Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. τὸν ἐδέξαντο: ὅντινα ὕμνον ἐδέξαντο ἐπὶ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀνδρῶν ἀναιρεθέντων.

[*]()b. ἄλλως· ὅντινα ὕμνον ἐδέξαντο νικήσαντες τοὺς Καρχηδονίους.

[*]()a. καιρὸν εἰ φθέγξαιο: οἱ μέν φασι λείπειν τὴν κατά πρόθεσιν, ἵν᾿ ᾖ· κατὰ καιρὸν εἰ φθέγξαιο.

b. εἰ καιρίως λέγων, τῆς πολυλογίας τὰ πέρατα εἰς ἓν συντείνας καὶ συμπλέξας, ἐκφύγοις ἂν τὸν φθόνον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δικτύων.

c. τὸ δὲ ἑξῆς· εἰ ἐν βραχεῖ φθέγξαιο κατὰ καιρὸν, πολλῶν πείρατα συντανύσας, μείων ἕπεται μῶμος ἀνθρώπων.

[*]()d. ἄλλως· αἰσθάνεται ἑαυτοῦ ἐκπεπτωκότος. ὁ δὲ νοῦς οὕτως· εἰ τὰ καίρια λέγεις τῶν πολλῶν τὰ πέρατα εἰς ἓν συντεμὼν καὶ συμπλέξας, οὐκ ἀκολουθήσει σοι μέμψις οὐδὲ φθόνος.

[*]()a. ἀπὸ γὰρ κόρος αἰανής: ὁ γὰρ διηνεκὴς κόρος καὶ ἡ μακρολογία τὰς ταχείας καὶ μικροψύχους διανοίας ἀμβλύνει τῶν ἀνθρώπων.

[*]()b. ἄλλως· ὁ γὰρ κόρος καὶ ἡ μακρολογία ἀμβλύνει τὰς τῶν ἀκουόντων διανοίας.

[*]()a. ἀστῶν δ᾿ ἀκοά: ἡ δὲ τῶν πολιτῶν ἀκοὴ κρυφίως λυπεῖ τὴν ψυχὴν ἐπὶ τοῖς ἀλλοτρίοις τῶν πολιτῶν κατορθώμασιν. ἀλλήλοις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον διαφθονοῦσιν.

[*]()b. ἄλλως· ἀντὶ τοῦ λυποῦνται οἱ πολῖται ἐπὶ τοῖς τῶν ἀλλοτρίων καλοῖς· καὶ ἐπὶ τοῖς σοῖς, Ἱέρων, φθονοῦσι καλοῖς. τί τοῦτο;

[*]()a. ἀλλ᾿ ὅμως κρέσσον: ἀλλ᾿ ὅμως βέλτιον φθονεῖσθαι ἤπερ οἰκτείρεσθαι. μὴ οὖν παρέλκου μηδὲ παρόρα τὰ καλὰ, ὦ Ἱέρων.

[*]()b. ἄλλως· μὴ διὰ τὸν φθόνον, φησὶ, παρόρα τὰ καλὰ, ἀλλὰ τὸν νῦν τεταγμένον σοι δῆμον δικαίῳ καὶ ἀγαθῷ κυβέρνα πηδαλίῳ. νώμα γὰρ ἀντὶ τοῦ κυβέρνα.

[*]()a. ἀψευδεῖ δὲ πρὸς ἄκμονι: σκληρῶς ἄκμονα τὸ στόμα ἀπὸ μεταφορᾶς τῶν χαλκευόντων. πρὸς ἄκμονι δὲ ἀψευδεῖ χάλκευε, ὅ ἐστι, φιλαλήθης ἔσο.

[*]()b. ἄλλως· ἀντὶ τοῦ ἀλήθευε. | ἴσως δέ τι ἐπηγγείλατο τῷ Πινδάρῳ ὁ Ἱέρων.

[*]()εἴ τι καὶ φλαῦρον παραιθύσσει: λείπει ὁ γάρ· ἐὰν γάρ τι καὶ εὐτελὲς παρὰ σοῦ λεχθῇ καὶ ὁρμήσῃ, καὶ τοῦτο μέγα καὶ διὰ πάντων φέρεται. φησὶ δὲ μεγάλα εἶναι τὰ τῶν ἀρχόντων ἁμαρτήματα, κἂν εὐτελῆ τυγχάνῃ. εἰ καί τι οὖν εὐτελὲς ἁμάρτῃς, τοῦτο μέγιστον ἔσται.

[*]()πολλῶν ταμίας: πολλῶν γὰρ δεσπότης καὶ βασιλεὺς τυγχάνεις καὶ διοικητής. βασιλεὺς γὰρ ἦν.

[*]()πολλοὶ μάρτυρες ἀμφοτέροισι: τῷ τε ἀληθεῖ καὶ τῷ ψευδεῖ· ἢ σοὶ καὶ τῷ υἱῷ. ὁ δὲ Σιδώνιος, σοὶ καὶ τοῖς ὑποτεταγμένοις.

[*]()εὐανθεῖ δ᾿ ἐν ὀργᾷ: εὐγενεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν εὐγενῶν φυτῶν. εὐγενεῖ δὲ, φησὶ, τρόπῳ παραμένων, εἰ δή τι φιλεῖς τὴν ἡδεῖαν τῶν ἐγκωμίων ἀκοὴν, μὴ ἀπόκαμνε πρὸς τὰς δαπάνας. ἐκ δὲ τούτου προτρέπεται τὸν Ἱέρωνα μισθὸν αὐτῷ παρασχεῖν τοῦ ἐπινίκου.

[*]()ἐξίει δ᾿ ὥστε κυβερνάτας: ὥσπερ δὲ κυβερνήτης ἄριστος, ἔα πρὸς πνεῦμα τὸ ἱστίον· ἵνα ἱστίον μὲν τὸν μισθὸν, πνεῦμα δὲ τὸ ἐγκώμιον ἀκούσωμεν.

[*]()μὴ δολωθῇς κέρδεσιν εὐτραπέλοις: ὁ νοῦς· μὴ δολωθῇς, ὦ προσφιλέστατε Ἱέρων, τῇ ἐχθροτάτῃ φιλοκερδείᾳ.

[*]()a. ὀπισθόμβροτον: τὸ φροντίδος ἀξιούμενον ὑπὸ τῶν ἀνθρώπων τῶν μετὰ ταῦτα καὶ μετὰ θάνατον λεγόμενον ἐγκώμιον.

[*]()b. ἄλλως· τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει τοῖς τε λογίοις καὶ ποιηταῖς.

c. οἱ δὲ οὕτω· τὸ ἐκ τῆς δόξης καύχημα τὸ μετὰ ταῦτα ἐσόμενον, ὅπερ μόνον τῶν τεθνηκότων ἀνδρῶν τὸν βίον καταμηνύει.

[*]()a. οἶον ἀποιχομένων: τὸ μετὰ ταῦτα ἐσόμενον τῆς δόξης καύχημα, ὅπερ μόνον τῶν τεθνηκότων ἀνθρώπων τὸν βίον καταμηνύει |[*]() τοῖς τε λογίοις καὶ ποιηταῖς.

b. ἀοιδοῖς μὲν τοῖς ποιηταῖς. λογίοις δὲ τοῖς πεζογράφοις.

[*]()οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά: οὐδαμῶς φθείρεται καὶ λήθην λαμβάνει ἡ τοῦ Κροίσου φιλοφρονητικὴ ἀρετή. ὅτι δὲ πλούσιος καὶ φιλόφρων ὁ Κροῖσος ἦν, δῆλος ὁ λόγος.

[*]()τὸν δὲ ταύρῳ χαλκέῳ: κατὰ δὲ τοὐναντίον, φησὶ, Φάλαριν τὸν ἐν τῷ χαλκῷ βοῒ κατακαύσαντα τοὺς ἀνθρώπους αἰσχρὰ φάτις ἔχει. τὸν δὲ τοῦ Φαλάριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσαν, ὥς φησι Τίμαιος (FHG I. p. 222)· τὸν γὰρ ἐν τῇ πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλάριδος, καθάπερ ἡ πολλὴ κατέχει δόξα, ἀλλ᾿ εἰκόνα Γέλα τοῦ ποταμοῦ. κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον καὶ πρῶτον ἐν αὐτῷ κατακαῆναι. Καλλίμαχος (fr. 119)· πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον εὗρε τὸν ἐν χαλκῷ καὶ πυρὶ γιγνόμενον.

[*]()νηλέα νόον: τινὲς ἄνοον, τὴν -λε- ἀποστρέφοντες.

[*]()ἐχθρὰ Φάλαριν: ὁ νοῦς· τοῦ μὲν Κροίσου οὐδαμῶς φθείρεται ἡ φιλοφρονητικὴ ἀρετὴ, τὸν δὲ χαλκῷ ταύρῳ τῶν ξένων καυτῆρα καὶ ἀνηλεῆ τὸν νοῦν Φάλαριν αἰσχρὰ πανταχοῦ κατέχει φήμη.

[*]()οὐδέ μιν φόρμιγγες: ὁ νοῦς· οὐδὲ αὐτὸν αἱ ὑποικίδιοι κιθάραι παρὰ συμποσίοις καὶ δείπνοις εἰς κοινωνίαν ἡδεῖαν δέχονται ταῖς τῶν παίδων ὁμιλίαις καὶ τοῖς ὕμνοις. τουτέστιν οὐδέποτε τὸν Φάλαριν ἐν συμποσίοις παῖδες ὑμνοῦσιν. λείπει δὲ τῷ λόγῳ ἡ εἴς πρόθεσις.

[*]()τὸ δὲ παθεῖν εὖ: τὸ δὲ ἐπιτυχεῖν ἄθλων καὶ ἀγῶνος καὶ εὖ πρᾶξαι πρωτεύει· ἀνυμνεῖσθαι δὲ νικήσαντα δευτέρα μοῖρα. ἀμφοτέροις δὲ τούτοις ὃς ἂν ἐπιτύχῃ καὶ κρατήσῃ, στέφανον ὑψηλότατον δέχεται. [*]()τέλος.