· ὦ φιλόκαλε καὶ καλλίστη τῶν πόλεων, ἥτις εἶ Θερσεφόνης ἕδος, αἰτέω σε, ἵνα ἵλεως δέξῃ τὸ στεφάνωμα τοῦ Μίδα, ὃ ἐκ Πυθῶνος ἤνεγκεν.

b. ὁ δὲ νοῦς· αἰτέω σε, ὦ καλλίστη τῶν ἀνθρώπων [καὶ φιλόκαλε] πόλι καὶ τῆς Φερσεφόνης ἔδαφος, ἥτις ἐν ταῖς ὄχθαις τοῦ προβατοτρόφου Ἀκράγαντος τὴν εὐκατασκεύαστον Ἀκράγαντα τὴν ὁμώνυμον σαυτῇ οἰκεῖς πόλιν.

[*]()a. Φερσεφόνας ἕδος: ἀπὸ μέρους τὸ ὅλον· ὅλην γὰρ τὴν Σικελίαν ἐδωρήσατο τῇ Περσεφόνῃ ὁ Ζεύς.

[*]()b. ἅ τ᾿ ὄχθαις ἐπὶ μηλοβότου ναίεις Ἀκράγαντος: τοῦ ὁμωνύμου ποταμοῦ. τὸ δὲ ναίεις ἀντὶ τοῦ ναίῃ, ὡς καὶ Ὅμηρος (Δ 45)· ναιετάουσι πόληες, ἀντὶ τοῦ ναιετάονται.

[*]()ἐΰδματον: τὴν εὐκατασκεύαστον κολώνην· λέγεται γὰρ ἐφ᾿ ὑψηλοῦ κεῖσθαι.

[*]()ἵλαος ἀθανάτων: ὦ δέσποινα, εὐμενὴς σὺν θεῶν καὶ ἀνδρῶν εὐμενείᾳ τὸ ἐκ τῆς Πυθῶνος στεφάνωμα, τὸν ὕμνον, δέξαι τοῦ ἐνδόξου Μίδου, αὐτόν τε τὴν Ἑλλάδα νικήσαντα τῇ ἑαυτοῦ τέχνῃ· ἀπὸ κοινοῦ τὸ δέξαι.

[*]()a. τάν ποτε Παλλάς: ἥντινα τὴν αὐλητικὴν τέχνην εὕρατό ποτε ἡ Ἀθηνᾶ τῶν θρασειῶν Γοργόνων τὸν θρῆνον διαπλέξασα καὶ μιμησαμένη.[*]()

[*]()b. ἄλλως· διαπλέξασα, συνθεῖσα τὸν οὔλιον θρῆνον τῶν Γοργόνων ἡ Ἀθηνᾶ.

[*]()a. τὸν παρθενίοις: ὅντινα τὸν θρῆνον ὑπὸ παρθενίοις Γοργόνων κεφαλαῖς καὶ ὀφίων ἀπλησιάστοις κεφαλαῖς ἐπήκουσε σὺν τῷ δυσπενθεῖ καμάτῳ καὶ θρήνῳ κατασπενδόμενον.[*]()"

b. τὸν παρθενίοις: μυθεύεταί τι τοιοῦτον, ὅτι ὅτε ὁ Περσεὺς ἐκαρατόμησε τὴν Μέδουσαν, αἱ δύο ἀδελφαὶ ἐθρήνουν τὴν ἀδελφὴν, καὶ ἐκ τῆς κεφαλῆς αὐτῶν καὶ τῶν ὄφεων τῶν περὶ τὴν κεφαλὴν συριγμός τις ἀνεδίδοτο. τούτου τοῦ συριγμοῦ κατακούσασα ἡ Ἀθηνᾶ τοῦ ἐκ τῶν ὄφεων πρὸς μίμησιν τοῦ θρήνου καὶ τοῦ γινομένου συριγμοῦ ἐκ τῶν ὄφεων ἐπενόησε τὴν αὐλητικὴν, ἣν καὶ ὠνόμασε πολυκέφαλον νόμον διὰ τοῦτο· ἐπεὶ γὰρ ἐκ τῶν πολλῶν κεφαλῶν τῶν ὄφεων εἷς τις ἀνεδίδοτο συριγμὸς, πολλὰς δὲ κεφαλὰς εἰκότως εἶχον οἱ ὄφεις, διὰ τοῦτο πολυκέφαλον νόμον τὴν κατὰ μίμησιν αὐλητικὴν συνθεῖσα ὠνόμασεν.[*]()

[*]()δυσπενθεῖ σὺν καμάτῳ: τῷ τῶν Γοργόνων, ἀδελφὴν γὰρ ἐπένθουν κάμνουσαν. τίνες δέ εἰσιν αἱ παρθένιοι κεφαλαί; δηλονότι αἱ τῶν παρθένων τῶν ἀδελφῶν τῆς Μεδούσης, Σθενοῦς καὶ Εὐρυάλης.

[*]()a. Περσεὺς ὁπότε τρίτον ἄϋσε κασιγνητᾶν: τουτέστι τὴν μίαν· τρεῖς γὰρ ἦσαν. τὸ δὲ ἄϋσεν ἤτοι ἐπὶ τῆς μιᾶς τῶν Γοργόνων ἀκουστέον, ὡς ἄυσε καρατομουμένη διὰ τὴν ἀλγηδόνα, καὶ τότε ἄϊεν ἡ Ἀθηνᾶ τὸν θρῆνον τῶν ἀδελφῶν αὐτῆς· ἢ ἄϋσεν ὁ θρῆνος καρατομήσαντος τοῦ Περσέως. οἱ δὲ ἀπὸ τῆς ἀϋτῆς ἐσχηματίσθαι θέλουσι, τῆς μάχης· οἷον κατεπολέμησε τὸ τρίτον μέρος αὐτῶν.

b. ἄϋσε διχῶς· ἄνυσεν, ἀνυσθῆναι ἐποίησεν· ἢ ἄϋσεν, ἀντὶ τοῦ ἐκραύγασεν.

[*]()ἐναλίᾳ Σερίφῳ: ἐν τῇ θαλασσίᾳ Σερίφῳ μοῖραν καὶ θάνατον κομίζων τὸ τρίτον μέρος τῶν Γοργόνων· ἐκ δὲ τούτου πάλιν τὴν τῆς Γοργόνος κεφαλήν.[*]()

[*]()ἤτοι τό τε θεσπέσιον: ναὶ γὰρ δὴ ὁ Περσεὺς τὸ θεῖον γένος τοῦ Φόρκου τὰς Γοργόνας ἠφάνισε τῆς εὐπαράου Μεδούσης τὴν κεφαλὴν ἀποτεμὼν, καὶ ὀλεθριώτατον ἔρανον τῷ Πολυδέκτῃ ἔθηκε, καὶ τὴν τῆς μητρὸς αὐτοῦ δουλείαν ἀσφαλῆ καὶ ἐλευθέραν καὶ τὴν μετ᾿ ἀνάγκης κοίτην, ἀπὸ κοινοῦ τὸ ἔθηκεν.[*]()

[*]()a. Φόρκοι᾿ ἀμαύρωσε γένος: τοῦτο ἐπὶ τῶν τριῶν ἀκουστέον, ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐτύφλωσεν· ὀφθαλμῷ γὰρ αἱ τρεῖς ἐχρῶντο ἑνί.

b. εὐπάραον δέ φησι τὴν Μέδουσαν, οὐχ ὅτι οὕτω φύσεως εἶχε, ἀλλ᾿ ὅτι περὶ ἑαυτῆς ἡ Μέδουσα ὡς εὐμόρφου διέκειτο· διὸ καὶ περὶ κάλλους τῇ Ἀθηνᾷ ἐφιλονείκησεν.[*]()

[*]()c. ἢ οὕτως· Φόρκυος γένος τὰς Γοργόνας.[*]()

[*]()d. τὸ δὲ τοῦ Φόρκυος γένος ἠμαύρωσεν ἐπὶ τῶν τριῶν ἀκουστέον· |[*]() ὅτι τὴν μὲν μίαν ἐκαρατόμησε, τὰς δὲ δύο ἐξετύφλωσεν ἀφελόμενος τὸν ἕνα ὀφθαλμὸν ὃν εἶχον. μόνῳ γὰρ ἑνὶ ἐχρῶντο αἱ τρεῖς.

[*]()e. ἄλλως· ἢ γένος ἀντὶ τοῦ θυγατέρα, τὴν προειρημένην Μέδουσαν.

[*]()a. λυγρόν τ᾿ ἔρανον Πολυδέκτᾳ: ἐπεὶ ἐν ἐράνῳ ποτὲ ἐπέταξεν ἑκάστῳ ὡς ἂν βασιλεὺς [ὁ Πολυδέκτης] προσφέρειν αὐτῷ δῶρον καὶ τῷ Περσεῖ τὴν κεφαλὴν τῆς Γοργόνος.

b. κοινῶς δὲ ληπτέον τὸ ἠμαύρωσε, τὰς Γοργόνας δηλονότι.

[*]()τό τ᾿ ἀναγκαῖον λέχος: τὸ μετὰ ἀνάγκης καὶ βίας γινόμενον.

[*]()τὸν ἀπὸ χρυσοῦ φαμεν: ὅντινα τὸν Περσέα φαμὲν ἀπὸ χρυσοῦ γενέσθαι αὐτομάτως καταρρέοντος.

[*]()ἀλλ᾿ ἐπεὶ ἐκ τούτων: ἀλλ᾿ ἐπειδὴ ἐκ τούτων τῶν πόνων τὸν προσφιλέστατον ἄνδρα ἐρρύσατο Περσέα ἡ Ἀθηνᾶ, τότε τὸ πολύφωνον μέλος τῶν αὐλῶν κατεσκεύαζεν. ἐρρύσατο δὲ πόνων· ἐπεδίωξαν γὰρ τὸν Περσέα μέχρι Βοιωτίας.

[*]()a. ὄφρα τὸν Εὐρυάλας: ὅπως σὺν τοῖς ὀργάνοις τὴς αὐλητικῆς τὸν ἐκ τῶν ἰσχυρῶν γενύων τῆς Εὐρυάλης ἐκδοθέντα θρῆνον μιμήσαιτο.

b. ἄλλως· ἀπὸ μιᾶς ἤρκεσε καὶ τὸ περὶ τὴν ἑτέραν τὴν Σθενὼ πάθος παραστῆσαι.

c. ἡ Εὐρυάλη Μεδούσης ἀδελφή. ἵν᾿ οὖν, φησὶ, τὸν ταύτης μιμήσαιτο γόον ἐρικλάγκταν, τουτέστι μεγαλόκρακτον, μεγαλόηχον. ἀπὸ μέρους δὲ εἴρηκεν· οὐ γὰρ μόνη ἐθρήνησεν ἡ Εὺρυάλη, ἀλλὰ καὶ ἡ Σθενώ.[*]()

[*]()a. ἀλλά νιν εὑροῖσα: ἀλλ᾿ εὑροῦσα τὸ τοῦ αὐλοῦ μέλος μετέδωκε τοῖς ἀνθρώποις ἔχειν, καὶ ὠνόμασε τὸ μέλος πολυκέφαλον νόμον· ἐπεὶ καὶ αἱ τῶν δρακόντων πλείους ἦσαν κεφαλαὶ αἱ συρίξασαι· ὧν κατὰ μίμησιν συνέθηκε.

b. τινὲς δὲ πολυκέφαλον, φασὶν, εἶπεν, ἐπειδὴ πεντήκοντα ἦσαν ἄνδρες, ἐξ ὧν ὁ χορὸς συνεστὼς προκαταρχομένου τοῦ αὐλητοῦ τὸ μέλος προεφέρετο.

c. οἱ δὲ κεφαλὰς ἀκούουσι τὰ προοίμια. ᾠδὴ οὖν διὰ πολλῶν προοιμίων συνεστῶσα, ἣν λέγουσι τὸν Ὄλυμπον πρῶτον εὑρηκέναι.[*]()

[*]()εὐκλέα λαοσσόων: ἔνδοξον ὑπόμνημα τῶν ἀγώνων τῶν τοὺς λαοὺς σοούντων καὶ παρορμώντων εἰς τὴν θέαν. φησὶ δὲ τὸ μέλος.[*]()

[*]()a. χαλκοῦ θ᾿ ἅμα καὶ δονάκων: τοὺς δόνακας λέγει, οἳ παρὰ τῷ Ὀρχομενῷ φύονται, ἐξ ὧν αἱ αὐλητικαὶ γλωσσίδες γίνονται. ἐν γὰρ τῷ Κηφισσῷ οἱ αὐλητικοὶ κάλαμοι φύονται. εἴρηται δὲ καὶ ἐν Παιᾶσι περὶ αὐλητικῆς.[*]()

b. ἢ οὕτως· διαπορευόμενον τὸ μέλος ὁμοῦ διά τε χαλκοῦ καὶ καλάμου, ἀντὶ τοῦ διὰ τῶν αὐλῶν.[*]()

[*]()a. τοὶ παρὰ καλλιχόρῳ: οἵτινες οἱ κάλαμοι οἰκοῦσιν εἰς τὴν τῶν Χαρίτων πόλιν, τουτέστι τὴν Ὀρχομενὸν, ἐν τῷ τεμένει τοῦ Κηφισσοῦ, τῶν χορευτῶν πιστοὶ καὶ ἀληθεῖς ὄντες μάρτυρες.

b. τὸ δὲ ναίουσι κάλαμοι σκληρῶς καὶ διθυραμβωδῶς προήγαγεν· ἔδει γὰρ εἰπεῖν φύονται.

c. πόλιν δὲ Χαρίτων τὴν Ὀρχομενόν.