Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἐπαείροντι: ὑψοῦσι. μετεωροῦσιν. ὑμνοῦσιν.

[*]()a. ματέρ᾿ ἀγλαόδενδρον: μητέρα τοῦ Ἐφαρμόστου τὴν Ὀποῦντα, καθὸ μητέρας τὰς πατρίδας λέγουσι. Μᾶτερ ἐμὰ, τὸ τεὸν, χρύσασπι, φησὶ τὴν Θήβην (J. I, 1).

b. μητρόπολις δὲ τῶν Λοκρῶν ἡ Ὀποῦς.

[*]()c. ματέρ᾿ ἀγλαόδενδρον: ματέρα τὴν Ὀποῦντα τοῦ [*]() Ἐφαρμόστου πατρίδα.

d. μητρόπολιν δὲ τὴν Ὀποῦντα τῶν Λοκρῶν λέγει.

[*]()ἐγὼ δέ τοι φίλαν πόλιν: ὁ νοῦς τοιοῦτος· ἐγὼ δὴ οὖν ταύτην τὴν προσφιλεστάτην Ὀποῦντα ἐκδήλοις καταυγάζων ὕμνοις πανταχοῦ ἐκπέμπω ταύτην τὴν ἀγγελίαν καὶ ἵππου παντὸς ταχυτάτου καὶ ναὸς ταχείας θᾶττον, εἴπέρ τινι θείᾳ μοίρᾳ καὶ μετά τινος θείας χειρὸς τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον, τὸν ποιητικὸν λέγει, νέμομαι. τοῦτον δὲ νέμομαι εἶπεν, ὅτι οἶδεν αὑτὸν εὐφυῶς καὶ δυνατῶς φράζοντα, εἰ δὲ καὶ χάρις τοῖς ποιήμασιν ἐφέψεται, ὡς ἄνθρωπος ἀγνοεῖ.

[*]()a. μαλεραῖς: ταῖς λαμπραῖς, παρόσον τὸ πῦρ λαμπρὸν καὶ μαλερὸν λέγεται· ὡς ἐκ μὲν τοῦ ἐπιθέτου τὸ πῦρ δηλοῦσθαι, ἐκ δὲ τοῦ πυρὸς τὸ λαμπρόν. ὁ δὲ τρόπος μετάληψις.

b. λαμπρὰς δὲ τὰς ᾠδὰς διὰ τὸ διικνεῖσθαι

1.275
ὡς τὸ πῦρ.

c. ὁ δὲ Δίδυμος ἀντὶ τοῦ μαλακαῖς· καὶ γὰρ ἑτέρωθι (J. II, 8) μαλακοφώνους τὰς ᾠδάς φησιν.

d. μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς: λαμπραῖς, κατὰ [*]()μετωνυμίαν.

e. ἄλλως· ταῖς λαμπραῖς καὶ ἐκδήλοις. [*]()

f. ἐπιφλέγων δὲ ἀντὶ τοῦ ἐπαυγάζων· διόλου γὰρ τῇ τροπῇ [*]()ὡς ἐπὶ πυρὸς ἐπέμεινε.

g. λαμπρύνων.

h. ἐγὼ οὖν, φησιν, ὑμνῶν τὴν πόλιν ταύτην τὴν ἀγγελίαν πανταχοῦ πέμψω ταχύτερον ὀξέος ἵππου καὶ νεὼς οὐριοδρομούσης, εἰ σὺν θεοῦ βουλήσει κεχαριτωμένα ποιήματα γράφω.

a. ναὸς ὑποπτέρου: ἢ τῆς ταχείας, ἢ τῆς εὐτρεπισθείσης [*]()ἀρμένοις. Ὅμηρος· τὰ πτερὰ νηυσὶ πέλονται (λ 124).

b. ναὸς ὑποπτέρου: ταχείας.

c. ἢ διὰ τὰς κώπας. [*]() Ὅμηρος (λ 124)· τὰ πτερὰ νηυσὶ πέλονται.

d. ἀγγελίαν δὲ τὴν περὶ τῆς νίκης.

a. εἰ σύν τινι μοιριδίῳ: εἰ σύν τινι μηχανῇ παρὰ [*]() Μοιρῶν δεδομένῃ μοι τῶν Χαρίτων ἐπινέμομαι κῆπον καὶ μὴ παρὰ φύσιν βιάζομαι.

b. ἄλλως· εἴπέρ τινι θείᾳ μοίρᾳ τὸν ἐξαίρετον τῶν Χαρίτων κῆπον (τὸν ποιητικὸν λέγει) καρποῦμαι τοῦτον. οἶδε γὰρ αὑτὸν εὐφυῶς μὲν γράφοντα, εἰ δὲ χάρις τοῖς ποιήμασιν ἐπακολουθήσει, ἀγνοεῖ.

c. μοιριδίῳ παλάμᾳ: δαιμονίᾳ μηχανῇ καὶ [*]() τέχνῃ.

a. Χαρίτων κᾶπον: τὴν ποιητικὴν λέγει, δι᾿ ἧς [*]() ἔστι χαρίσασθαι.

b. ἄλλως· κᾶπον: τὸν ποιητικόν.[*]()

1.276

[*]()c. ὅτι δὲ πάροικοι ταῖς Μούσαις αἱ Χάριτες, καὶ Ἡσίοδος μαρτυρεῖ (th. 64)·

πὰρ δ᾿ αὐταῖς Χάριτές τε καὶ Ἵμερος οἰκί᾿ ἔχουσιν.

[*]()κεῖναι γὰρ ὤπασαν: αἱ Χάριτες τὰ ἐν τῷ βίῳ [*]() τερπνὰ τοῖς ἀνθρώποις παρέσχον· | ἀγαθοὶ δὲ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἄνθρωποι κατὰ βούλησιν τοῦ δαιμονίου καὶ θεῶν γίνονται. Χαρίτων μὲν γὰρ ἔργον οἶδε τὸ τὰ πράγματα χαριέντως ἀποτερματίζειν, Μοιρῶν δὲ καὶ εἱμαρμένης [*]() τὸ δυνατούς τινας κατὰ ἀνδρείαν καὶ | συνετοὺς κατὰ φρόνησιν γίνεσθαι. λεληθότως δὲ ὁ Πίνδαρος διὰ τὸ ἀνεπαχθὲς τὰ ἴδια ἐπεξεργάζεται ἐγκώμια.

[*]()κατὰ δαίμον᾿ ἄνδρες: ἀγαθοί, φησιν, ἄνδρες [*]() κατὰ ἀνδρείαν καὶ | σοφοὶ κατὰ σύνεσιν ἐκ θεοῦ μοίρας ἐγένοντο. τοῦτο δὲ παραδεικνὺς παραβάλλει τὸν Ἡρακλέα, ὅτι εἰ μὴ κατὰ θεοῦ μοῖραν ἐγεγόνει τοιοῦτος, οὐκ ἄν ποτε ὑπέστη ἀντιστῆναι Ἀπόλλωνι καὶ Ποσειδῶνι καὶ Ἅιδῃ Ἡρακλῆς.

[*]()ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος ἕως θνᾳσκόντων: τίνες εἰσὶν αἱ αἰτίαι δι᾿ ἃς ἐπολέμησε τοῖς τρισὶ θεοῖς ὁ Ἡρακλῆς; πρὸς τὸν Ποσειδῶνα μὲν προϊστάμενον Πυλίων. ἐπολέμει γὰρ Ἡρακλῆς τοῖς Πυλίοις διὰ ταύτην τὴν αἰτίαν. ἀνελών τινα Τραχίνιον καὶ φεύγων τοῦ φόνου τὸ μύσος ἔρχεται πρὸς Νηλέα ἐπὶ τῷ καθαρθῆναι τοῦ φόνου. ὡς οὖν οὐκ ἐπέτρεψεν, ἐκίνησε πρὸς Νηλέα πόλεμον. ὁ οὖν Ποσειδῶν ὡς ὑπὲρ παιδὸς ἐμαχέσατο τῷ Ἡρακλεῖ· Νηλεὺς γὰρ καὶ Πελίας Ποσειδῶνος υἱοί. πρὸς δὲ Ἀπόλλωνα οὕτω καὶ διὰ τοιαύτην αἰτίαν. εἰς γὰρ τὴν Πυθῶνα παρεγένετο

1.277
μαντευσόμενος περί τινος. ἔφησεν οὖν αὐτῷ ἡ Πυθία μὴ παρεῖναι τὸν θεὸν μηδὲ χρησμῳδεῖν. ὀργισθεὶς δὲ ἐπὶ τούτῳ Ἡρακλῆς ἥρπασε τὸν μαντικὸν τρίποδα καὶ πρὸς αὐτὸν εἵλετο τὴν μάχην. πρὸς δὲ τὸν Ἅιδην διὰ τοῦτο. ἐπιταχθεὶς γὰρ ὑπὸ τοῦ Εὐρυσθέως τὸν Κέρβερον κύνα ἀγαγεῖν, εἶτα διακωλυόμενος ἐτόλμησε καὶ πρὸς τὸν Ἅιδην. αἱ δὲ μάχαι αἱ πρὸς τοὺς θεοὺς ἐν διαφόρῳ χρόνῳ τῷ Ἡρακλεῖ γεγόνασιν.

a. πῶς ἂν τριόδοντος: ἰδίως κἀν τούτοις ὁ [*]() Πίνδαρος Ἡρακλέα γράφει τοῖς τρισὶ πολεμῆσαι θεοῖς. δεδόσθω γὰρ αὐτῷ, φησιν ὁ Δίδυμος, περὶ τὴν ὑπὸ Νέστορι Πύλον συστῆναι τὴν μάχην, Ὁμήρου τὴν ἐν Ἅιδου πύλην νεκύων πύλον εἰρηκότος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι βαλών. εἴη δ᾿ ἂν ὁ Πίνδαρος τὰ καὶ τόποις καὶ χρόνοις διεστῶτα εἰς ἕνα καιρὸν ἄγων ἕνεκα τοῦ μειζόνως ἢ ὡς ἔσχε ταῖς ἀληθείαις τὸν Ἡρακλέα ἐπαινεῖν. Ἀπόλλωνι μὲν γὰρ Ἡρακλῆς ἐν Πυθῶνι περὶ τοῦ τρίποδος μάχεται, | τῷ Ἅιδῃ [*]() δὲ ὅτε τὸν Κέρβερον ἀνήγαγε, Ποσειδῶνι δὲ ἀμύνοντι Πύλῳ.

b. ἄλλως· ἐπεὶ ἀντίον πῶς: ἐπεὶ εἰ μὴ ἐκ θεῶν [*]() ὑπῆρχε τὰ κάλλιστα τοῖς ἀνθρώποις, πότε ἂν ἠδυνήθη

1.278
[*]() Ἡρακλῆς τῷ ῥοπάλῳ ἀντιμάχεσθαι | πρὸς τὴν τοῦ Ποσειδῶνος τρίαιναν καὶ νικῆσαι; ἡνίκα ὁ Ποσειδῶν στὰς περὶ τὴν Πύλον διεκώλυε τὸν Ἡρακλέα καὶ ἐπολέμει.

[*]()c. τὸν Ἡρακλέα φασί τινα Τραχίνιον πεφονευκέναι, εἶτα εἰς Πύλον ἀποδημήσαντα τῆς πατρίδος πρὸς τὸ τοῦ μιάσματος καθαρθῆναι μὴ παραδεχθῆναι ὑπὸ τοῦ τῆς Πύλου τοῦ Νέστορος Νηλέως ἄρχοντος. ἐπὶ τούτῳ διωκόμενον ἆραι χεῖρας κατὰ τοῦ ἄρχοντος. τοῦ δὲ Νηλέως υἱοῦ Ποσειδῶνος τυγχάνοντος, ἐπὶ ἐκδικήσει τοῦ παιδὸς ἐλθεῖν, καὶ οὕτως Ἡρακλέα θάρσους ἐμπλησθέντα τολμῆσαι καὶ κατ᾿ αὐτοῦ καίπερ θεοῦ τυγχάνοντος τῇ οἰκείᾳ δυνάμει χρήσασθαι.

[*]()ἁνίκ᾿ ἀμφὶ Πύλον: ὅτι παρακήκοεν Ὁμήρου λέγοντος (Ε 397)· ἐν πύλῳ ἐν νεκύεσσι. διὸ καὶ μεμυθολόγηκε τὰ περὶ τὴν Πύλον τοῦ Νέστορος. Ὅμηρος δὲ οὐκ ἐν Πύλῳ λέγει τῇ πόλει, ἀλλ᾿ ἐν πύλῃ τῇ τοῦ Ἅιδου φησὶν αὐτὸν μάχεσθαι.

[*]()ἤρειδεν: εἰ μὴ γὰρ ἦν ἐκ θεῶν τοῖς ἀνθρώποις τὰ ἀγαθὰ, πότε ἂν Ἡρακλῆς τῷ ῥοπάλῳ πρὸς τὴν τρίαιναν ἐμάχετο Ποσειδῶνι, ὅτε Ποσειδῶν ἐκώλυεν Ἡρακλέα ἐν τῇ Πύλῳ μαχέσασθαι; πρὸς δὲ Ἀπόλλωνα Ἡρακλῆς ἐμαχέσατο ὅτε ἐπελθόντι Ἡρακλεῖ πυθέσθαι ἡ Πυθία ἔφη μὴ ἐνδημεῖν τὸν θεὸν, ὁ δὲ ἀνήρπασεν αὐτοῦ τὸν τρίποδα. πρὸς δὲ τὸν Ἅιδην ἐμαχέσατο ὅτε ἀπεστάλη τοῦ Κερβέρου χάριν παρὰ τοῦ Εὐρυσθέως.

[*]()a. οὐδ᾿ Ἀίδας ἀκινήταν ἔχε ῥάβδον: τῇ ῥάβδῳ

1.279
κέχρηται καθάπερ ὅπλῳ τινὶ, βίαν μὲν οὐδεμίαν παρεχομένῃ, καθάπερ ἢ τριόδους ἢ ξίφος ἢ δόρυ, ἀλλὰ δυνάμει συνεχρῆτο θελκτικῇ καὶ μαλακτικῇ τῆς ψυχῆς· ταύτῃ γοῦν φησι καὶ τὰς ψυχὰς αὐτὸν κατάγειν. ἐπὶ τοῦ Ἡρακλέους οὖν ὁ Ἅιδης ἐργωδίᾳ τῆς ῥάβδου ταύτης οὐδὲν ἠδύνατο δρᾶσαι διὰ τὸ τὴν δύναμιν αὐτῆς ὑπὸ τοῦ Διὸς ἀμβλύνεσθαι. ἀπὸ κοινοῦ δὲ τὸ εἰ μὴ κατὰ δαίμονα ἄνδρες ἐγένοντο, οὐκ ἂν οὐδὲ ὁ Ἅιδης ἀσθενῆ καὶ ἀκίνητον διαμαχόμενος Ἡρακλεῖ εἶχε τὴν ῥάβδον, | ἐν ᾗ ῥάβδῳ τὰ τῶν [*]() ἀνδρῶν σώματα ἀσθενῆ ποιῶν οὕτως εἰς τὸν κοῖλον τόπον [τοῦ Ἅιδου] κατάγει τῶν τελευτώντων.

b. ὅτι [δὲ] κηλητικὴ ἡ ῥάβδος καὶ κατεργάσασθαι δύναται, | Ὅμηρός φησιν[*]() ἐπὶ τοῦ Ἑρμοῦ (ε 47)·

εἵλετο δὲ ῥάβδον, τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει.

κοίλαν ἐς ἀγυιάν: ὡς παρὰ τὸ αἴθω αἴθυια [*]() καὶ παρὰ τὸ μύω μυῖα, οὕτω καὶ παρὰ τὸ ἄγω ἀγυιά. | λέγοι [*]() δ᾿ ἂν οὖν τὸν Ἅιδην, ὅτι ἐκεῖ ἄγονται οἱ ἄνδρες.

a. ἀπὸ, στόμα, ῥῖψον: ἀπόρριψόν μοι τοῦτον τὸν [*]()

1.280
λόγον, ὦ στόμα. παῦσαι τοῦ λέγειν τοιαῦτα περὶ θεῶν· τὸ γὰρ βλασφημίας ἐχόμενα λέγειν περὶ θεῶν ἀλλότριον τοῖς [*]() σοφοῖς, ἀνοήτοις δὲ οἰκεῖον.

b. σοφία μὲν [γὰρ] οἶδε τὸ γινώσκειν τὰ παλαιὰ καὶ ταῦτα ἑρμηνεύειν τεχνικῶς διασκευάζουσα, τὸ δὲ πρὸς λοιδορίαν ἕλκειν τὰ διηγήματα οὐχ ὅσιόν ἐστιν, ὡς διορίζεται. διὸ ἐχθρὰν σοφίαν αὐτὴν ὀνομάζει.