Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἐπεὶ τό γε λοιδορῆσαι: διότι ἄνδρα ὄντα τὸν Ἡρακλέα τριῶν θεῶν ἀπέδειξεν ὄντα βελτίονα.

[*]()a. ἐχθρὰ σοφία: τὸ ἄκρᾳ ἐπὶ σοφίᾳ καυχᾶσθαι πάντα μανίας μετέχει.

b. τὸ δὲ ὑποκρέκει ὑποτερετίζει· οὕτω γὰρ ἔνιοι διηγήσαντο, ἀπὸ τῶν τῆς κιθαρίσεως κρεγμῶν. πρότερον γὰρ ἐπαφώμενοι τῆς κιθάρας ὑποκρέκουσιν, ἔπειτα τέλεον κιθαρίζουσιν.

[*]()τὸ καυχᾶσθαι παρὰ καιρόν: τὸ γοῦν ἐπὶ ταῖς οὕτως ἀκαίροις καὶ οὐκ ἀναγκαίαις διηγήσεσι καυχᾶσθαι καὶ σεμνύνεσθαι μανίας ὅμοιόν ἐστιν. τοῦτο δὲ εἴρηκε παρόσον ἀσεβεῖν δόξει, ἐὰν τὸν Ἡρακλέα ἐγκωμιάζῃ ἐπὶ τῷ τοὺς θεοὺς νενικηκέναι.

[*]()a. μανίαισιν ὑποκρέκει: συμφωνεῖ. οἷον ἐνδόσιμόν [*]() ἐστιν.

b. ἄλλως· ὑποκρέκει: ὑπηχεῖ. προσέοικεν. ὑποκρέκειν γὰρ κυρίως ἐστὶ τὸ ἠρεμαίως ὑπηχεῖν ἐν τῷ ἁρμόζειν τὴν κιθάραν.

c. ὑποτερετίζει οὖν, ἐνδόσιμόν ἐστι μανίᾳ.

1.281
ἡ μεταφορὰ οὖν ἀπὸ τῶν τῆς κιθάρας κρεγμῶν. πρότερον γὰρ τῆς κιθάρας ἐφαπτόμενοι ὑποκρέκουσιν.

a. μὴ νῦν λαλάγει: μὴ λέγε τοῦτο ὅτι οἱ θεοὶ [*]() μετέχουσι τῶν πόνων καὶ μάχης. φιλόθεος γὰρ ὁ Πίνδαρος.

b. μὴ λαλάγει: ἀντὶ τοῦ θορύβει.

c. μὴ τοίνυν [*]() τὰ τοιαῦτα φλυάρει, ἀλλ᾿ ἀπόρριψον καὶ ἔα καὶ μὴ μέμνησο πολέμων καὶ μαχῶν. τὰ γὰρ τοιαῦτα κεχώρισται τῶν θεῶν καὶ πόρρω ἐστίν.

a. φέροις δὲ Πρωτογενείας: ὑμνοῖς τὸ τῆς Πρωτογενείας[*]() ἄστυ τὴν Ὀποῦντα.

b. Πρωτογενείας καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα. καὶ Ἑλλάνικος (FHG I, 48). δυσχεραίνοι δὲ ἄν τις, πῶς τινές φασι Πύρρας καὶ Δευκαλίωνος εἶναι Πρωτογένειαν, τοῦ Πινδάρου ἐξ Ὀποῦντός τινος Ἠλείου λέγοντος αὐτὴν γεγενῆσθαι. ὁ δὲ Ἑλλάνικος (l. c.) και τὴν λάρνακα οὐ τῷ Παρνασσῷ φησι προσενεχθῆναι, ἀλλὰ περὶ τὴν Ὄθρυν τῆς Θεσσαλίας.

c. φέροις δὲ Πρωτογενείας: φέροις δὲ μᾶλλον, [*]() ὦ στόμα, καὶ λέγοις τὰ περὶ τῆς πόλεως τῆς ἀπὸ Πρωτογενείας·

1.282
λέγει δὲ τῆς Ὀποῦντος.

d. ὑμνοίης δέ, φησι, τὸ τῆς Πρωτογενείας ἄστυ. ταύτης γὰρ καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν μὲν Ὀποῦς, γόνῳ δὲ Διός· Πρωτογένεια δὲ Δευκαλίωνος καὶ Πύρρας. ὁ μέντοι Πίνδαρος Πρωτογένειαν Ὀποῦντος ἱστορεῖ ἐν τοῖς ἑξῆς.

[*]()a. αἰολοβρόντα Διὸς αἴσᾳ: καλῶς τοῦ κατακλυσμοῦ μεμνημένος αἰολοβρόνταν εἶπε τὸν Δία.

b. ἵνα οὖν [*]() ἐν Ὀποῦντι λέγει· ἐκεῖ γάρ [φησι] | Δευκαλίωνα καὶ Πύρραν [*]() | οἰκῆσαι, ὧν θυγάτηρ Πρωτογένεια. Ἀπολλόδωρος δέ (FHG I, 453) φησιν οὐκ ἐν Ὀποῦντι ἀλλ᾿ ἐν Κύνῳ τὸν Δευκαλίωνα [*]() καὶ τὴν Πύρραν | οἰκῆσαι.

c. ἄλλως· ἵν᾿ αἰολοβρόντα: ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ[*]() τε | Δευκαλίων καὶ ἡ πύρρα ἀπὸ τοῦ ὄρους τοῦ Παρνασοῦ καταβάντες κατῴκισαν ἑαυτοῖς οἰκίαν. ὅτε γὰρ ὁ κατακλυσμὸς, ἀνῆλθον εἰς τὸν Παρνασόν· ὄρος δέ ἐστι πάντων ὑψηλότατον. Πρωτογένεια δὲ κατὰ μέν τινας Προμηθέως, κατὰ δὲ ἐνίους Ὀποῦντος τοῦ ἐν Ἤλιδι ποταμοῦ. ἐκ ταύτης καὶ Διὸς Ὀποῦς ἡ πόλις τῶν Ὀπουντίων. ἵν᾿ οὖν δείξῃ τὸ εὐγενὲς τῆς μητρὸς, λέγει τὴν πόλιν τῆς Ὀποῦντος Πρωτογενείας.

[*]()a. ἄτερ δὲ εὐνᾶς ὁμόδαμον κτησάσθην λίθινον γόνον: οἱ προειρημένοι Δευκαλίων τε καὶ Πύρρα χωρὶς

1.283
κοίτης καὶ μίξεως ὅμοιον καὶ ἶσον γένος δήμου ἐποιήσαντο ἐκ λίθων βολῆς. οἱ γὰρ πεμπόμενοι εἰς τὰ ὄπισθεν λίθοι παρ᾿ αὐτῶν ἄνθρωποι ἐγένοντο. διὰ τοῦτο καὶ λαοὶ οἱ ὄχλοι ἀπὸ τοῦ λᾶας.

b. Πύρρα δὲ ἡ γυνὴ Δευκαλίωνος. ἐξάδελφοι οὗτοι· Ἰαπετοῦ γὰρ παῖδες Προμηθεὺς καὶ Ἐπιμηθεὺς δύο ἀδελφοί· καὶ ἐκ μὲν Προμηθέως Ἕλλην, ἀφ᾿ οὗ καὶ Ἕλληνες, καὶ Δευκαλίων· Πύρρα δὲ [ἡ Δευκαλίωνος γυνὴ] θυγάτηρ Ἐπιμηθέως.

a. λίθινον γόνον: κοινὰ τὰ περὶ Δευκαλίωνα καὶ [*]() Πύρραν. καὶ ὅτι τοὺς λίθους κατόπιν ῥίπτοντες ἀνθρώπους ἐποίουν, μαρτυρεῖ Ἀκουσίλαος (FHG I, 100).

b. [ἐπέων σφίσιν οἶμον:] Ἐπίχαρμος (fr. 122 K.) [*]() ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν. ὁ δὲ Φιλόχορος (FHG I, 386) ἀπὸ Κέκροπος· οὗτος γὰρ βουλόμενος τὸ τῶν Ἀθηναίων γένος πληθυνθῆναι ἐκέλευσεν αὐτοὺς λίθους λαβεῖν καὶ ἐνεγκεῖν εἰς τὸ μέσον· ἐξ ὧν ἔγνω δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὠνομάσθαι. (72.) ἐπέων οἶμον δὲ τὸν ὕμνον.

c. κτησάσθαν λίθινον γόνον: Ἐπίχαρμος (l. c.) [*]() ἀπὸ τῶν λίθων λαοὺς τοὺς ὄχλους ὠνομάσθαι φησίν. Φιλόχορος (l. c.) δέ φησι Κέκροπα βουλόμενον τὸ τῶν Ἀθηναίων γένος ἐπιγνῶναι κελεῦσαι αὐτοὺς λίθους εἰσφέρειν καὶ βάλλειν

1.284
εἰς τὸ μέσον, ἐξ ὧν ἐπιγνῶναι δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους λαοὺς ὀνομασθῆναι. [*]()

d. ἄλλως· ὅτι κατηκολούθησε τοῖς μυθογράφοις εἰρηκόσι λαοὺς τοὺς ἀνθρώπους προσωνομάσθαι διὰ τὸ ἐκ λίθων γενέσθαι·

ἐκ δὲ λίθων ἐγένοντο βροτοὶ, λαοὶ δὲ καλέονται.[*]()

e. διό φησιν ὁ Πίνδαρος ἄνευ συνουσίας αὐτοὺς κτήσασθαι λίθινον γόνον.

[*]()a. ἔγειρ᾿ ἐπέων σφιν οἶμον λιγύν: τὸν τῶν [*]() ἐπέων λιμένα. καθόρμισον εἰς τὸν ὕμνον τοῦτον.

b. τοῖς ἀπὸ Δευκαλίωνος καὶ τοῖς Λοκροῖς.

c. ὡς τοῦ νικηφόρου [*]() ἀπογόνου ὄντος Δευκαλίωνος.

d. ἄλλως· ἐπέων οἶμον: [*]() ὁδόν.

e. τὸν δὲ κατὰ Δευκαλίωνα λόγον ὡς κοινὸν ὄντα παραιτεῖται λέγειν. φησὶν οὖν· ἔγειρε καὶ ἵστα καὶ παῦε [*]() τὴν ὁδὸν ταύτην τὴν ἡδεῖαν τῆς μυθολογίας | (λιγὺν δὲ εἶπε τῇ ἀκοῇ μόνῃ)· προσήκει γὰρ ἐπαινεῖν οὐ τὰ παλαιὰ διηγήματα, ἀλλὰ παλαιὸν μὲν οἶνον ἐπαίνει, λόγων δὲ νεαρῶν καὶ προκειμένων τὰς ὑποθέσεις καὶ τὰ ἄνθη (ἄνθη δὲ νῦν τὰς πράξεις). εἶτα πάλιν ὃ παρῃτήσατο ἐκ περιουσίας λέγει.[*]()

[*]()a. ἄνθεα δ᾿ ὕμνων: παρὰ τὸ Ὁμηρικόν (α 351)·

1.285
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.

b. δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν (fr. 75)· ἐξελέγχει ὁ νέος οἶνος οὔπω πέρυσι δῶρον ἀμπέλου· ὁ δὲ μῦθος ὅδε κενεόφρων: κούρων δὲ, διὰ τοῦτο ὁ Πίνδαρος ἐπαινεῖ παλαιὸν οἶνον.

c. ἄνθεα δ᾿ ὕμνων νεωτέρων αἴνει: Ὅμηρος [*]() (α 351)·

τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.[*]()

d. ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. ταῦτα δὲ αἰνίττεται πρὸς Σιμωνίδην.[*]()

νεωτέρων· λέγοντι: ἐπανάληψιν ποιεῖται τοῦ [*]() λόγου· λέγει γὰρ τὴν πρώτην πλημμύραν τοῦ ὕδατος Δευκαλίωνος.[*]()

a. ἄμπωτιν ἐξαίφνας: ἄμπωτιν λέγει τὸ πεδίον [*]() τὸ γενόμενον ἐκ τῆς πλημμύρας τοῦ ὕδατος ἀναποθέντος, ἄντλον δὲ τὸ ὕδωρ καὶ τὴν χύσιν τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἐξήρανεν. Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε.

b. τὸν δὲ κατακλυσμὸν γενέσθαι τινὲς διὰ Πέλοπος ἀνελόντος Ἄζανα, τινὲς δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα ἀσέβημα ὑπὸ Λυκάονος δὲ διὰ τὴν κρεουργίαν. τὸν δὲ Δία βουλόμενον καθᾶραι τὴν γῆν τοῦ ἄγους κατακλύσαι.

1.286

[*]()c. ἄμπωτις: ἄμπωτιν νῦν λέγει τὸ γενόμενον πεδίον ἐκ τῆς τότε πλημμυρίδος ἀναποθέντος τοῦ ὕδατος.

d. τὸν δὲ κατακλυσμὸν γεγενῆσθαι οἱ μὲν διὰ τὸ Πέλοπος ἄγος ὅτε ἐκρεουγήθη· οἱ δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα Ἄζανα ἀσέβημα ὑπ᾿ αὐτοῦ τοῦ Λυκάονος, τοῦ Διὸς βουλομένου πάντα τῆς γῆς ἀποκαθᾶραι ἀσεβήματα.[*]()

e. ἄμπωτιν: ἀνάποσιν.

f. ἄμπωτις δὲ κυρίως ἡ αἰφνίδιος ὑποχώρησις ἡ ἐκ πλημμύρας τῶν ἐν θαλάσσῃ ὑδάτων, [*]() | ὡς ἐν Λιβύῃ λέγεται.

g. τέχναις δὲ μηχαναῖς καὶ βουλήσεσι Διός.[*]()

[*]()a. ὕδατος σθένος: τὴν ῥύσιν λέγει τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἀνεξήρανε. Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε πεσοῦσα.[*]()

[*]()b. ἄντλον: τὸ πλῆθος τοῦ ὕδατος, τὴν χύσιν, παρὰ τὸ ἀντλεῖσθαι.[*]()

[*]()c. κείνων δ᾿ ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονοι: λοιπὸν ὡς πρὸς τὸν Ἐφάρμοστον· ἀπ᾿ ἐκείνων δὴ ἦσαν οἱ πρόγονοι ὑμῶν οἱ πολεμικώτατοι, ἐξ ἀρχῆς

d. ἐναντίωμα δὲ κατὰ τὴν γενεαλογίαν ἐμπίπτει. τὴν [*]() γὰρ Πρωτογένειαν οἱ μὲν Δευκαλίωνός φασιν, οἱ δὲ Ὀποῦντος, καὶ δοκεῖ συμφωνεῖν μήτε ἡ γενεαλογία μήτε ἡ ἱστορία. ἄλλο γάρ τι ποταμὸς Ὀποῦς καὶ ἄλλο ἀνὴρ ἐξ Ἰαπετοῦ. ἵν᾿ οὖν τὸ ἀσύμφωνον ἀπὸ τούτων λυθῇ, φασί τινες τὸν Δευκαλίωνα διώνυμον εἶναι καὶ τὸν αὐτὸν λέγεσθαι Ὀποῦντα· ὥσπερ καὶ ἐπὶ τῆς Πηνελόπης. λέγεται γὰρ Ἀρναία πρότερον καλουμένη παρὰ τῶν φύντων εἰς τὴν θάλασσαν ἐκριφῆναι, εἶτα ὑπό τινων ὄρνεων πηνελόπων λεγομένων εἰς τὴν χέρσον ἐξενεχθῆναι, καὶ οὕτως ἀναληφθεῖσαν ὑπὸ τῶν γεννησάντων ὀνομασθῆναι Πηνελόπην ἀπὸ τῆς τῶν ὀρνίθων ὁμωνυμίας, καὶ τραφεῖσαν διώνυμον εἶναι τὸ λοιπόν.[*]()

1.288

[*]()ὑμέτεροι πρόγονοι: ὡς ἀπὸ Δευκαλίωνος ὄντων τῶν προγόνων Ἐφαρμόστου. τινὲς δὲ οὕτω τὰ γένη αὐτῶν· Ἰαπετοῦ καὶ . . . . Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα Δευκαλίωνος γυνή. τούτων φησὶν εἶναι τοὺς προγόνους τῷ Ἐφαρμόστῳ.

[*]()Ἰαπετιονίδος: Ἰαπετοῦ Προμηθεὺς, οὗ καὶ Κλυμένης γίνεται ὁ Λευκαλίων. Ἰαπετοῦ δὲ πάλιν ὁ Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα. Πύρρας δὲ καὶ Δευκαλίωνος Πρωτογένεια.