Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος ἕως θνᾳσκόντων: τίνες εἰσὶν αἱ αἰτίαι δι᾿ ἃς ἐπολέμησε τοῖς τρισὶ θεοῖς ὁ Ἡρακλῆς; πρὸς τὸν Ποσειδῶνα μὲν προϊστάμενον Πυλίων. ἐπολέμει γὰρ Ἡρακλῆς τοῖς Πυλίοις διὰ ταύτην τὴν αἰτίαν. ἀνελών τινα Τραχίνιον καὶ φεύγων τοῦ φόνου τὸ μύσος ἔρχεται πρὸς Νηλέα ἐπὶ τῷ καθαρθῆναι τοῦ φόνου. ὡς οὖν οὐκ ἐπέτρεψεν, ἐκίνησε πρὸς Νηλέα πόλεμον. ὁ οὖν Ποσειδῶν ὡς ὑπὲρ παιδὸς ἐμαχέσατο τῷ Ἡρακλεῖ· Νηλεὺς γὰρ καὶ Πελίας Ποσειδῶνος υἱοί. πρὸς δὲ Ἀπόλλωνα οὕτω καὶ διὰ τοιαύτην αἰτίαν. εἰς γὰρ τὴν Πυθῶνα παρεγένετο
a. πῶς ἂν τριόδοντος: ἰδίως κἀν τούτοις ὁ [*]() Πίνδαρος Ἡρακλέα γράφει τοῖς τρισὶ πολεμῆσαι θεοῖς. δεδόσθω γὰρ αὐτῷ, φησιν ὁ Δίδυμος, περὶ τὴν ὑπὸ Νέστορι Πύλον συστῆναι τὴν μάχην, Ὁμήρου τὴν ἐν Ἅιδου πύλην νεκύων πύλον εἰρηκότος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι βαλών. εἴη δ᾿ ἂν ὁ Πίνδαρος τὰ καὶ τόποις καὶ χρόνοις διεστῶτα εἰς ἕνα καιρὸν ἄγων ἕνεκα τοῦ μειζόνως ἢ ὡς ἔσχε ταῖς ἀληθείαις τὸν Ἡρακλέα ἐπαινεῖν. Ἀπόλλωνι μὲν γὰρ Ἡρακλῆς ἐν Πυθῶνι περὶ τοῦ τρίποδος μάχεται, | τῷ Ἅιδῃ [*]() δὲ ὅτε τὸν Κέρβερον ἀνήγαγε, Ποσειδῶνι δὲ ἀμύνοντι Πύλῳ.
b. ἄλλως· ἐπεὶ ἀντίον πῶς: ἐπεὶ εἰ μὴ ἐκ θεῶν [*]() ὑπῆρχε τὰ κάλλιστα τοῖς ἀνθρώποις, πότε ἂν ἠδυνήθη
[*]()c. τὸν Ἡρακλέα φασί τινα Τραχίνιον πεφονευκέναι, εἶτα εἰς Πύλον ἀποδημήσαντα τῆς πατρίδος πρὸς τὸ τοῦ μιάσματος καθαρθῆναι μὴ παραδεχθῆναι ὑπὸ τοῦ τῆς Πύλου τοῦ Νέστορος Νηλέως ἄρχοντος. ἐπὶ τούτῳ διωκόμενον ἆραι χεῖρας κατὰ τοῦ ἄρχοντος. τοῦ δὲ Νηλέως υἱοῦ Ποσειδῶνος τυγχάνοντος, ἐπὶ ἐκδικήσει τοῦ παιδὸς ἐλθεῖν, καὶ οὕτως Ἡρακλέα θάρσους ἐμπλησθέντα τολμῆσαι καὶ κατ᾿ αὐτοῦ καίπερ θεοῦ τυγχάνοντος τῇ οἰκείᾳ δυνάμει χρήσασθαι.
[*]()ἁνίκ᾿ ἀμφὶ Πύλον: ὅτι παρακήκοεν Ὁμήρου λέγοντος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι. διὸ καὶ μεμυθολόγηκε τὰ περὶ τὴν Πύλον τοῦ Νέστορος. Ὅμηρος δὲ οὐκ ἐν Πύλῳ λέγει τῇ πόλει, ἀλλ᾿ ἐν πύλῃ τῇ τοῦ Ἅιδου φησὶν αὐτὸν μάχεσθαι.
[*]()ἤρειδεν: εἰ μὴ γὰρ ἦν ἐκ θεῶν τοῖς ἀνθρώποις τὰ ἀγαθὰ, πότε ἂν Ἡρακλῆς τῷ ῥοπάλῳ πρὸς τὴν τρίαιναν ἐμάχετο Ποσειδῶνι, ὅτε Ποσειδῶν ἐκώλυεν Ἡρακλέα ἐν τῇ Πύλῳ μαχέσασθαι; πρὸς δὲ Ἀπόλλωνα Ἡρακλῆς ἐμαχέσατο ὅτε ἐπελθόντι Ἡρακλεῖ πυθέσθαι ἡ Πυθία ἔφη μὴ ἐνδημεῖν τὸν θεὸν, ὁ δὲ ἀνήρπασεν αὐτοῦ τὸν τρίποδα. πρὸς δὲ τὸν Ἅιδην ἐμαχέσατο ὅτε ἀπεστάλη τοῦ Κερβέρου χάριν παρὰ τοῦ Εὐρυσθέως.
[*]()a. οὐδ᾿ Ἀίδας ἀκινήταν ἔχε ῥάβδον: τῇ ῥάβδῳ
b. ὅτι [δὲ] κηλητικὴ ἡ ῥάβδος καὶ κατεργάσασθαι δύναται, | Ὅμηρός φησιν[*]() ἐπὶ τοῦ Ἑρμοῦ (ε 47)·
εἵλετο δὲ ῥάβδον, τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
a. ἀπὸ, στόμα, ῥῖψον: ἀπόρριψόν μοι τοῦτον τὸν [*]()
b. σοφία μὲν [γὰρ] οἶδε τὸ γινώσκειν τὰ παλαιὰ καὶ ταῦτα ἑρμηνεύειν τεχνικῶς διασκευάζουσα, τὸ δὲ πρὸς λοιδορίαν ἕλκειν τὰ διηγήματα οὐχ ὅσιόν ἐστιν, ὡς διορίζεται. διὸ ἐχθρὰν σοφίαν αὐτὴν ὀνομάζει.
[*]()ἐπεὶ τό γε λοιδορῆσαι: διότι ἄνδρα ὄντα τὸν Ἡρακλέα τριῶν θεῶν ἀπέδειξεν ὄντα βελτίονα.
[*]()a. ἐχθρὰ σοφία: τὸ ἄκρᾳ ἐπὶ σοφίᾳ καυχᾶσθαι πάντα μανίας μετέχει.
b. τὸ δὲ ὑποκρέκει ὑποτερετίζει· οὕτω γὰρ ἔνιοι διηγήσαντο, ἀπὸ τῶν τῆς κιθαρίσεως κρεγμῶν. πρότερον γὰρ ἐπαφώμενοι τῆς κιθάρας ὑποκρέκουσιν, ἔπειτα τέλεον κιθαρίζουσιν.
[*]()τὸ καυχᾶσθαι παρὰ καιρόν: τὸ γοῦν ἐπὶ ταῖς οὕτως ἀκαίροις καὶ οὐκ ἀναγκαίαις διηγήσεσι καυχᾶσθαι καὶ σεμνύνεσθαι μανίας ὅμοιόν ἐστιν. τοῦτο δὲ εἴρηκε παρόσον ἀσεβεῖν δόξει, ἐὰν τὸν Ἡρακλέα ἐγκωμιάζῃ ἐπὶ τῷ τοὺς θεοὺς νενικηκέναι.
b. ἄλλως· ὑποκρέκει: ὑπηχεῖ. προσέοικεν. ὑποκρέκειν γὰρ κυρίως ἐστὶ τὸ ἠρεμαίως ὑπηχεῖν ἐν τῷ ἁρμόζειν τὴν κιθάραν.
c. ὑποτερετίζει οὖν, ἐνδόσιμόν ἐστι μανίᾳ.
a. μὴ νῦν λαλάγει: μὴ λέγε τοῦτο ὅτι οἱ θεοὶ [*]() μετέχουσι τῶν πόνων καὶ μάχης. φιλόθεος γὰρ ὁ Πίνδαρος.
b. μὴ λαλάγει: ἀντὶ τοῦ θορύβει.
c. μὴ τοίνυν [*]() τὰ τοιαῦτα φλυάρει, ἀλλ᾿ ἀπόρριψον καὶ ἔα καὶ μὴ μέμνησο πολέμων καὶ μαχῶν. τὰ γὰρ τοιαῦτα κεχώρισται τῶν θεῶν καὶ πόρρω ἐστίν.
a. φέροις δὲ Πρωτογενείας: ὑμνοῖς τὸ τῆς Πρωτογενείας[*]() ἄστυ τὴν Ὀποῦντα.
b. Πρωτογενείας καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα. καὶ Ἑλλάνικος (FHG I, 48). δυσχεραίνοι δὲ ἄν τις, πῶς τινές φασι Πύρρας καὶ Δευκαλίωνος εἶναι Πρωτογένειαν, τοῦ Πινδάρου ἐξ Ὀποῦντός τινος Ἠλείου λέγοντος αὐτὴν γεγενῆσθαι. ὁ δὲ Ἑλλάνικος (l. c.) και τὴν λάρνακα οὐ τῷ Παρνασσῷ φησι προσενεχθῆναι, ἀλλὰ περὶ τὴν Ὄθρυν τῆς Θεσσαλίας.
c. φέροις δὲ Πρωτογενείας: φέροις δὲ μᾶλλον, [*]() ὦ στόμα, καὶ λέγοις τὰ περὶ τῆς πόλεως τῆς ἀπὸ Πρωτογενείας·
d. ὑμνοίης δέ, φησι, τὸ τῆς Πρωτογενείας ἄστυ. ταύτης γὰρ καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν μὲν Ὀποῦς, γόνῳ δὲ Διός· Πρωτογένεια δὲ Δευκαλίωνος καὶ Πύρρας. ὁ μέντοι Πίνδαρος Πρωτογένειαν Ὀποῦντος ἱστορεῖ ἐν τοῖς ἑξῆς.
[*]()a. αἰολοβρόντα Διὸς αἴσᾳ: καλῶς τοῦ κατακλυσμοῦ μεμνημένος αἰολοβρόνταν εἶπε τὸν Δία.
b. ἵνα οὖν [*]() ἐν Ὀποῦντι λέγει· ἐκεῖ γάρ [φησι] | Δευκαλίωνα καὶ Πύρραν [*]() | οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλόδωρος δέ (FHG I, 453) φησιν οὐκ ἐν Ὀποῦντι ἀλλ᾿ ἐν Κύνῳ τὸν Δευκαλίωνα [*]() καὶ τὴν Πύρραν | οἰκῆσαι.
c. ἄλλως· ἵν᾿ αἰολοβρόντα: ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ[*]() τε | Δευκαλίων καὶ ἡ πύρρα ἀπὸ τοῦ ὄρους τοῦ Παρνασοῦ καταβάντες κατῴκισαν ἑαυτοῖς οἰκίαν. ὅτε γὰρ ὁ κατακλυσμὸς, ἀνῆλθον εἰς τὸν Παρνασόν· ὄρος δέ ἐστι πάντων ὑψηλότατον. Πρωτογένεια δὲ κατὰ μέν τινας Προμηθέως, κατὰ δὲ ἐνίους Ὀποῦντος τοῦ ἐν Ἤλιδι ποταμοῦ. ἐκ ταύτης καὶ Διὸς Ὀποῦς ἡ πόλις τῶν Ὀπουντίων. ἵν᾿ οὖν δείξῃ τὸ εὐγενὲς τῆς μητρὸς, λέγει τὴν πόλιν τῆς Ὀποῦντος Πρωτογενείας.
[*]()a. ἄτερ δὲ εὐνᾶς ὁμόδαμον κτησάσθην λίθινον γόνον: οἱ προειρημένοι Δευκαλίων τε καὶ Πύρρα χωρὶς
b. Πύρρα δὲ ἡ γυνὴ Δευκαλίωνος. ἐξάδελφοι οὗτοι· Ἰαπετοῦ γὰρ παῖδες Προμηθεὺς καὶ Ἐπιμηθεὺς δύο ἀδελφοί· καὶ ἐκ μὲν Προμηθέως Ἕλλην, ἀφ᾿ οὗ καὶ Ἕλληνες, καὶ Δευκαλίων· Πύρρα δὲ [ἡ Δευκαλίωνος γυνὴ] θυγάτηρ Ἐπιμηθέως.
a. λίθινον γόνον: κοινὰ τὰ περὶ Δευκαλίωνα καὶ [*]() Πύρραν. καὶ ὅτι τοὺς λίθους κατόπιν ῥίπτοντες ἀνθρώπους ἐποίουν, μαρτυρεῖ Ἀκουσίλαος (FHG I, 100).
b. [ἐπέων σφίσιν οἶμον:] Ἐπίχαρμος (fr. 122 K.) [*]() ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν. ὁ δὲ Φιλόχορος (FHG I, 386) ἀπὸ Κέκροπος· οὗτος γὰρ βουλόμενος τὸ τῶν Ἀθηναίων γένος πληθυνθῆναι ἐκέλευσεν αὐτοὺς λίθους λαβεῖν καὶ ἐνεγκεῖν εἰς τὸ μέσον· ἐξ ὧν ἔγνω δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὠνομάσθαι. (72.) ἐπέων οἶμον δὲ τὸν ὕμνον.
c. κτησάσθαν λίθινον γόνον: Ἐπίχαρμος (l. c.) [*]() ἀπὸ τῶν λίθων λαοὺς τοὺς ὄχλους ὠνομάσθαι φησίν. Φιλόχορος (l. c.) δέ φησι Κέκροπα βουλόμενον τὸ τῶν Ἀθηναίων γένος ἐπιγνῶναι κελεῦσαι αὐτοὺς λίθους εἰσφέρειν καὶ βάλλειν
d. ἄλλως· ὅτι κατηκολούθησε τοῖς μυθογράφοις εἰρηκόσι λαοὺς τοὺς ἀνθρώπους προσωνομάσθαι διὰ τὸ ἐκ λίθων γενέσθαι·
ἐκ δὲ λίθων ἐγένοντο βροτοὶ, λαοὶ δὲ καλέονται.[*]()
e. διό φησιν ὁ Πίνδαρος ἄνευ συνουσίας αὐτοὺς κτήσασθαι λίθινον γόνον.
b. τοῖς ἀπὸ Δευκαλίωνος καὶ τοῖς Λοκροῖς.
c. ὡς τοῦ νικηφόρου [*]() ἀπογόνου ὄντος Δευκαλίωνος.
d. ἄλλως· ἐπέων οἶμον: [*]() ὁδόν.
e. τὸν δὲ κατὰ Δευκαλίωνα λόγον ὡς κοινὸν ὄντα παραιτεῖται λέγειν. φησὶν οὖν· ἔγειρε καὶ ἵστα καὶ παῦε [*]() τὴν ὁδὸν ταύτην τὴν ἡδεῖαν τῆς μυθολογίας | (λιγὺν δὲ εἶπε τῇ ἀκοῇ μόνῃ)· προσήκει γὰρ ἐπαινεῖν οὐ τὰ παλαιὰ διηγήματα, ἀλλὰ παλαιὸν μὲν οἶνον ἐπαίνει, λόγων δὲ νεαρῶν καὶ προκειμένων τὰς ὑποθέσεις καὶ τὰ ἄνθη (ἄνθη δὲ νῦν τὰς πράξεις). εἶτα πάλιν ὃ παρῃτήσατο ἐκ περιουσίας λέγει.[*]()
[*]()a. ἄνθεα δ᾿ ὕμνων: παρὰ τὸ Ὁμηρικόν (α 351)·
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
b. δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν (fr. 75)· ἐξελέγχει ὁ νέος οἶνος οὔπω πέρυσι δῶρον ἀμπέλου· ὁ δὲ μῦθος ὅδε κενεόφρων: κούρων δὲ, διὰ τοῦτο ὁ Πίνδαρος ἐπαινεῖ παλαιὸν οἶνον.
c. ἄνθεα δ᾿ ὕμνων νεωτέρων αἴνει: Ὅμηρος [*]() (α 351)·
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.[*]()
d. ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. ταῦτα δὲ αἰνίττεται πρὸς Σιμωνίδην.[*]()