Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. μαλεραῖς: ταῖς λαμπραῖς, παρόσον τὸ πῦρ λαμπρὸν καὶ μαλερὸν λέγεται· ὡς ἐκ μὲν τοῦ ἐπιθέτου τὸ πῦρ δηλοῦσθαι, ἐκ δὲ τοῦ πυρὸς τὸ λαμπρόν. ὁ δὲ τρόπος μετάληψις.
b. λαμπρὰς δὲ τὰς ᾠδὰς διὰ τὸ διικνεῖσθαι
c. ὁ δὲ Δίδυμος ἀντὶ τοῦ μαλακαῖς· καὶ γὰρ ἑτέρωθι (J. II, 8) μαλακοφώνους τὰς ᾠδάς φησιν.
d. μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς: λαμπραῖς, κατὰ [*]()μετωνυμίαν.
e. ἄλλως· ταῖς λαμπραῖς καὶ ἐκδήλοις. [*]()
f. ἐπιφλέγων δὲ ἀντὶ τοῦ ἐπαυγάζων· διόλου γὰρ τῇ τροπῇ [*]()ὡς ἐπὶ πυρὸς ἐπέμεινε.
g. λαμπρύνων.
h. ἐγὼ οὖν, φησιν, ὑμνῶν τὴν πόλιν ταύτην τὴν ἀγγελίαν πανταχοῦ πέμψω ταχύτερον ὀξέος ἵππου καὶ νεὼς οὐριοδρομούσης, εἰ σὺν θεοῦ βουλήσει κεχαριτωμένα ποιήματα γράφω.