Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. μεγαλοπόλεις εἶπε τὰς Συρακούσας, ἐπειδὴ Ἀρχίας τέσσαρας πόλεις καταστρεψάμενος εἰς μίαν συνήγαγεν. εἰσὶ δὲ αὗται· Ἀχραδίνη. Νεάπολις. Ἐπιπολαὶ, τύχη. οὐκ ἐκ τοῦ παρατυχόντος οὖν μεγαλοπόλεις εἴρηκε τὰς Συρακούσας.[*]()

b. ἄλλως· ὦ μεγαλοπόλιες Συράκουσαι τοῦ μεγαλοπολέμου Ἄρεος τέμενος οὖσαι, ἀντὶ τοῦ ἀνδρεῖοι ὄντες, ἀνδρῶν σιδήρῳ καὶ ἵπποις χαιρόντων καὶ πολεμικῶν τροφοὶ οὖσαι.[*]()

[*]()βαθυπολέμου τέμενος Ἄρεος: τοῦτο εἴρηκε διὰ τὸ νεωστὶ Καρχηδονίους καὶ Λίβυας καὶ Τυρρηνοὺς ὑπὸ τῶν περὶ Γέλωνα καὶ Ἱέρωνα μὴ μόνον τῇ νήσῳ ἐπιπλεύσαντας καθῃρῆσθαι, ἀλλὰ καὶ ὑπ᾿ αὐτοῖς τὴν Καρχηδόνα γενέσθαι, ὥστε ὑπακούειν· τὸ γοῦν ἀνθρωποθυτεῖν φησιν ὁ Θεόφραστος ἐν τῷ περὶ Τυρρηνῶν παύσασθαι αὐτοὺς Γέλωνος προστάξαντος. ὅτι δὲ καὶ ἐκέλευσεν αὐτοὺς χρήματα εἰσφέρειν, Τίμαιος (FHG I p. 214) διὰ τῆς ιδ΄ ἀνέγραψεν.[*]()

[*]()τὸ σιδηροχαρμᾶν κατὰ κοινοῦ καὶ τῶν ἀνδρῶν καὶ τῶν ἵππων.

[*]()a. λιπαρᾶν διὰ τὸν Διόνυσον καὶ Ἡρακλέα καὶ αὐτόν.[*]()

[*]()b. φέρων μέλος ἔρχομαι: οὐκ αὐτὸς ὁ Πίνδαρος ἥκων εἰς τὰς Συρακούσας ταῦτά φησιν· οὐ γὰρ ἀφῖκται πρὸς τὸν Ἱέρωνα, ἀλλ᾿ ἡ ᾠδὴ ἀποστολική· ἤτοι οὖν ἐκ τοῦ διακομίσαντος τὴν ᾠδὴν πρὸς τὸν τύραννόν ἐστιν ὁ λόγος ἢ ἐκ τοῦ χοροῦ· διὰ γὰρ χοροῦ ἔπεμπε τοὺς ἐπινίκους.

c. ὁ δὲ νοῦς· ἀπὸ τῶν εὐδαιμόνων Θηβῶν παραγίνομαι τὸ μέλος φέρων, ἀγγελίαν καὶ ἀνακήρυξιν τοῦ ἅρματος τοῦ [κατὰ] τὴν χθόνα ἐλελίζοντος καὶ ἀνακινοῦντος· ὁ δὲ εὐάρματος Ἱέρων νικῶν εὐσυνόποιοις καὶ διαι γεστάτοις ἀνέδησε στεφάνοις τὴν Ὀρτυγίαν.[*]()

[*]()Ὀρτυγίαν στεφάνοις: ἐν Ὀρτυγίᾳ ἦν τὰ ἱπποτροφεῖα Ἱέρωνος. Ὀρτυγίαν δὲ τὴν ἐπὶ τῆς Σικελίας χερρόνησόν φησιν· αὐτῆς γὰρ νῆσος οὖσα τοπρότερον συνήφθη ταῖς Συρακούσαις.

[*]()a. ποταμίας ἕδος: τῆς Ἀλφειώας. φασὶ γάρ τινες Ἀλφειὸν ἐρασθέντα τῆς θεοῦ καὶ διώξαντα ἄχρι τῆς Ὀρτυγίας παύσασθαι. |[*]() ὅθεν Ἀλφειώας Ἀρτέμιδος ἐκεῖ φασιν εἶναι ἱερὸν, ἣν νῦν ποταμίαν εἶπεν.

[*]()b. ἄλλως· ἕδος Ἀρτέμιδος: ἵδρυται γὰρ ἄγαλμα Ἀρτέμιδος ἐπὶ τῇ Ἀρεθούσῃ, ἡ δὲ Ἀρέθουσα ἐξ Ἀλφειοῦ τοῦ ποταμοῦ δέχεται τὰ ῥεύματα· ποταμίαν οὖν [Ἄρτεμιν] αὐτὴν διὰ τοῦτο ὠνόμασεν.

[*]()τᾶς οὐκ ἄτερ κείνας: ἧστινος ἐκείνας οὐ χωρὶς τῆς Ἀρτέμιδος τὰς πεποικιλμένας ἐχούσας ἡνίας πώλους ταῖς ἀγαναῖς ἑαυτοῦ χερσὶν ἐδάμασε καὶ ὑπέζευξε. τὸ δὲ κείνας τῷ πώλους συναπτέον· ἐπεὶ καὶ αὕτη ἱππική· [*]()τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα (Ζ 205).

[*]()a. ἐπὶ γὰρ ἰοχέαιρα: τὸ ἐπί τῷ τίθησι συναπτέον. Διδύμα δὲ ἡ Ἄρτεμις καλεῖται.

b. ὁ δὲ νοῦς· ἡ δὲ παρθένος Ἄρτεμις ἀμφοτέραις αὐτῆς ταῖς χερσὶ καὶ ὁ ἐναγώνιος Ἑρμῆς τὸν λαμπρὸν ἐπιτίθησι κόσμον τῷ ἅρματι.

[*]()a. ὅ τ᾿ ἐναγώνιος: ὡς καὶ Αἰσχύλος (fr. 384) φησίν· ἐναγώνιε Μαίας καὶ Διὸς Ἑρμᾶ. προστάτης γὰρ ὁ Ἑρμῆς τῶν ἀγώνων.

b. κόσμον δὲ τὸν στέφανόν φησιν.

[*]()a. ξεστὸν ὅταν δίφρον: ὅταν τὸν δίφρον καταζευγνύῃ καὶ τὰ ἅρματα τὰ πεισιχάλινα, τὰς σειρὰς δηλονότι καὶ τὰ ζυγά. πεισιχάλινα δὲ πῶς τὰ ἅρματα: χαλινοῖς γὰρ οὐ χρῶνται πρὸς τὴν κατάζευξιν. ἤτοι οὖν τὰς ἡνίας δεκτέον χαλινοὺς εἰρῆσθαι διὰ τὸ χαλᾶσθαι αὐτὰς καὶ πάλιν ἀνέλκεσθαι, ἢ καὶ ἐπὶ τῶν κελήτων δεκτέον· ἠγώνισται γὰρ καὶ κέλησιν.

[*]()b. ὅταν οὖν ὁ Ἱέρων εἰς τὸν ἀγῶνα παρασκευάζῃ τὰ ἅρματα, ἡ Ἄρτεμις προσάπτεται αὐτοῦ τῶν χαλινῶν καὶ τῶν ὀχημάτων, κατὰ τὸ Ὁμηρικόν (Ε 799)· ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο.

c. ἢ οὕτως· ἐπιτίθησι, φησὶ, τὰς χεῖρας ἡ Ἄρτεμις καὶ ὁ Ἑρμῆς τῷ Ἱέρωνι, ὅταν τὸν εὔξεστον δίφρον καὶ τὰ πεισιχάλινα ἄρματα, ὅ ἐστι τὰς ἡνίας, τὸ ἵππειον καταζευγνύῃ σθένος, ἀντὶ τοῦ ὅτε τοὺς ἵππους ζεύγνυσι, καλῶν τὸν Ποσειδῶνα ὡς ἵππειον θεὸν, ὁ Ἱέρων.

[*]()ἔν θ᾿ ἅρματα: ἡ ἔν ἀντὶ τῆς εἴς, ἵν᾿ ᾖ· ὅταν εἰς τοὺς δίφρους καὶ τοὺς χαλινοὺς ζευγνύῃ τὸ ἵππειον σθένος, ὅ ἐστι τοὺς ἵππους.

[*]()ἄλλοις δέ τις ἐτέλεσεν: ἄλλοις βασιλεῦσιν ἄλλος ποιητὴς ὕμνον εὐηχῆ καὶ εὔρυθμον κατασκευάζει, ὄντα τὸν ὕμνον ἀμοιβὴν καὶ λύτρα τῆς ἀρετῆς. εἶτα ἡ ἀνταπόδοσις τοῦ νοῦ· ἐγὼ δὲ σοὶ, ὦ Ἱέρων· καὶ ἐπισυνάπτει ἐργασίαν.

(εὐαυχέα:) ἐφ᾿ ᾧ ἔστι τινὰ αὐχεῖν.[*]()

[*]()a. κελαδέοντι μὲν ἀμφὶ Κινύραν: περὶ μὲν τὸν Κινύραν οἱ ὕμνοι τῶν Κυπρίων γίνονται, ἐγὼ δὲ περὶ σέ. ἦν δὲ οὗτος Ἀπόλλωνος υἱὸς, ἢ Πάφου κατὰ ἐνίους.

b. διαπορεῖται δὲ, τί δή ποτε εἰς τοὺς τοῦ Ἱέρωνος ἐπαίνους τὸν Κινύραν προσῆκται, |[*]() εἰ μὴ ὅτι ταῖν θεοῖν ἱεροφάντης ἀπεδέδεικτο· Δεινομένους γὰρ υἱεῖς εἰσιν οἱ περὶ τὸν Ἱέρωνα τοῦ τὰ ἱερὰ ἐκ Τριοπίου τῆς Κύπρου εἰς Σικελίαν κομίσαντος. ὁ δὲ Κινύρας οὗτός ἐστιν, ἀφ᾿ οὗ οἱ Κύπρῳ Κινυρίδαι τῇ θεῷ ἀνιέρωνται.

[*]()c. ἢ οὕτως· εἰσὶν οἱ λέγοντες τὸν Δεινομένην τὸν πατέρα Ἱέρωνος ἀνέκαθεν Κύπριον· |[*]() διὸ νῦν εὐλόγως γράφων εἰς τὸν Ἱέρωνα μέμνηται Κινύρου.[*]() [τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. (Λ 20.)]

d. ὁ δὲ νοῦς· χορεύουσι μὲν περὶ τὸν Κινύραν πολλάκις οἱ τῶν Κυπρίων ὕμνοι, ὅντινα ὁ χρυσοκόμης ἠγάπησεν Ἀπόλλων ἱερέα καὶ σύντροφον καὶ συνήθη τῆς Ἀφροδίτης ὄντα.

[*]()e. ἡ δὲ ἀνταπόδοσις τοῦ λόγου αὕτη· περὶ μὲν τὸν Κινύραν οἱ τῶν Κυπρίων ὕμνοι, περὶ δὲ σὲ ὁ ἐμὸς καὶ τῶν Συρακουσίων.

[*]()φᾶμαι Κυπρίων· τόν: τὸν τῶν Κυπρίων βασιλέα, οὗ καὶ Ὅμηρος μέμνηται (Λ 20). υἱὸς δὲ Εὐρυμέδοντος καὶ Παφίας νύμφης. ἐγένετο δὲ ἱερεὺς τῆς Κυπρίας Ἀφροδίτης.

[*]()a. κτίλον Ἀφροδίτας: ὅτι κτίλον τὸν συνήθη καὶ εἰθισμένον τῇ χειρὶ προσηγόρευσε. καὶ αὐτὸς ὁ Πίνδαρος τὸ τιθασσεύεσθαι κτιλεύεσθαι λέγει (fr. 238)· |[*]() ἔνθα [αἱ] ποῖμναι κτιλεύονται κάπρων λεόντων τε.

b. ἢ οὕτως· οὐχ ὅτι ἐρώμενος Ἀπόλλωνος ὁ Κινύρας· ἀλλ᾿ ἀγαπᾶσθαί φησιν αὐτὸν ὑπὸ τοῦ θεοῦ διὰ τὸ ἐγκωμιάζεσθαι αὐτὸν ὑπὸ τῶν μουσικῶν.

[*]()c. ἄλλως· Ὅμηρος μὲν (Γ 196. Ν 492) κτίλον τὸν προηγούμενον τῆς ποίμνης κριόν· ἡ δὲ τοῦ ὀνόματος ἐτυμολογία οὐχ οὕτως ἔχει. ἔστι γὰρ παρὰ τὸ κτίσαι, ὅ ἐστι τὸ θρέψαι· ὡς αὐτὸς ὁ Πίνδαρος (fr. 313) ἐν ἄλλοις· ὀρεικτίτου συὸς, τοῦ ἐν ὄρει τεθραμμένου. νῦν δὲ τὸν ἱερέα.

d. κτίλον Ἀφροδίτης οἱονεὶ σύνθρεμμα καὶ συνήθη τῇ θεῷ.

[*]()Ἄγει δὲ χάρις: ἄγει δὲ ἑαυτὴν ἡ χάρις πρὸς ἀμοιβήν τινος ὑποστρεφομένη τῶν προϋπαρξάντων προσφιλεστάτων ἔργων. ὁ δὲ λόγος αὐτῷ, ὅτι προευεργετηθεὶς ὑπὸ τοῦ Ἱέρωνος νῦν ἀμείβεται αὐτὸν τοῖς ὕμνοις καὶ ἐγκωμίοις.

[*]()a. ἀντὶ ἔργων: ἀντὶ τῶν ὕμνων ἡ χάρις ἄγει τὸν ποιητὴν εἰς τὸ λέγειν καὶ ὑμνεῖν, ἀντὶ τοῦ ὁ μισθός. ποίτινος δὲ ἀμειπτική.

[*]()b. ἄλλως· ἔξωθεν προσληπτέον χάριν, ὥστε εἶναι τὸν λόγον τοιοῦτον· ἡ δὲ χάρις χάριν ἄγει ἀντὶ φίλων ἔργων σεβομένη τὸν εὐεργετήσαντα.

c. ὀπιζομένη δὲ ἀμειβομένη, ἀνταποδιδοῦσα, ἐντρεπομένη· μετὰ αἰδοῦς γὰρ χαρίζονται, ἀλλ᾿ οὐ μετὰ θράσους.

d. ἢ ὀπιζομένη, ὕστερον ἐπακολουθοῦσα· ἡ γὰρ ἀμειπτικὴ χάρις ὑστέρα τῆς προκαταρκτικῆς. τοῦτο δὲ εἶπε διὰ τὸ τοὺς Λοκροὺς χάριν ὁμολογεῖν τῷ Ἱέρωνι, προευεργετήσαντι αὐτούς.

[*]()ὀπιζομένη ἤτοι ἐπιστρεφομένη· ἢ ὅτι μετὰ αἰδοῦς καὶ θράσους αἱ χάριτες δίδονται.[*]()

[*]()a. οὗτοί εἰσιν Ἐπιζεφύριοι Λοκροὶ πρὸς τῇ Ἰταλίᾳ οἰκοῦντες.[*]()

[*]()b. Λοκρὶς παρθένος ἀπύει: ὁ νοῦς· ἀνυμνοῦσι μὲν τὸν Κινύραν οἱ Κύπριοι· σὲ δὲ, ὦ Δεινομένους παῖ Ἱέρων, Ἐπιζεφυρία παρθένος προελθοῦσα λοιπὸν τῶν οἴκων ἀναφωνεῖ καὶ ἀνυμνεῖ, τῶν πολεμικῶν καμάτων ἐξ ἀπροσδοκήτου ἀπαλλαγεῖσα καὶ διὰ τὴν σὴν δύναμιν ἐλεύθερον βλέπουσα.

[*]()c. ἄλλως· Ἀναξίλα τοῦ Μεσσήνης καὶ Ῥηγίου τυράννου πολεμοῦντος Λοκροῖς Ἱέρων πέμψας Χρόμιον τὸν κηδεστὴν διηπείλησεν αὐτῷ, εἰ μὴ καταλύσαιτο τὸν πρὸς αὐτοὺς πόλεμον, αὐτὸν πρὸς τὸ Ῥήγιον στρατεύειν· οὗπερ δὴ πρὸς τὴν ἀπειλὴν ἐνδόντος ἐν εἰρήνῃ διήγαγον οἱ Λοκροί. ἐφ᾿ οἷς οὖν ἔπαθον, αἱ Λοκρίδες ᾖδον καὶ καθύμνουν τὸν Ἱέρωνα.[*]()