Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἀλλὰ νῦν ἑκαταβόλων: τότε μὲν οὖν καὶ παρὰ τὸν καιρὸν τῆς νίκης ἐκεῖνα ἐλέχθη ἐν Ὀλυμπίᾳ· νυνὶ δὲ ἀπὸ τῶν τὰ πόρρω βαλλόντων τόξων μουσικῶν.

b. τὸ δὲ ὅλον τροπή· τόξῳ μὲν γὰρ τὴν ποίησιν, βέλεσι δὲ τὰ ἐγκώμια παραβάλλει.

c. ἄλλως· ἑαυτῷ παρακελεύεται· [*]() | ἀλλὰ κατὰ τὸν ἐνεστῶτα χρόνον, φησὶν, ἀπὸ τῶν μουσικῶν τόξων ἐπινεμήθητι τοῖς ὕμνοις τὸν Δία καὶ τὴν Ὀλυμπίαν.

[*]()d. ἑκαταβόλων δὲ, τῶν εἰς ἅπαντα τόπον διικνεῖσθαι ποιούντων τὰ ποιήματα.

[*]()a. ἐπίνειμαι: ἤτοι τῷ χορῷ ἢ ἑαυτῷ παρακελεύεται ὁ ποιητής.

[*]()b. σεμνόν τ᾿ ἐπίνειμαι: ὕμνει, ἢ ὑμνηθῆναι ποίησον τὴν Πίσαν τὴν πρωτεύουσαν τῶν πόλεων. ἢ διὰ τὸν ἀγῶνα, οἷον τὴν τὸν ἀκρότατον καὶ κάλλιστον τῶν ἀγώνων ἔχουσαν.

c. τὸ δὲ ἐπίνειμαι ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν [*]() χορόν.

d. ἄλλως· ἐπίνειμαι: ἔπελθε. ἡ δὲ παρακέλευσις [*]() ἢ ὡς πρὸς ἑαυτὸν ἢ ὡς πρὸς τὸν χορόν.

e. ἔπελθε οὖν, φησι, τὸ ἀκρωτήριον τῆς Ἤλιδος, ὅπερ ποτὲ ὁ Πέλοψ ἐξαίρετον εἴληφε παρὰ τῆς Ἱπποδαμείας νικήσας τὸν Οἰνόμαον ἕδνον.

[*]()f. (ἐπίνειμαι:) ἔπελθε. ὕμνησον.

[*]()a. ἀκρωτήριον Ἄλιδος: τὴν Πίσαν λέγει.

b. ἢ τὴν ἐξέχουσαν τῇ θέσει, ἢ τὴν ἐνδοξοτάτην καὶ πρωτεύουσαν.

[*]()b. (Ἄλιδος:) τῆς Ὀλυμπίας.

1.271

τοιοῖσδε μέλεσιν: τοιοῖσδε ποιήμασι. τοιούτοις [*]() ὕμνοις, τοῖς νῦν, καὶ μὴ οἵοις οἱ πρότερον.

a. Πέλοψ ἐξάρατο: ὁ Πέλοψ κατὰ μέν τινας Λυδὸς, [*]() κατὰ δέ τινας Φρὺξ ἢ Παφλαγών· κατὰ δὲ Αὐτεσίωνα (FHG IV, 345) Ἀχαιός.

b. κάλλιστον ἕδνον: ἕδνον νῦν οὐ τὸ παρὰ τοῦ [*]() ἀνδρὸς διδόμενον τῇ γαμουμένῃ λέγει, ἀλλ᾿ | ὃ αὐτὸς ἐκείνην [*]()λαβὼν προσεκτήσατο.

c. φησὶ τῶν ἐκ τῆς Ἱπποδαμείας [*]() αὐτῷ περιγενομένων δώρων, ὅτε ἔγημεν αὐτὴν, τοῦτο κάλλιστον ἕδνον εἶναι, τὴν τῆς χώρας κτῆσιν.

d. ἄλλως· [*]() ἄκυρόν ἐστιν ἐπὶ τῆς Ἱπποδαμείας τὸ ἕδνον· ἕδνα γὰρ διδόασιν οἱ ἄνδρες, φερνὴν δὲ αἱ γυναῖκες, παρὰ τὸ φέρειν μεθ᾿ ἑαυτῶν.

a. πτερόεντα δ᾿ ἵει: ἄφιε τὸν γλυκὺν ὀιστὸν καὶ [*]() ἐπὶ τὴν Πυθίαν, φησὶ, τὸν ὕμνον ἀπὸ τῆς Ὀλυμπίας μεθιστάς. καὶ γὰρ ἐν Πυθίᾳ ἐνίκησε, λγ΄ Πυθιάδι.

b. πτερόεντα δ᾿ ἵει γλυκὺν ὀιστόν: τροπικῶς τὸν [*]() ὕμνον. πάλιν δὲ ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν χορὸν λέγει.

c. καὶ εἰς τὴν Πυθῶνα δὲ ἵει καὶ πρόπεμπε τὸν πτερόεντα [*]()ὀιστόν. πάλιν δὲ τῇ τροπῇ κέχρηται. παρακελεύεται δ᾿ ἑαυτὸν ἀπὸ τῆς Ὀλυμπίας βαλεῖν τοῖς τῶν ἐγκωμίων βέλεσι καὶ τὴν Πυθῶνα κατὰ σκοποῦ. ἐνίκησε δὲ ὁ Ἐφάρμοστος

1.272
καὶ Ὀλύμπια, ὡς προεῖπον, καὶ Πύθια, ἑβδομηκοστῇ ὀγδόῃ Ὀλυμπιάδι.

[*]()d. (ἵει:) πέμπε.

[*]()a. Πυθῶνάδ᾿ ὀιστόν: ἀντὶ τοῦ καὶ τὴν Πυθῶνα ὕμνει.

b. καὶ πρὸς τὴν Πυθῶνά, φησιν, ἀφίει τὸν γλυκὺν ὀιστὸν, ὅ ἐστι τὸν ὕμνον, ἀπὸ τὴς Ὀλυμπίας μεταβάς. καὶ γὰρ Πύθια ἐνίκησεν ὁ Ἐφάρμοστος τὴν λ΄ Πυθιάδα.

[*]()c. οὔτοι χαμαιπετέων: οὐ γὰρ δὴ εὐτελῶν οὐδὲ μικρῶν λόγων ἀπάρξῃ περὶ τῶν τοῦ ἀνδρὸς παλαισμάτων [*]() λέγων καὶ τῇ κιθάρᾳ ἐπὶ τούτοις χρώμενος.

d. οὐ τοιούτων λόγων ἐφάψῃ κατὰ τοῦτον τὸν ὕμνον, οἳ ἂν πέσοιεν χαμαὶ, ἀλλὰ τοὐναντίον ἐνδόξων καὶ δυναμένων πανταχοῦ [*]() διικνεῖσθαι.

e. χαμαιπετῆ δὲ κυρίως ἐστὶ δόρατα ἢ βέλη, ὅταν ἀποτυχόντα τοῦ σώματος χαμαὶ πέσῃ.

[*]()φόρμιγγ᾿ ἐλελίζων: ἀντὶ τοῦ τῇ κιθάρᾳ τὸν ἐπίνικον προσᾴδων.

[*]()a. κλεινᾶς ἐξ Ὀπόεντος: ποίου, φησὶν, ἀνδρός; τοῦ ἐκ τῆς Ὀποῦντος· ἵν᾿ ᾖ, τοῦ Ἐφαρμόστου· ἐκεῖθεν γὰρ τὸ γένος ἔχει.

[*]()b. αἰνήσαις ἓ καὶ υἱόν: τῇ διαιρέσει οὕτω· τὸ αἰνήσαις, ἐχόμενον δὲ τὸ ἕ· τοῦτο δὲ τὸ ἕ προενεκτέον ἐγκλίσει καὶ δασυντέον, ἵνα σημαίνῃ· ἐπαινέσας αὐτὴν, τὴν Ὀποῦντα, καὶ τὸν υἱὸν δὲ αὐτῆς τὸν Ἐφάρμοστον, καθὸ

1.273
πατρὶς αὐτοῦ ἐστιν.

c. δύναται δὲ καὶ τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ τὸν Ὀποῦντα.

d. αἰνήσαις ἓ καὶ υἱόν: ἕ ἀντωνυμία· κεῖται γὰρ [*]() ἀντὶ τοῦ αὐτὴν, τὴν Ὀποῦντα· υἱὸν δὲ τὸν πολίτην λέγει.

e. ἄλλως· τὴν πόλιν Ὀποῦντα καὶ τὸν υἱὸν αὐτῆς τὸν [*]()νικηφόρον· υἱὸν δὲ ἀτὶ τοῦ πολίτην.

f. δύναται καὶ αὐτὴν τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ Ὀποῦντα.

a. (ἕ:) αὐτὴν, τὴν Ὀποῦντα.

b. (υἱόν:) ἤγουν [*]() τὸν πολίτην.

a. ἃν Θέμις: ἣν ἡ Θέμις λέλογχεν [ἀντὶ τοῦ ἥντινα] [*]() καὶ ἡ θυγάτηρ αὐτῆς Εὐνομία. ἐνήλλαχε δὲ τὴν πτῶσιν.

b. Θέμιδος δὲ θυγατέρα καὶ Ἡσίοδος (th. 901)·

δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν.

c. ὁ δὲ λόγος ἐπὶ τῆς Ὀποῦντος, ὅθεν ἦν ὁ νικηφόρος.

d. ἃν Θέμις: ἥντινα Ὀποῦντα ἥ τε Θέμις καὶ ἡ [*]() θυγάτηρ ταύτης Εὐνομία ἡ τὰς πόλεις σώζουσα κεκλήρωται κατέχειν· | ἥτις Εὐνομία μεγάλην δόξαν ἔχει.[*]()[*]()

a. θάλλει δ᾿ ἀρεταῖς: ἡ Ὀποῦς θάλλει ταῖς ἀρεταῖς [*]() ἔν τε Πυθοῖ καὶ Ὀλυμπίᾳ. τὸ δὲ ἶσον ἀντὶ τοῦ κοινῶς.

b. παρά τε τὸ σὸν ῥέεθρον, Κασταλία, καὶ τὸ τοῦ Ἀλφεοῦ.

c. θάλλει δ᾿ ἀρεταῖς: βρύει δὲ καὶ αὔξεται ταῖς [*]() τῆς νίκης ἀρεταῖς [ἡ Ὀποῦς] ἔν τε τῇ Κασταλίᾳ πηγῇ ἐν Πυθοῖ | καὶ ἐν ταῖς τοῦ Ἀλφειοῦ ποταμοῦ . . ., τουτέστιν [*]() ἐν τῇ Ὀλυμπίᾳ· ἀφ᾿ ὧν, ἤτοι ποταμῶν ἢ τόπων, αἱ νῖκαι καὶ τὰ ἄνθη τῶν στεφάνων τὴν ἔνδοξον τῶν Λοκρῶν

1.274
μητέρα τὴν Ὀποῦντα ἐπέρχονται καὶ ὑψοῦσι τὴν καλλίδενδρον· ἀφ᾿ οὗ δηλοῖ τὴν εὔγειον.[*]()

d. θάλλει δ᾿ ἀρεταῖς: ἡ Ὀποῦς θάλλει ταῖς ἀρεταῖς τῆς Κασταλίας, ἀντὶ [*]() τοῦ τῆς Πυθοῦς· κρήνη γάρ ἐστιν ἐν Πυθῶνι. | τὰ γὰρ Πύθια ἐνίκησε καὶ τὰ Ὀλύμπια.[*]()

[*]()ἐπαείροντι: ὑψοῦσι. μετεωροῦσιν. ὑμνοῦσιν.

[*]()a. ματέρ᾿ ἀγλαόδενδρον: μητέρα τοῦ Ἐφαρμόστου τὴν Ὀποῦντα, καθὸ μητέρας τὰς πατρίδας λέγουσι. Μᾶτερ ἐμὰ, τὸ τεὸν, χρύσασπι, φησὶ τὴν Θήβην (J. I, 1).

b. μητρόπολις δὲ τῶν Λοκρῶν ἡ Ὀποῦς.

[*]()c. ματέρ᾿ ἀγλαόδενδρον: ματέρα τὴν Ὀποῦντα τοῦ [*]() Ἐφαρμόστου πατρίδα.

d. μητρόπολιν δὲ τὴν Ὀποῦντα τῶν Λοκρῶν λέγει.

[*]()ἐγὼ δέ τοι φίλαν πόλιν: ὁ νοῦς τοιοῦτος· ἐγὼ δὴ οὖν ταύτην τὴν προσφιλεστάτην Ὀποῦντα ἐκδήλοις καταυγάζων ὕμνοις πανταχοῦ ἐκπέμπω ταύτην τὴν ἀγγελίαν καὶ ἵππου παντὸς ταχυτάτου καὶ ναὸς ταχείας θᾶττον, εἴπέρ τινι θείᾳ μοίρᾳ καὶ μετά τινος θείας χειρὸς τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον, τὸν ποιητικὸν λέγει, νέμομαι. τοῦτον δὲ νέμομαι εἶπεν, ὅτι οἶδεν αὑτὸν εὐφυῶς καὶ δυνατῶς φράζοντα, εἰ δὲ καὶ χάρις τοῖς ποιήμασιν ἐφέψεται, ὡς ἄνθρωπος ἀγνοεῖ.

[*]()a. μαλεραῖς: ταῖς λαμπραῖς, παρόσον τὸ πῦρ λαμπρὸν καὶ μαλερὸν λέγεται· ὡς ἐκ μὲν τοῦ ἐπιθέτου τὸ πῦρ δηλοῦσθαι, ἐκ δὲ τοῦ πυρὸς τὸ λαμπρόν. ὁ δὲ τρόπος μετάληψις.

b. λαμπρὰς δὲ τὰς ᾠδὰς διὰ τὸ διικνεῖσθαι

1.275
ὡς τὸ πῦρ.

c. ὁ δὲ Δίδυμος ἀντὶ τοῦ μαλακαῖς· καὶ γὰρ ἑτέρωθι (J. II, 8) μαλακοφώνους τὰς ᾠδάς φησιν.

d. μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς: λαμπραῖς, κατὰ [*]()μετωνυμίαν.

e. ἄλλως· ταῖς λαμπραῖς καὶ ἐκδήλοις. [*]()

f. ἐπιφλέγων δὲ ἀντὶ τοῦ ἐπαυγάζων· διόλου γὰρ τῇ τροπῇ [*]()ὡς ἐπὶ πυρὸς ἐπέμεινε.

g. λαμπρύνων.

h. ἐγὼ οὖν, φησιν, ὑμνῶν τὴν πόλιν ταύτην τὴν ἀγγελίαν πανταχοῦ πέμψω ταχύτερον ὀξέος ἵππου καὶ νεὼς οὐριοδρομούσης, εἰ σὺν θεοῦ βουλήσει κεχαριτωμένα ποιήματα γράφω.

a. ναὸς ὑποπτέρου: ἢ τῆς ταχείας, ἢ τῆς εὐτρεπισθείσης [*]()ἀρμένοις. Ὅμηρος· τὰ πτερὰ νηυσὶ πέλονται (λ 124).

b. ναὸς ὑποπτέρου: ταχείας.

c. ἢ διὰ τὰς κώπας. [*]() Ὅμηρος (λ 124)· τὰ πτερὰ νηυσὶ πέλονται.

d. ἀγγελίαν δὲ τὴν περὶ τῆς νίκης.

a. εἰ σύν τινι μοιριδίῳ: εἰ σύν τινι μηχανῇ παρὰ [*]() Μοιρῶν δεδομένῃ μοι τῶν Χαρίτων ἐπινέμομαι κῆπον καὶ μὴ παρὰ φύσιν βιάζομαι.

b. ἄλλως· εἴπέρ τινι θείᾳ μοίρᾳ τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον (τὸν ποιητικὸν λέγει) καρποῦμαι τοῦτον. οἶδε γὰρ αὑτὸν εὐφυῶς μὲν γράφοντα, εἰ δὲ χάρις τοῖς ποιήμασιν ἐπακολουθήσει, ἀγνοεῖ.

c. μοιριδίῳ παλάμᾳ: δαιμονίᾳ μηχανῇ καὶ [*]() τέχνῃ.

a. Χαρίτων κᾶπον: τὴν ποιητικὴν λέγει, δι᾿ ἧς [*]() ἔστι χαρίσασθαι.

b. ἄλλως· κᾶπον: τὸν ποιητικόν.[*]()

1.276

[*]()c. ὅτι δὲ πάροικοι ταῖς Μούσαις αἱ Χάριτες, καὶ Ἡσίοδος μαρτυρεῖ (th. 64)·

πὰρ δ᾿ αὐταῖς Χάριτές τε καὶ Ἵμερος οἰκί᾿ ἔχουσιν.

[*]()κεῖναι γὰρ ὤπασαν: αἱ Χάριτες τὰ ἐν τῷ βίῳ [*]() τερπνὰ τοῖς ἀνθρώποις παρέσχον· | ἀγαθοὶ δὲ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἄνθρωποι κατὰ βούλησιν τοῦ δαιμονίου καὶ θεῶν γίνονται. Χαρίτων μὲν γὰρ ἔργον οἶδε τὸ τὰ πράγματα χαριέντως ἀποτερματίζειν, Μοιρῶν δὲ καὶ εἱμαρμένης [*]() τὸ δυνατούς τινας κατὰ ἀνδρείαν καὶ | συνετοὺς κατὰ φρόνησιν γίνεσθαι. λεληθότως δὲ ὁ Πίνδαρος διὰ τὸ ἀνεπαχθὲς τὰ ἴδια ἐπεξεργάζεται ἐγκώμια.